Ad Fontesto the sources

Argonautica

Apollonius of Rhodes · 38.8k words · Greek Text

Text size:
Greek text only — English translation not yet available.
  1. Book 1
  2. Book 2
  3. Book 3
  4. Book 4

Book 1

1ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ. τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω

6μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι. δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν

11κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον

16ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην

21ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι

26αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ

31θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης

36γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο, Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων, ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν

41Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο, ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,

46μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.

51οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·

56τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων

61ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων

66Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.

71εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης, υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης, Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς, ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν

76εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων

81πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι, ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

86τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω,

91οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,

96παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.

101Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον

106Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν.

111αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,

116ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος, ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν

121Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας

126τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος, τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος

131ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων, πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα

136Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν

141ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι.

146καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.

151οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.

156σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι, πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.

161καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον, υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν, τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη

166γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι, παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,

171αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν αὐτόν τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.

176Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο. Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν, τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων

181Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·

186ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης, παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος

191ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε, Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον

196ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω, νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,

201Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι. σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο· τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν

206πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων. ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν.

211Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο, οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.

216καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο, λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,

221χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος

226μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν

231οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο, ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες,

236εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι, δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος

241ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας· Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.

246ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν. ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον, εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·

251δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης ἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.

256ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη. αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.

261ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο· μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας

266θαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο. μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί, ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα

271μύρεται, ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες, ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει· καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν, τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·

276ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσα Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν· αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,

281ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,

286σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο. ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳ

291ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας. ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν· μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας

296ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν, τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,

301ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί· κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.

306ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι. οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων Δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν, τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ

311κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα, καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου· ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ

316ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς, ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες. στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο.

321ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας. δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν

326δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.

331τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν· ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν —πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.

336ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι— τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.

341ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε· μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε

346πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·

351εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσιν δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν

356δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι, τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά. τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο

361σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι. ἦ η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθʼ· οἱ δʼ ἐπανέσταν πειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα

366κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοις δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.

371σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον, ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον στείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·

376τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο. ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν. τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,

381στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυς βήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι· κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ νειόθεν ἐξ ἕδρης, ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν

386προπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼ ῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς βριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθι

391ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο. αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,

396ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν· ἐκ δʼ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο αὔτως, οὔτι πάλῳ· ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες

401Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι. ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος, Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον· ὦκα δέ τοίγε φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.

406τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δʼ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δʼ ἄρʼ ἔπειτα χέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·

411κλῦθι ἄναξ, Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖο σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων· αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις

416κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δʼ ἂν ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ, ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω. νῦν δʼ ἴθι, καὶ τήνδʼ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,

421ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δʼ, ἄναξ, ἐπʼ ἀπήμονι μοίρῃ πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δʼ ἀήτης μείλιχος, ᾧ κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες. ἦ, καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε. τὼ δʼ ἐπὶ βουσὶν

426ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε. ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα πλῆξεν, ὁ δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας·

431ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δʼ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρʼ ἐτάμοντο, κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν· ὁ δʼ ἀκρήτους χέε λοιβὰς

436Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν· αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο· ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι

441ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο. ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν

446πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται. ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες νόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ. ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,

451αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο, τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο κέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτο

456εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν οἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη. ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ

461πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς. τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας· Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις; αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει;

466ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μηδʼ ἀκράαντον ἄεθλον Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο.

471τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις. ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ χείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησαν πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·

476δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν; ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ θαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας,

481τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες. ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας

486καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν· ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,

491χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης. Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι αὐτός τʼ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

496ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·

501οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο. ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,

506ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς, Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,

511βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ. τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντες κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.

516οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς, ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο. αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δʼ ἀνέμοιο

521εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.

526ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ, εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο.

531μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.· εἵλκετο δʼ ἤδη πείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν.

536οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ ἤ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν· ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς

541πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο· ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν. στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης τεύχεα· μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι,

546ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο. πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότʼ ἄριστοι πόντον ἐπιπλώεσκον· ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαι Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι

551ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά. αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης Χείρων Φιλλυρίδης, πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,

556νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν. σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί. οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο

561Τίφυος, ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως πηδάλιʼ ἀμφιέπεσκʼ, ὄφρʼ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν, κὰδ δʼ αὐτοῦ λίνα χεῦαν, ἐπʼ ἠλακάτην ἐρύσαντες.

566ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπʼ ἰκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν

571Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν ῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης ἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆρος

576μυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὖλιν, ὁ δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε ὡμάρτευν· τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος. αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶν

581δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγε

586ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν, καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖς ἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.

591τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν. ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν. ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.

597κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην, ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες. ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη

602Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ ἐπι κνέφας οὖρος πάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.

607αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας

612ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.

617οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·

622λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.

627τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων, οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον

632δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ, αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν

637Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι

642ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο, σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,

647ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ

652πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·

657Ὦ φίλαι φιλαι , εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας, ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται

662βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.

667ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ, γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν, βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο

672ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν· δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.

677ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται; ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω

682μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει, εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις

687γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον, καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν

692αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή, εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.

697ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.

702ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα, ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,

707κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον, χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·

712κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν, Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.

717ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος. Ὑψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,

722δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.

727δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο, ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ, Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη

732παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη

737κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη

742ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.

747ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι, ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.

752ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς

757ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο, βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε

762δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς. κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι

767βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν, πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι

772τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην, δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος, ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,

777καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.

782καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν, δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι

787δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε

792αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν· ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ, ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν

797ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν, τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν, δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις

802δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,

807σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν

812μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·

817οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε μελε θυμῷ. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις

822δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.

827τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.

832ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν

837χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.

842ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,

847μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν, τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις

852ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος, Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.

857αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν

862ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες, εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν· δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν

867κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.

872ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται. ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·

877ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον

882καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα

887Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω

892δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη

897Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι. τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω

902ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι, πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ

907πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν. ἦ, καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοι βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ

912ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθʼ ἄρα τοίγε κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν. ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες

917ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο. τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.

922κεῖθεν δʼ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο. ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δʼ οὔρῳ

927στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο ἦρι, τὸ δʼ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες. Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Ἀβύδῳ,

932Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν. καὶ δὴ τοίγʼ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον. ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος

937τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο εἰς ἅλα κεκλιμένη, ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταὶ ἀμφίδυμοι, κεῖνται δʼ ὑπὲρ ὕδατος Αἰσήποιο. Ἄρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·

942καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι. ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται, αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δʼ ὑπένερθεν τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.

947ἰσθμὸν δʼ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο ἀνέρες· ἐν δʼ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο Αἰνήτη. τοὺς δʼ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·

952τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες. ἔνθʼ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν. κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,

957κρήνῃ ὑπʼ Ἀρτακίῃ· ἕτερον δʼ ἕλον, ὅστις ἀρήρει, βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης. τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς

962Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο, καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι, ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι

967εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμέλοντο ἐμελοντο . δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν μῆλά θʼ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτʼ ἂν ἵκωνται ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.

972ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι, οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο· ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτις ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς

977θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν. ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτʼ ἀλέγυνε, βάλεν δʼ ἀπὸ δείματα θυμοῦ. ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τʼ ἐφετμάς·

982οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι. ἠοῖ δʼ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δʼ ἄρα τοίγε

987νῆα Χυτοῦ λιμένος προτέρω ἐξήλασαν ὅρμον· ἥδε δʼ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν. Γηγενέες δʼ ἑτέρωθεν ἀπʼ οὔρεος ἀίξαντες φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.

992ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας τόξον ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα

997Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες, πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας

1002ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν. ὡς δʼ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν, ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο

1007ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δʼ ὕπερθεν χέρσῳ τεινάμενοι· τοὶ δʼ ἔμπαλιν, αἰγιαλοῖο κράατα μὲν ψαμάθοισι, πόδας δʼ εἰς βένθος ἔρειδον, ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.

1012ἥρωες δʼ, ὅτε δή σφιν ἀταρβὴς ἔπλετʼ ἄεθλος, δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο. ἡ δʼ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι

1017ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρʼ ἐπέλασσαν αὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δʼ ἄρʼ ἔβησαν αὐτονυχί· ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη, ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν

1022ἔμμεναι· οὐδʼ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι. τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν. σὺν δʼ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν

1027ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τʼ ἐνὶ θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ. οὐδʼ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.

1032ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ ὀστέον ἐρραίσθη· ὁ δʼ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαι θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος.

1037ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν μαρνάμενον κείνοισι· πολεῖς δʼ ἐπαρηγόνες ἄλλοι ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα ἠδὲ Μεγαβρόντην· Σφόδριν δʼ ἐνάριξεν Ἄκαστος·

1042Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον. αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα. Ἴδας δʼ αὖ Προμέα, Κλυτίος δʼ Ὑάκινθον ἔπεφνεν, Τυνδαρίδαι δʼ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα

1047ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν. οἱ δʼ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δʼ ἀυτῆς

1052πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠῶθεν δʼ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω· στυγερὸν δʼ ἄχος εἷλεν ἰδόντας ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.

1057ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων, ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ

1062ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλο ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·

1067καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν

1072ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο· ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες. ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ

1077πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν. ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο

1082ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος

1087ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας. καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεν νηίου ἀφλάστοιο μετήορος ἀίξασα. τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν. κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν·

1092Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαι ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν

1097σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο· καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ, Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι

1102ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. ὤρνυτο δʼ ἐξ εὐνῆς κεχαρημένος· ὦρσε δʼ ἑταίρους πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.

1107αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην. οἱ δʼ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.

1112τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι· φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι· ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.

1117ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δʼ Ἄργος εὐκόσμως, καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,

1122αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται. βωμὸν δʼ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε,

1127οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.

1132πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας Αἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιν αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ

1137δύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο.

1142δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης. θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν

1147Δίνδυμον· ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτως ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δʼ ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω. καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων, μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ

1152ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν. ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας, κατὰ δʼ εὔνασε πόντον. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ

1157νῆα βίῃ· τὴν δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηέσιν ζαχρηεσι αὔραις, αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται, τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγε

1162πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης, ἐτίνασσε δʼ ἀρηρότα δούρατα νηός. ἀλλʼ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο Ῥυνδακίδας προχοὰς μέγα τʼ ἠρίον Αἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,

1167δὴ τότʼ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δʼ ἕζετο σιγῇ παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.

1172ἦμος δʼ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων, αὐτοῦ δʼ ἐν προμολῇ τετρυμένα γούνατʼ ἔκαμψεν αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·

1177τῆμος ἄρʼ οἵγʼ ἀφίκοντο Κιανίδος ἤθεα γαίης ἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατʼ, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν μῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν.

1182ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι· τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον· οἱ δʼ οἶνον κρητῆρσι κέρων, πονέοντό τε δαῖτα, Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.

1187αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας βῆ ῥʼ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,

1192ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο· τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι. ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην αὐτοῖσιν τόξοισιν, ἔδυ δʼ ἀπὸ δέρμα λέοντος. τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας

1197νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν, ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. ὡς δʼ ὅταν ἀπροφάτως ἱστὸν ἱστόν νεός, εὖτε μάλιστα

1202χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος, ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται· ὧς ὅγε τὴν ἤειρεν. ὁμοῦ δʼ ἀνὰ τόξα καὶ ἰοὺς δέρμα θʼ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.

1207τόφρα δʼ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι. δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν,

1212νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας, δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα. ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

1217βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον. ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. αἶψα δʼ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν

1222Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις, ὅσσαι κεῖσʼ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο, Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,

1227αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο, ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα

1232βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς, περὶ δʼ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δʼ ἥγε

1237λαιὸν μὲν καθύπερθεν ἐπʼ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶνʼ ἔσπασε χειρί, μέσῃ δʼ ἐνικάββαλε δίνῃ. τοῦ δʼ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,

1242δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθʼ ἵκοιτο. βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων, λιμῷ δʼ αἰθόμενος μετανίσσεται, οὐδʼ ἐπέκυρσεν ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες

1247ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν· ὧς τότʼ ἄρʼ Εἰλατίδης μεγάλʼ ἔστενεν, ἀμφὶ δὲ χῶρον φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή. αἶψα δʼ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι, μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες

1252μοῦνον ἐόντʼ ἐλόχησαν, ἄγουσι δὲ ληίδʼ ἑτοίμην. ἔνθʼ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δʼ ἄτην ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·

1257δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω. οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει. ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν, ἢ θῆρες σίνονται· ἐγὼ δʼ ἰάχοντος ἄκουσα. ὧς φάτο· τῷ δʼ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς

1262κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα. χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα. ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων

1267οὐδʼ ἀγέλης ὄθεται, πρήσσει δʼ ὁδόν, ἄλλοτʼ ἄπαυστος, ἄλλοτε δʼ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρων ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ· ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλεν συνεχέως, ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιο

1272τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ. αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο. οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς

1277εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας. κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆς γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην. ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί,

1282καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ, τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς

1287οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον Αἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ θυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν· ἧσʼ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦεν Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν,

1292ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο. ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε

1297ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν, εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,

1302σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω χερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,

1307ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν, κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο. καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·

1312ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;

1317Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους, ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο

1322πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν. ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·

1327ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·

1332Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν εἴ τί περ ἀασάμην· πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλʼ ἀνέμοισιν δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·

1337ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι. ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω, πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων, οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,

1342ἀλλʼ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφʼ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι. ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο

1347Εἰλατίδης Πολύφημος· ὁ δʼ Εὐρυσθῆος ἀέθλους αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδʼ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστους

1352υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο, μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί, κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας,

1357οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι. Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητο ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλʼ εὐρεῖαν ἐσιδέσθαι

1362φρασσάμενοι, κώπῃσιν ἅμʼ ἠελίῳ ἐπέκελσαν

Book 2

1ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν· ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,

6μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν, τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον·

11Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου

16πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη. ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐοντας εἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή.

21αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε· ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι. ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας,

26ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν. ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος

31λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες

36ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν χωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος

41ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας

46πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.

51τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα· τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω

56αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι. ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν.

61ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο, τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν

66νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης

71τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴα δηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν

76ἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσας πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων, στῆ ῥʼ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες

81θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηται δοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν καὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων ἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.

86στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε. ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον. ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς,

91βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν χεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη, κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυν τυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσω

96ῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησαν ἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός. οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος· ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.

101τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγανʼ ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασʼ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δʼ ἑκάτερθεν ἔνθα καὶ ἔνθʼ ὤμοισιν ἐπʼ ἀμφοτέροις ἐκεάσθη. αὐτὸς δʼ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,

106τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δʼ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί, δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή. Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων

111οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δʼ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷα Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,

116οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχʼ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο. καὶ τότʼ ἄρʼ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς αἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ

121ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων. ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,

126μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν, πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως στείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες

131ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν· ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθεν

136εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες· νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο πῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.

141αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης. οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον· ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν· Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,

146εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσεν. ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα οὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλʼ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.

151ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν· μάλα δʼ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος. ὧς ἄρʼ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο. καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τʼ ἀνδρῶν

156οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τινʼ ὕπνος εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν. ξανθὰ δʼ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσιʼ ἀνῆπτο,

161Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα. ἦμος δʼ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,

166δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληίδα τʼ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι, πνοιῇ δινήεντʼ ἀνὰ Βόσπορον ἰθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός,

171αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγʼ ἔμπης στόρνυται, εἴ κʼ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,

176ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δʼ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν. ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν

181Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν, ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ

186θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι Ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.

191καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων

196θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιο ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς

201ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον. ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπʼ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν, ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος.

206οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν· κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ οἵδʼ ὑμεῖς, οὓς δὴ δή κρυερῇ βασιλῆος ἐφετμῇ

211Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων. ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς

216ἀνδράσι, Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὔτως. οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺς

221λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω· πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι. ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα

226αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται. τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς· οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,

231οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο υἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,

236εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ· τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον

241ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο. δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπεν Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος· Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται;

246ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν; ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ

251ἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς, μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·

256σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρ καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθεν δαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν,

261ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς. τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον. αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφω στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.

266καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς· αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντες ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇ

271πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην

276νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας αἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν. ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν

281ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας· ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν. καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,

286εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν· οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.

291ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα

296σώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι νήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.

301τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς

306ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·

311κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν

316μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,

321ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες

326πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ δή πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται,

331μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι

336θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Ἀργώ.

341ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι· μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι. καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε

346σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.

351κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει, δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων

356ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος. ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται. ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,

361πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο

366ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος

371κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,

376ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,

381δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος

386λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο. ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι

391μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασιν Μάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν·

396Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶ πείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο

401Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπʼ ἄκρης πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,

406ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ, οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε. ὧς ἄρʼ ἔφη· τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας. δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δʼ ἔειπεν ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι·

411ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις τάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.

416πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. ὧς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν· ὦ τέκος, εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,

421θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης· μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.

426ὧς φάτʼ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δʼ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δʼ ἱεμένοισιν, ἔτʼ ἄσπετον ἐκ καμάτοιο

431ἆσθμʼ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι, ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν, αἱ δʼ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι

436αὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν· ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δʼ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·

441εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην. ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν· Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος ἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.

446ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν. ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη Ἠριγενής· τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντο

451ἀνέρες, οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον, αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δʼ ἀπὸ πήματʼ ἔλυσεν μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.

456σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν. πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,

461οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας. τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν πέμφʼ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι

466ἧκεν ἐποτρύνας. τοῦ δʼ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα· ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν, οὐδʼ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδʼ ἀνὴρ τοῖος ἐὼν δεῦρʼ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.

471εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν· ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρει κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι. ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν

476ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε

481ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος. τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν, ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷ

486ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι. ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖο ἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι. ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ

491ἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων, ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος. ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο. κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον.

496ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός, τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο. ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ. Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο

501μῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν· εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις, αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.

506ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες. τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δʼ ἔνεικεν νηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι.

511τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν· καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσʼ ἐνέμοντο ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴν Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.

516ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους Σείριος, οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν, τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο λοιμοῦ ἀλεξητῆρα. λίπεν δʼ ὅγε πατρὸς ἐφετμῇ Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας

521Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης, καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο, ἱερά τʼ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δʼ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι

526ἤματα τεσσαράκοντα· Κέῳ δʼ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς. καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.

531ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγε δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς

536Εὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν. οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες· αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν.

541ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ

546ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς. οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,

551δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί, δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς

556Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.

561σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντες ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶν ἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ

566ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ. κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθης λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.

571νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δʼ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δʼ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγʼ ἴαχον· ἔβραχε δʼ αὐτὸς Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις ἄνδιχα. τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ

576πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δʼ αἰνότατον δέος εἷλεν πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος. ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν

581κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δʼ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,

586ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο. Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δʼ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,

591δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων. ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα, ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ προπροκαταΐγδην κοίλης ἁλός. ἐν δʼ ἄρα μέσσαις

596Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δʼ ἑκάτερθεν σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα. καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ.

601ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν

606ἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·

611ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη, ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι. Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,

616εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν, μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς. ἦ ῥʼ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε

621μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν· Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι; ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο αὐτίκʼ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον

626νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δʼ, ὅτʼ ἐπʼ ἠπείροιο βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.

631αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύεις οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο

636καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδιʼ ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω. ὧς φάτʼ ἀριστήων πειρώμενος· οἱ δʼ ὁμάδησαν θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη κεκλομένων, καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν·

641ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρων στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλʼ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτʼ ὀπίσσω

646ἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα. ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων, εἰρεσίῃ δʼ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,

651ἄκρην δʼ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν, τῇ δʼ ἄρʼ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν Διψακὸς υἷʼ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν, ὁππόθʼ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο· τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις

656ἥνδανεν, ἀλλʼ ἐθελημὸς ἐφʼ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων. τοῦ μέν θʼ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην δερκόμενοι παράμειβον, ὁμῶς δʼ ἐπὶ ἤματι νύκτα

661νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν. οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν ἐργατίναι μογέουσι βόες, περὶ δʼ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ

666αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δʼ ἐνὶ γαίῃ χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται. τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά. ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον, οὔτʼ ἔτι λίην ὀρφναίη πέλεται, λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶ

671φέγγος, ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν, τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε. τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν τῆλʼ ἐπʼ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,

676ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι· λαιῇ δʼ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δʼ ὑπὸ ποσσὶν σείετο νῆσος ὅλη, κλύζεν δʼ ἐπὶ κύματα χέρσῳ.

681τοὺς δʼ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ βῆ ῥʼ ἴμεναι πόντονδε διʼ ἠέρος· ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·

686εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος τήνδʼ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν, βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δʼ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,

691δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι. ἀλλʼ ἵληθι ἄναξ, ἵληθι φαανθείς. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν· οἱ δʼ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες

696εἴ κέ τινʼ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.

701ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο, καλὸν Ἰηπαιήονʼ Ἰηπαιήονα Φοῖβον μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς· ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο

706Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν, κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς. ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι, αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δʼ αὐτὴ Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.

711πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες, θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι· ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ, λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν

716ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο, ἁπτόμενοι θυέων· καί τʼ εἰσέτι νῦν γε τέτυκται κεῖσʼ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥʼ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες. ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότʼ ἔπειτα

721ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν. ἔνθεν δʼ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες

726ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν. ἠῶθεν δʼ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο. ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν, εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δʼ ὑπὸ πέτραι

731λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπʼ ἀκροτάτῃ πεφύασιν. ἐκ δʼ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστʼ Ἀίδαο

736ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο. σιγὴ δʼ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην,

741ἀλλʼ ἄμυδις πόντοιό θʼ ὑπὸ στένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν, ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.

746τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ ῥʼ οἵγʼ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης

751εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν. οὐδʼ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο, καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον· ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι.

756αὐτὸν δʼ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγʼ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖνʼ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,

761δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν. Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομʼ ἑκάστου σφωιτέρων μυθεῖθʼ ἑτάρων, Πελίαό τʼ ἐφετμάς, ἠδʼ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν, ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν· ἐτελεσσαν·

766Μυσίδα δʼ ὡς ἀφίκοντο Κίον θʼ, ὅθι κάλλιπον ἥρω Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τʼ ἐδάιξαν, καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε, ἠδʼ ὡς Κυανέας πέτρας φύγον, ὥς τʼ ἀβόλησαν

771Λητοΐδῃ κατὰ νῆσον. ὁ δʼ ἑξείης ἐνέποντος θέλγετʼ ἀκουῇ θυμόν· ἄχος δʼ ἕλεν Ἡρακλῆι λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα· ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετʼ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν

776Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδʼ ἐσιδών, ὅτε δεῦρο διʼ Ἀσίδος ἠπείροιο πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης· ἐμὲ δʼ εὗρε νέον χνοάοντα ἰούλους. ἔνθα δʼ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος

781ἡμετέρου Μυσοῖσιν ὑπʼ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τʼ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασʼ ὀδόντας.

786αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας, φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ, ἔστʼ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης· Παφλαγόνες τʼ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως,

791ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τʼ Ἀμύκοιο τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος, δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρʼ ἐβάλοντο οὖρα βαθυρρείοντος ὑφʼ εἱαμεναῖς Ὑπίοιο.

796ἔμπης δʼ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι ἤματι τῷδʼ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα, Τυνδαρίδην Βέβρυξιν, ὅτʼ ἀνέρα κεῖνον ἔπεφνεν. τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι, τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεδανοῖσιν

801ἀνδράσιν, εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δʼ ἰόντος, ἦ τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε ἀνδράσιν, ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.

806νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης εἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται· καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν, πίονας εὐα·ρότοιο γύας πεδίοιο ταμοίμην.

811ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο. ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες· καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρίʼ ὀπάσσας δῶρα φέρειν· ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι. ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα

816Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι· κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ

821νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος. αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο νίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν

826ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας

831οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα· τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα, ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων. ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,

836ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα, ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.

841καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι, νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,

846τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι, ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.

851τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν

856αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος, εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος. ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,

861ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος. καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη

866θάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν· Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος

871ἴδριν ἐόντα ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν. τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω. ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν, τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει

876ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα, θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου. ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν. αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν· δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;

881οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο· ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ, καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης· ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν·

886Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν; οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι, οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην, εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο

891ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας. ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ.

896τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων. Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.

901καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα,

906Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας, ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.

911ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο, ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι— βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς. οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ

916Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.

921καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,

926χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν

931νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.

936καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν. νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες

941σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι νύκτα.

946αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς. δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.

951ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν. ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο

956υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον· οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες· οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί,

961Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν, ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷ γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.

966ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω. τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,

971κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν. τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή.

976ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι. ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι· αἰεὶ δʼ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα

981ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν, ὅππῃ ὑπεξαφύονται· ὁ δʼ ἀμφαδὸν ἄμμιγα παύροις πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην. καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν

986ὑσμίνην, καὶ δʼ οὔ κεν ἀναιμωτί γʼ ἐρίδηναν— οὐ γὰρ Ἀμαζονίδες μάλʼ ἐπήτιδες, οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο· ἀλλʼ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει· δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε

991νύμφης, ἥ τʼ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας, ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα— εἰ μὴ ἄρʼ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο ἤλυθον· οἱ δʼ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν, ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.

996οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλʼ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον· νόσφι μὲν αἵδʼ αὐταί, τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο, νόσφι δʼ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δʼ ἄλλῳ

1001νυκτί τʼ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο. τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες

1006ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρην γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.

1011ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,

1016ᾗ ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·

1021ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.

1026αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τι θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν. τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν

1031νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο, ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν

1036ἧκʼ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳ δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης, ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο

1041λυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.

1046τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο· νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι

1051μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε, πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα. ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων

1056δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν· αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,

1061ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν.

1066εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο

1071φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον· τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν. ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·

1076ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή. οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ

1081χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες

1086ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον· ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι

1091ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι; υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου, Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται

1096πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο· αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν

1101τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν· νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.

1106οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως. ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν. ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες

1111δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον

1116καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου νύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ

1121λῆξεν ἅμʼ ἠελίῳ· τάχα δʼ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον· Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν. πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι

1126νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν, ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες. τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε, δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.

1131ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε Ξεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τε καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν, μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·

1136ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει, αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην. τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·

1141Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαι ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί, Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο, κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.

1146τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδη

1151γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν· ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,

1156τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον. ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν· ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες

1161λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα. Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν. Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο. ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν.

1166νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι. ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος, μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο

1171ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο. οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο, μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·

1176ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο, δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων· Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.

1181ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον· ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν,

1186εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ

1191στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.

1196ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι· ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς

1201σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει

1206σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,

1211ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.

1216ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε· μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους

1221ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.

1226ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος· ἱστία δʼ ἤειραν, τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιο τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.

1231νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον· ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτʼ ἐν Ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπʼ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν, Ῥείην ἐξαπαφὼν ἐξαπαφών παρελέξατο· τοὺς δʼ ἐνὶ λέκτροις

1236τέτμε θεὰ μεσσηγύς· ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ· ἡ δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθʼ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,

1241ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τʼ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.

1246καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.

1251τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης λαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,

1256δηρὸν δʼ. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴρ οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο

1261Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου. αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ

1266καχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης, ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.

1271αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς Γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.

1276αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν· Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι, εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο, εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.

1281ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεν νισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο. ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.

Book 3

1εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.

6ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·

11αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο, ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.

16ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν, Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει

21θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω

26παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,

31καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.

36ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.

41ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· πυρός` ἡ δʼ ἄρα μούνη ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις

46κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο, εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.

51τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων; τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·

56Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα.

61τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.

66καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν

71χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.

76ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα, καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω

81ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγόρευσεν· οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ

86παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν·

91Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,

96αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην

101ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν, πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.

106ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.

111ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ βῆ ῥʼ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, οὐκ οἶον, μετὰ μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς

116οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. καί ῥʼ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,

121ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας

126βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;

131εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι, σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο

136χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,

141ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.

146μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·

151ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς, ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.

156αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος

161οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε

166ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·

171ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν. ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.

176ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι· αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο, υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους. πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας, εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,

181ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς. μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,

186τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν ἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο

191μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν, Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει. ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο πασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.

196καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαι ὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαο σκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ

201ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν, τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι,

206ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα

211ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος

216εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν

221ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ἥφαιστος. καί ῥʼ ἡ μὲν ἀναβλύεσκε γάλακτι, ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν

226θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων

231ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ

236δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν, κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·

241ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα

246ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν— Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν

251ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα— καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι

256ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες

261τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,

266ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε; ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε, ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο, Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο

271ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος,

276τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν

281ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο

286καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.

291ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει·

296τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,

301ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,

306πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν

311Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν, εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται

316ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι

321ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας

326εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα, αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν, οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες

331ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,

336πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,

341οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν, τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ

346νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει

351χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.

356τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες·

361Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις, δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,

366ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει·

371ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας,

376σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,

381οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·

386Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας, οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.

391δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσίην θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.

396Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν, ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι, ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·

401ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω,

406ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος, τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·

411τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν, ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων

416κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην παύομαι ἀμήτοιο. σὺ δʼ, εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς

421ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·

426ὀψὲ δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,

431ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,

436ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο, αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν. Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων, Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος

441οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο. θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,

446κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειρος ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο. καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.

451αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ ὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο, οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε

456ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπαν

461ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν· ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον· τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,

466ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη, οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.

471ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν· Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·

476πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν. τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς

481δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος. Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν· ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.

486βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·

491τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον· ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο. φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι

496ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι· δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο

501βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος, δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·

506ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο, ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·

511εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος. ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·

516σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο· σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.

521οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου· ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τινʼ οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν. τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ

526τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,

531τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες μνησάμεθʼ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,

536μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμην ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην. ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.

541τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν· ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·

546οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνις

551πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε. Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς

556μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας, δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε· ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι, οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας

561καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων; ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.

566χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν· Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν, στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν

571μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν. ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

576αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων. στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,

581δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων

586ξείνων μειλιχίῃ μελιχίη τε θεουδείῃ τʼ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν

591ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς

596ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο, χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·

601τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν φράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο· ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.

606καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι ἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ. τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο, Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν,

611Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

616κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι. τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,

621οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι· σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,

626οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,

631εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησαν χωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸν ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν·

636δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.

641ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος. ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,

646νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν

651εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

656ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει· τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω

661δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν

666δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα· Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶν ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασα

671ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη κέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς· ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν· Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις; τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;

676ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων δῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίης πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.

681ὧς φάτο· τῆς δʼ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν. μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο. πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν·

686φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω· ὀψὲ δʼ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες· Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ. τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ

691λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα θείη, μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο. φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη

696δείματι, τοῖʼ ἐσάκουσεν· ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν· καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.

701λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς. ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ·

706νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν, σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸν ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴ λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν. τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·

711δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθεν

716Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο, μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν. φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν· οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,

721παίδων εἵνεκʼ ἐμεῖο; καὶ ἐκ κείνοιο δʼ ἱκάνει Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς· μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα. ὧς φάτο· τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, φοινίχθη δʼ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς

726εἷλεν ἰαινομένην, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν· Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται, ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο, εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων

731σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν, κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.

736ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων. ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις

742αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι. νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης

747ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.

752πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη

757ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα· ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ

762τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων

767δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή· αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε· δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;

772πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς

777ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω; τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;

782ἦ μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα; δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαΐη· ὁ δʼ ἐμῇ ἰότητι σαωθεὶς

787ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτʼ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω

792κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,

797μαργοσύνῃ εἴξασα. τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾤ μοι ἐμῆς ἄτης. ἦ τʼ ἂν πολὺ κέρδιον εἴη τῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.

802ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο. ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως, αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε

807φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο. ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι

812θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα.

817καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.

822πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι. ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

827αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς. ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ

832νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν· ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν

837θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

842οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην· ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν

847κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε

852αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃ

857σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,

862Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν. μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.

867τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης· σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην

872δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,

877ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης· τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς

882ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.

887αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς, νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα, δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν· ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησα

892μὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται. ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,

897εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην. καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.

902Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται. τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.

907αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.

912ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Ἄργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος

917Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν, οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,

922οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.

927ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα, τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·

932Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,

937οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις

942Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι, τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.

947ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω. οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντινʼ ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτʼ ὄσσε

952ἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη

957ὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν· ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.

962ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.

967τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε

972μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον· τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα; οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν

977ἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον, ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες, χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,

982ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·

987ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου. σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,

992οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες ἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν· τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.

997δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη, ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο. ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ

1002ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας

1007ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι. ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,

1012ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι. προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς. καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·

1017τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰς ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.

1022ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδον αἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη· φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν.

1027εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν

1032βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο, λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.

1037ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.

1042ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω

1047καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.

1052αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,

1057λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ, καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,

1062ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι. ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην

1067ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς· μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι, οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν

1072δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις· ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο, ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην, ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.

1077ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα· καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον

1082Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην, ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς

1087Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι

1092πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα, Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,

1097ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις; αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.

1102ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ· Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας

1107Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε. ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι, μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,

1112ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο· ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι, ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην

1117ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν. ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν· δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.

1122εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν, οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε

1127καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,

1132ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη, ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν.

1137ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην. ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,

1142εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα· ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες. ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν

1147πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι· ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν. ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

1152αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης, καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·

1157ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο. ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν· ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

1162οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ. Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη, ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.

1167οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο. αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,

1172εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα, σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν

1177κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ Κάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν, πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων

1182ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι. καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,

1187Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο· τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν

1192ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων· Νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,

1197βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ, σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν

1202ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.

1207πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.

1212καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε

1217ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς

1222ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας

1227σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα· χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος

1232δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς

1237βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης

1242ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο, καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις, Πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων

1247φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.

1252αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ

1257σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθεν χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι. ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει·

1262τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων. φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι

1267ἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,

1272ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,

1277τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον, νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων

1282καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι. παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν

1287ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας. βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,

1292ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε, εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω

1297μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν· οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες. ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν, πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς,

1302δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο. καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας

1307εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ, ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα

1312τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς. θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν— ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.

1317αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων

1322πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ ῥʼ ὑπὸ μέσσας ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,

1327λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ ἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω,

1332σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι. δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας

1337ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες

1342ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι, τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα. καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς

1347γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν· γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας

1352θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο. οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν

1357Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα. ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη

1362τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων, λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες

1367αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν. τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·

1372τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν.

1377οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα· τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν, γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην

1382ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας, τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,

1387δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας, ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ

1392ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν. πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,

1397ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·

1402τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι. ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.

1407ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

Book 4

1αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι, ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων.

6ἤτοι ὁ μὲν δήμοιο μετʼ ἀνδράσιν, ὅσσοι ἄριστοι, παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ Αἰήτης ἄμοτον κεχολωμένος· οὐδʼ ὅγε πάμπαν θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.

11τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα.

16τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη,

21φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς, εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο.

26κύσσε δʼ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ κάλλιπε παρθενίης, ἀδινῇ δʼ ὀλοφύρατο φωνῇ· τόνδε τοι ἀντʼ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,

31μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ· χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος, ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι. ὧς ἄρʼ ἔφη· βλεφάρων δὲ κατʼ ἀθρόα δάκρυα χεῦεν. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο

36ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα, οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο, ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.

41τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες, ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους, λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ

46ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις

51ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς, ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη

56ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω, οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς, μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ

61φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης, καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.

66ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο, ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ

71ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων, Φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου

76Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,

81υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν· ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς ὑμέας Αἰήταο, πρὸ γάρ τʼ ἀναφανδὰ τέτυκται πάντα μάλʼ, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλʼ ἐπὶ νηὶ

86φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις, ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης, ποίησαι· μηδʼ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν

91χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης. Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν ἦκʼ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε· δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,

96Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν, εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει

101νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρʼ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο. ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαν νῆα· πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν

106ἦεν ἀριστήων· ἡ δʼ ἔμπαλιν ἀίσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων θάρσυνέν τʼ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν. ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα

111ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν· τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησαν ποιήεντʼ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται

116εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν, νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος. ἐγγύθι δʼ αἰθαλόεντα πέλεν πελεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος, ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν

121Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος

126ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.

131ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο, ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.

136δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,

141ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη,

146Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν

151γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.

156ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω

161κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας, κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων

166ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων

171γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν,

176τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε

181εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. Ἠὼς μέν ῥʼ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος

186ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν. Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν· μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.

191ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες, εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης

196αὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο. ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας

201ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ, ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.

206ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς

211σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο. ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δὲ δέ πόντου κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,

216ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο; ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας, κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν

221ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο, σκαιῇ μέν ῥʼ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν

226νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν, καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ

231εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν, ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα, ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.

236ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι νῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο, αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶν ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.

241οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται, ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν Παφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο.

246ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου,

251ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν, ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτο

256πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν· Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.

261οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται, οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι πευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες, Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς

266χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν, ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο, μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν, καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει

271ὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστη νάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν,

276ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε τῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν, οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται, κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν

281ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο, εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι· Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν

286εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους, ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν

291σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα, γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν. ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες

296στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν. γηθόσυνοι δὲ Λύκοιο κατʼ αὐτόθι παῖδα λιπόντες λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο, οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν

301γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο. Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες, Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν· ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν

306Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη, τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,

311στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο

316τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας. οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο, οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,

321οὔτʼ οὖν Γραυκένιοι, οὔθʼ οἱ περὶ Λαύριον ἤδη Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες. αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο, ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα

326βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο, δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.

331τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· ἐν δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο, βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.

336ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,

341κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους, ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν, εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· αὐτὰρ Μήδειάν γε—τὸ γὰρ πέλεν ἀμφήριστον—

346παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου, εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων, εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν, εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,

351δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον· Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν

356ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν ἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι

361πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.

366ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη, εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην

371σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι, ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.

376σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός; ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,

381ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο; μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις, ᾗ ἐπικυδιάεις. μνήσαιο δὲ δέ καί ποτʼ ἐμεῖο, στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης

386αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον, νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.

391ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι, ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν· ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ.

396ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος, ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται, Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί, οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο.

401αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ, μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν

406Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος, ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι. Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον·

411φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων· αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι

416μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν, ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω, κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.

421ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα, οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ

426δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ· ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων, οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,

431ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο ἐγκατελεκτο ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,

436θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν, ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ

441υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα. σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,

446ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ

451Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς. ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.

456αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας, νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου· οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης

461χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο, γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη

466ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον, πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.

471τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν

476ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος, τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων, ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ

481κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες, τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν, Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι

486φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς

491δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον· ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας

496εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.

501ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν, ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,

506ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος, ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν.

511ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο, ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο·

516οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο, τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν, ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται, ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ

521νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. ἥρωες δʼ, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων, δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματʼ ἔδησαν Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι

526οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον Ὑλλῆες· πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον, μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ

531ἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆς ναυτιλίης· πέπρωτο δʼ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν, μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν. τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν

536οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο. οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο Μάκριν τʼ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,

541νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρην Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο, νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον. οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ ναίειν, κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο·

548βῆ δʼ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον ἥρως Ναυσίθοος· τόθι δʼ εἵσατο, καί μιν ἔπεφνον Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν. ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν

553Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι; αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο

558Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν. Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν· ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες

563τηλόθι· τὰς δʼ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι, Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια. αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο, ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,

568ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης, ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. τῇ δʼ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,

573αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ Ἀτλαντὶς ναίεσκε· τὰ δʼ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς ἀμφʼ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθʼ Ἥρη.

578μηδομένη δʼ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δʼ ἄφνω ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥʼ ἀνὰ μέσσην

583στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. τοὺς δʼ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο

588νηλέα νίψειεν· Πολυδεύκεα δʼ εὐχετάασθαι Κάστορά τʼ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα. ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δʼ ἀνόρουσαν

593Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δʼ ἔχεν ἄλλους ἥρωας Μινύας. ἡ δʼ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο· ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ

598ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περ τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς

603φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν, μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε, αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·

608εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο, δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο, ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο

613ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν, ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.

618καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται. τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο, οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον

623τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο· νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο. ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,

628ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,

633τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ

638κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.

643ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν

648ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν. μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο

653ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·

658ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται. καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην

663εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν, οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·

668τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν, χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,

673οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,

678οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα, οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος

683Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο. ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι, χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.

688ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην. ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.

693τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται, ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας, ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε

698ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο, ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει, ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται

703νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις

708μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν

713καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.

718αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν, καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν. ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες

723αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν· ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν, αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν. πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι

728ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τε τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην. ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν, κατελεξεν, Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους

733ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις, ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς, ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς σὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης

738μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον. ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.

743ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο, ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ· ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν· μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε

748αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν. ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.

753οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν· Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,

758εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν, δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιο χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·

763εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν, Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει· καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρη

768τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω, ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται. ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳ Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.

773πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι. δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆς αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν

778Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο, τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην· ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·

783κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν. οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως Αἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου, οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,

788κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν. νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα ἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,

793οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν, ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν. ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα, ἠλεύω· ὁ δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,

798μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν. ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν, εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,

803δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι ἀθανάτων, ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας, τέκνα τε φιτύσαιο· θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσα

808πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς. ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο

813νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος, χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης· σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, ἠδʼ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται; ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.

818ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν, νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται Φαιήκων λιμένας· σὺ δʼ ἀκηδέα μήδεο νόστον.

823δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασιν μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις. μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν, ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,

828Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν, μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν λεκτοὺς ἡρώων δηλήσεται. ἀλλʼ ἔχε νῆα κεῖσʼ, ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου.

833ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ· εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τʼ ἂν ἔγωγε θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.

838ἀλλʼ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν, ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσιʼ ἀνῆπται, ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι. ἦ, καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις

843κυανέου πόντοιο· κάλει δʼ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηίδας· αἱ δʼ ἀίουσαι ἤντεον ἀλλήλῃσι· Θέτις δʼ ἀγόρευεν ἐφετμὰς Ἥρης· αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας. αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων

848ἠελίου, ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης, σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος, ἔστʼ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο. τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶν τερπομένους· ἡ δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης

853Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης· οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον, ἀλλʼ ἄρα τῷγε οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε· μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες, ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,

858Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν, νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται, ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτʼ ἂν ἴδηαι

863ἀντομένην σὺν τῇσι· νόῳ δʼ ἔχε, μή με χολώσῃς πλεῖον ἔτʼ, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας. ἦ, καὶ ἔπειτʼ ἀίδηλος ἐδύσατο βένθεα πόντου· τὸν δʼ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτʼ ἰοῦσαν ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν

868χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος. ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δʼ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.

873αὐτὰρ ὅγʼ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν παῖδα φίλον σπαίροντα διὰ φλογός· ἧκε δʼ ἀυτὴν σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δʼ ἀίουσα τὸν μὲν ἄρʼ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα, αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτʼ ὄνειρος,

878βῆ ῥʼ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον χωσαμένη· μετὰ δʼ οὔτι παλίσσυτος ἵκετʼ ὀπίσσω. τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις. οἱ δʼ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους

883ἐσσυμένως, δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο, τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν, ὡς τὸ πάροιθεν. ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς, δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο

888εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης. νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι

893Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο. τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον

898ἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν, ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι. αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο, τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς

903ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δʼ ἀπὸ νηὸς ἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι, εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,

908ὄφρʼ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ κρεγμῷ· παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ. νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα πρυμνόθεν ὀρνύμενον· ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν. ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων

913προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς· νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη, σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων, ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

918Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσεν πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην. οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δʼ ὄπαζον κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν. τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·

923τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις· ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης, καπνῷ δʼ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς

928ἔδρακες ἠελίοιο. τότʼ αὖ λήξαντος ἀπʼ ἔργων Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν. ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δʼ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.

933ὡς δʼ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτʼ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται· ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο

938Ἀργῴῃ περὶ νηί, Θέτις δʼ ἴθυνε κέλευθον. καί ῥʼ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον, αὐτίκʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας, ὑψοῦ ἐπʼ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς ῥώοντʼ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.

943τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν, αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον, ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.

948αἱ δʼ, ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί, δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα ἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχρονίην· ἡ δʼ οὔποτε πίλναται οὔδει·

953ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ. τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας

958Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δʼ Ἀθήνῃ βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν. ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα, τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι

963νῆα διὲκ πέτρας πολυηχέας· οἱ δʼ ἀνέμοιο αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δʼ ἄμειβον Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο. ἔνθʼ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν δῦνον, ἐπεί ῥʼ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.

968τοὺς δʼ ἄμυδις βληχή τε διʼ ἠέρος ἵκετο μήλων, μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατʼ ἔβαλλεν. καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο, ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·

973Λαμπετίη δʼ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ βοσκομένας ποταμοῖο παρʼ ὕδασιν εἰσορόωντο ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι

978εἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον. καὶ μὲν τὰς παράμειβον ἐπʼ ἤματι· νυκτὶ δʼ ἰούσῃ πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο

983ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος, ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι, οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.

988Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ, Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι, Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.

993τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.

998καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο, τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας

1003Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.

1008ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν

1013Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.

1018ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο, ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν

1023τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε, πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε

1028καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι

1033ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας, ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·

1038ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν

1043Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς αὐτους . σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ

1048αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν, κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.

1053ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο, ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν, φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.

1058στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος, ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει

1063ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.

1068τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν, κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·

1073ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη

1078αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν

1083πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων, ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις, κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν, τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι

1088παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη, πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ,

1093ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·

1098Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις, λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.

1103καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν

1108οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω. ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες

1113ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,

1118παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο, ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν

1123Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.

1128αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν, ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες, αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν, κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων

1133ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν, εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,

1138καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο

1143τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην

1148αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.

1153κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,

1158κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν, ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο,

1163νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.

1168τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν

1173ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ

1178σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων

1183βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρτιν· ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου

1188κίρνασθαι· θυέων δʼ ἀποτηλόθι κήκιε λιγνύς. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες, μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων

1193εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο, ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε

1198οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον, Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,

1203ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες, καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,

1208ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν, δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον, εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,

1213ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται

1218καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Ἀπόλλωνος βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν Ἀρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.

1223ἤματι δʼ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δʼ οὖρος ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δʼ ἀνέμοιο πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν, ὄφρʼ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.

1228ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα· καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα

1233μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντο προπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι. πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο

1238τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη· ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγε πλυμμυρίς—καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς

1243λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο. οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα, τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν,

1248οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν· τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι ἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιο

1253δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη

1258πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο. ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν· Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξις ἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι

1263τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη

1268νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν. νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμη ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα. τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι

1273ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος φαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι. ὧς φάτο δακρυόεις· σὺν δʼ ἔννεπον ἀσχαλόωντι

1278ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δʼ ἄρα πᾶσιν παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς. οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τινʼ ὄμβρον

1283ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα, ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτʼ ἐπάγῃσιν οὐρανόθεν, τὰ δὲ λαμπρὰ διʼ ἠέρος ἄστρα φαείνοι·

1288ὧς τότʼ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δʼ αὐτίκʼ ἐρεμνὴ ἕσπερος. οἱ δʼ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵνʼ ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.

1293βὰν δʼ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι· ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτʼ ἔπι πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.

1298ὡς δʼ ὅτʼ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί· ἢ ὅτε καλὰ νάοντος ἐπʼ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα·

1303ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπʼ ἀέθλῳ·

1308ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτʼ Ἀθήνην, ἦμος ὅτʼ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφʼ ὕδασι χυτλώσαντο. ἔνδιον ἦμαρ ἔην, περὶ δʼ ὀξύταται θέρον αὐγαὶ

1313ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο ἔσταν, ἕλον δʼ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον. αὐτὰρ ὅγʼ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματʼ ἔνεικεν, δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·

1318κάμμορε, τίπτʼ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι; ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα ὑμετέρων καμάτων, ὅσʼ ἐπὶ χθονός, ὅσσα τʼ ἐφʼ ὑγρὴν πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργʼ ἐκάμεσθε. οἰοπόλοι δʼ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,

1323ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλʼ ἄνα· μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο· ἄνστησον δʼ ἑτάρους. εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ, δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴν

1328ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα· καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε. ὧς ἄρʼ ἔφαν, καὶ ἄφαντοι ἵνʼ ἔσταθεν, ἔνθʼ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων παπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός, ὧδέ τʼ ἔειπεν·

1333Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ οὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων. ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,

1338αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τʼ ἀνʼ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ φθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι· δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν βουπελάται τε βοῶν· τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθη

1343ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο. ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα· κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,

1348στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι, ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καί μʼ ἐκέλοντο αὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα·

1353μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι

1358ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες· καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.

1363ὧς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες. ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη. ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος, ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις· ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην

1368ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα· ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι· μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν

1373νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν. ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.

1378οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δʼ ἡμῖν σημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης. ὧς ηὔδα· πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις· Μουσάων ὅδε μῦθος· ἐγὼ δʼ ὑπακουὸς ἀείδω Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,

1383ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων, ᾗ βίῃ ᾗ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους νῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε, ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα ἤμαθʼ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν

1388τίς κʼ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ τῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.

1393Λυσσαλέοις δἤπειτʼ ἴκελοι κυσὶν ἀίσσοντες πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδʼ ἐμάτησαν πλαζόμενοι· ἷξον δʼ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα

1398χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι. δὴ τότε δʼ ἤδη τῆμος ὑφʼ Ἡρακλῆι δαϊχθεὶς μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δʼ ἄκρῃ οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν

1403ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος· ἐκ δὲ λιπόντων ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν μυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο. ἀγχοῦ δʼ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι ἀργυφέας ξανθῇσι λίγʼ ἔστενον· οἱ δʼ ἐπέλασσαν

1408ἄφνω ὁμοῦ· ταὶ δʼ αἶψα κόνις καὶ γαῖα, κιόντων ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δʼ Ὀρφεὺς θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν· δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι, εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,

1413εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθε νύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο, δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν

1418αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν, δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες. ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρον

1423ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶ βλάστεον ὅρπηκες· μετὰ δʼ ἔρνεα τηλεθάοντα πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο. Ἑσπέρη αἴγειρος, πτελέη δʼ Ἐρυθηὶς ἔγεντο·

1428Αἴγλη δʼ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δʼ Αἴγλη μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας· ἦ ἄρα δὴ μέγα πάμπαν ἐφʼ ὑμετέροισιν ὄνειαρ

1433δεῦρʼ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων οἴχετʼ ἀειράμενος· στυγερὸν δʼ ἄχος ἄμμι λέλειπται. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ·

1438νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμόν, ἀδέψητον· στιβαρὸν δʼ ἔχεν ὄζον ἐλαίης τόξα τε, τοῖσι πέλωρ τόδʼ ἀπέφθισεν ἰοβολήσας. ἤλυθε δʼ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων, δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδʼ ἀνὰ χῶρον,

1443ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι. ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης· τὴν ὅγʼ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν, λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δʼ ἀθρόον ἔβλυσεν ὕδωρ. αὐτὰρ ὅγʼ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας

1448ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη. ὧς φάτο· τοὶ δʼ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρʼ ἐπέκυρσαν. ὡς δʼ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται

1453γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι ἀμφʼ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι ἄπλητον μεμάασιν ἐπήτριμοι· ὧς τότʼ ἀολλεῖς πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον. καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·

1458ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα διʼ ἠπείροιο κιόντες. ἦ, καὶ ἀμειβομένων, οἵ τʼ ἄρμενοι ἐς τόδε ἔργον, ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.

1463ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισιν κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.

1468τὸν μὲν ἄρʼ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε ὦρσεν, ἵνʼ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο, Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ οὗ ἕθεν ἀμφʼ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα. ἀλλʼ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας

1473νόστου κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργὼ τῆλε διʼ ἠπείροιο· τέως δʼ ἐξίκετο γαῖαν ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρʼ ἐδάμασσεν. καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γʼ Ἡρακλῆα

1478μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι. ἐς δʼ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτʼ ἄλλον μαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ

1483ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε. Κάνθε, σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο. πώεσι φερβομένοισι συνήντεες· εἵπετο δʼ ἀνὴρ αὐλίτης, ὅ σʼ ἑῶν μήλων πέρι, τόφρʼ ἑτάροισιν

1488δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο, υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος κούρης τʼ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,

1493θυγατέρα σφετέρην· ἡ δʼ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν. Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ· ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον, ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.

1498οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας, ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν. ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον

1503νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο. κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι· οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.

1508ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει, οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος, οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν, φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.

1513εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς Εὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ— Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων, ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο, αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.

1518τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς, σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν

1523θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν. σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο

1528ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον

1533ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο. ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω

1538ἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον, εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·

1543ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺς

1548κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν Τρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείρας

1553ξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε· Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν. εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰ ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες,

1558ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι. αὐτὰρ ἀνάσσω παρραλίης, εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα. ὧς ηὔδα· πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας

1563Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν· Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως, ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις

1568νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα διʼ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν, πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι. ὧς ἄρʼ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δʼ ἄπωθεν φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·

1573κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. κεῖνο δʼ ὑπηέριον θείην Πελοπηίδα γαῖαν

1578εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλʼ ἐπὶ χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτʼ εἰς ἁλὸς οἶδμα βάλητε, τόφρʼ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, ἔστʼ ἂν ἄνω τείνῃσι· περιρρήδην δʼ ἑτέρωσε κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων

1583ἀγκῶνος τέτατʼ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν. ἀλλʼ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι. Ἴσκεν ἐυφρονέων· οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.

1588καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην εἰσβαίνειν· μετὰ δʼ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δʼ ἰάνθη θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.

1593καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα. αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας σφάξε κατὰ πρύμνης, ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν· δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης,

1598εἴτε σέγε Τρίτωνʼ, ἅλιον τέρας, εἴτε σε Φόρκυν, ἢ Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι, ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε. ἦ ῥʼ, ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη

1603τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι. ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ

1608ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται· ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·

1613αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο. τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ

1618νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες. ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ

1623λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον. ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο. αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρη

1628ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ. ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴρ αὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες

1633ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν παννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν νύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον Κρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.

1638τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι, Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν· τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐόντα μετʼ ἀνδράσιν ἡμιθέοισιν

1643Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον, τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα. ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε

1648λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο. οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,

1653εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν· κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών. ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς

1658πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν

1663βήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν. ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.

1668τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς, τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον, ἐκ δʼ ἀίδηλα δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.

1673Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας

1678ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι. πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδʼ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,

1683τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δʼ ὑπὸ νυκτὶ ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,

1688ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ. κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο ἥρωες· μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο, ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς

1693παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης. Αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν· νύκτʼ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη

1698ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων. αὐτοὶ δʼ, εἴτʼ Ἀίδῃ, εἴθʼ ὕδασιν ἐμφορέοντο, ἠείδειν οὐδʼ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,

1703ῥύσασθαι καλέων· κατὰ δʼ ἔρρεεν ἀσχαλόωντι δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δʼ Ἀμύκλαις, πολλὰ δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν. Λητοΐδη, τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτρας ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τʼ ἐνὶ πόντῳ

1708ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας, δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον· μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθη νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,

1713ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δʼ Ἠὼς φέγγεν ἀνερχομένη· τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνι ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον

1718ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν. ῥέζον δʼ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτʼ ἔπειτα

1723ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι. τὰς δʼ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν χλεύῃ γηθόσυνοι· γλυκερὴ δʼ ἀνεδαίετο τοῖσιν κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης

1728μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτʼ Ἀπόλλωνα θυηλαῖς Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται. ἀλλʼ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματʼ ἔλυσαν, μνήσατʼ ἔπειτʼ Εὔφημος ὀνείρατος ἐννυχίοιο,

1733ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι

1738ἄσχετον ἱμερθείς· ὀλοφύρετο δʼ ἠύτε κούρην ζευξάμενος, τήν τʼ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι· ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκʼ ἐπέεσσιν· Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων, οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.

1743ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δʼ ἐς αὐγὰς ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη. τῷ δʼ ἄρʼ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τʼ ὀνόμηνεν Αἰσονίδῃ· ὁ δʼ ἔπειτα θεοπροπίας Ἑκάτοιο

1748θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε· ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι νῆσον, ἵνʼ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν

1753τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας. ὧς ἔφατʼ· οὐδʼ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς, ἧκεν ὑποβρυχίην. τῆς δʼ ἔκτοθι νῆσος ἀέρθη

1758καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον, Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας

1763καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δʼ οὔνομα Θήρης ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο. κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,

1768ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι. ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν. ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσιν κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.

1773Ἵλατʼ ἀριστήων μακάρων γένος· αἵδε δʼ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνω ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος αὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,

1778οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν· ἀλλὰ ἕκηλοι γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.

Source: Perseus Digital Library

Back to top ↑