Aristophanes — The Eleven Comedies
Works in this volume — 11
Acharnians
Contents — 25 sections
Part 1
1ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος; ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
6τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
11ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον. τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,
16ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
21οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
26ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις. ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος, στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
31ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω, οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,
36ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
41οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον· ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
43ΚΗ͂ΡΥΞ: πάριτʼ ἐς τὸ πρόσθεν,
44πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
45ἈΜΦΊΘΕΟΣ: ἤδη τις εἶπε;
45bΚΗ͂ΡΥΞ: τίς ἀγορεύειν βούλεται;
46ἈΜΦΊΘΕΟΣ: ἐγώ.
46bΚΗ͂ΡΥΞ: τίς ὤν;
46cἈΜΦΊΘΕΟΣ: Ἀμφίθεος.
46dΚΗ͂ΡΥΞ: οὐκ ἄνθρωπος;
46eἈΜΦΊΘΕΟΣ: οὔ,
47ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
48καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
49γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
50ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ
51ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ
52σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
53ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·
54οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
54bΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: οἱ τοξόται.
55ἈΜΦΊΘΕΟΣ: ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;
56ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
57τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
58σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
59ΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: κάθησο, σῖγα.
59bΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
60ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
61ΚΗ͂ΡΥΞ: οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
62ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν
63καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.
64ΚΗ͂ΡΥΞ: σίγα.
64bΔΙΚΑΙΌΠΟΛΙΣ: βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.
65ΠΡΈΣΒΥΣ: ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
66μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
67ἐπʼ Εὐθυμένους ἄρχοντος.
67bΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τῶν δραχμῶν.
Part 2
68ΠΡΈΣΒΥΣ: καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων
69πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
70ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
71ἀπολλύμενοι.
71bΔΙΚΑΙΌΠΟΛΙΣ: σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
72παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
73ΠΡΈΣΒΥΣ: ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
74ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
75ἄκρατον οἶνον ἡδύν.
75bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Κραναὰ πόλις
76ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
77ΠΡΈΣΒΥΣ: οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
78τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.
79ΔΙΚΑΙΌΠΟΛΙΣ: ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
80ΠΡΈΣΒΥΣ: ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·
81ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
82κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
83ΔΙΚΑΙΌΠΟΛΙΣ: πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;
84ΠΡΈΣΒΥΣ: τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.
85εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους
86ἐκ κριβάνου βοῦς.
86bΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τίς εἶδε πώποτε
87βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
88ΠΡΈΣΒΥΣ: καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου
89παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.
90ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
91ΠΡΈΣΒΥΣ: καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
92τὸν βασιλέως ὀφθαλμόν.
92bΔΙΚΑΙΌΠΟΛΙΣ: ἐκκόψειέ γε
93κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.
94ΚΗ͂ΡΥΞ: ὁ βασιλέως ὀφθαλμός.
94bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦναξ Ἡράκλεις.
95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
96ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
97ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.
98ΠΡΈΣΒΥΣ: ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον
99λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.
100ΨΕΥΔΑΡΤΆΒΑΣ: ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
101ΠΡΈΣΒΥΣ: ξυνήκαθʼ ὃ λέγει;
101bΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Part 3
102ΠΡΈΣΒΥΣ: πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
103λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
104ΨΕΥΔΑΡΤΆΒΑΣ: οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.
105ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι κακοδαίμων ὡς σαφῶς.
105bΠΡΈΣΒΥΣ: τί δʼ αὖ λέγει;
106ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
107εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
108ΠΡΈΣΒΥΣ: οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.
109ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)
114ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.) Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
119ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;
123ΚΗ͂ΡΥΞ: σίγα, κάθιζε.
124τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
125ἐς τὸ πρυτανεῖον.
125bΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτα δῆτʼ οὐχ ἀγχόνη;
126κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
127τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
128ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
129ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;
129bἈΜΦΊΘΕΟΣ: οὑτοσὶ πάρα.
130ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
131σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
132καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
133ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
134ΚΗ͂ΡΥΞ: προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
134bΘΈΩΡΟΣ: ὁδί.
135ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
136ΘΈΩΡΟΣ: χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—
137ΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
138ΘΈΩΡΟΣ: εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον, ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
143ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί. ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
148ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
151ΔΙΚΑΙΌΠΟΛΙΣ: κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
152ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
153ΘΈΩΡΟΣ: καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
154ἔπεμψεν ὑμῖν.
154bΔΙΚΑΙΌΠΟΛΙΣ: τοῦτο μέν γʼ ἤδη σαφές.
Part 4
155ΚΗ͂ΡΥΞ: οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
156ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἐστι τὸ κακόν;
156bΘΈΩΡΟΣ: Ὀδομάντων στρατός.
157ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
158τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
159ΘΈΩΡΟΣ: τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
161ΔΙΚΑΙΌΠΟΛΙΣ: τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
162ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
163ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
164ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
165οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
165bΘΈΩΡΟΣ: ὦ μόχθηρε σὺ
166οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
167ΔΙΚΑΙΌΠΟΛΙΣ: ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
168ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
169ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
170τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
171διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.
172ΚΗ͂ΡΥΞ: τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
173οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
174ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
175ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
176χαῖρʼ Ἀμφίθεε.
176bἈΜΦΊΘΕΟΣ: μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·
177δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
178ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἔστʼ;
178bἈΜΦΊΘΕΟΣ: ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
179ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
180Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
181ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
182ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
183σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
184κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
185ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.
186ΔΙΚΑΙΌΠΟΛΙΣ: οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
187ἈΜΦΊΘΕΟΣ: ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
188αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
189ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰβοῖ.
189bἈΜΦΊΘΕΟΣ: τί ἔστιν;
189cΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀρέσκουσίν μʼ ὅτι
190ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
191ἈΜΦΊΘΕΟΣ: σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
192ΔΙΚΑΙΌΠΟΛΙΣ: ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
193ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
Part 5
194ἈΜΦΊΘΕΟΣ: ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
195κατὰ γῆν τε καὶ θάλατταν.
195bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Διονύσια,
196αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
197καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
198κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
199ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
200χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
201ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
202ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.
203ἈΜΦΊΘΕΟΣ: ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
204ΧΟΡΌΣ: τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
205τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
206ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
207εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
208ΧΟΡΌΣ: ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
210τῶν ἐτῶν τῶν ἐμῶν·
211οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
215ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
216σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος
217ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
219ΧΟΡΌΣ: νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
220καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
221οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
222μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
225ΧΟΡΌΣ: ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
226οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
230κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
231ὀξὺς ὀδυνηρὸς [...] ἐπίκωπος, ἵνα
232μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
234ΧΟΡΌΣ: ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
235καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·
236ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
237ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε.
238ΧΟΡΌΣ: σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
239οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
240ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.
241ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε.
242προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
243ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
244κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
245ΘΥΓΆΤΗΡ: ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
246ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
247ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια, στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
252καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας. ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
257πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
262σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
263ΔΙΚΑΙΌΠΟΛΙΣ: Φαλῆς ἑταῖρε Βακχίου ξύγκωμε νυκτοπεριπλάνητε μοιχὲ παιδεραστά, ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος,
268σπονδὰς ποιησάμενος ἐμαυτῷ, πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον
273τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντʼ ἄραντα καταβαλόντα καταγιγαρτίσʼ ὦ Φαλῆς Φαλῆς. ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
278ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον· ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
280ΧΟΡΌΣ: οὗτος αὐτός ἐστιν, οὗτος.
281βάλλε βάλλε βάλλε βάλλε,
282παῖε παῖε τὸν μιαρόν.
283οὐ βαλεῖς; οὐ βαλεῖς;
284ΔΙΚΑΙΌΠΟΛΙΣ: Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
285ΧΟΡΌΣ: σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.
286ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
288ΧΟΡΌΣ: τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
290ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
291σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
293ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.
Part 6
295ΧΟΡΌΣ: σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.
296ΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.
298ΧΟΡΌΣ: οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
300ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
301κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
302ΧΟΡΌΣ: σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
303ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
305ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
306τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
307ΧΟΡΌΣ: πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
308οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
309ΔΙΚΑΙΌΠΟΛΙΣ: οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
310οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
311ΧΟΡΌΣ: οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
312ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
313ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
314πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
315ΧΟΡΌΣ: τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
316εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
317ΔΙΚΑΙΌΠΟΛΙΣ: κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
318ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
319ΧΟΡΌΣ: εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
320μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
321ΔΙΚΑΙΌΠΟΛΙΣ: οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
322οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
323ΧΟΡΌΣ: οὐκ ἀκουσόμεσθα δῆτα.
323bΔΙΚΑΙΌΠΟΛΙΣ: δεινά τἄρα πείσομαι.
324ΧΟΡΌΣ: ἐξολοίμην, ἢν ἀκούσω.
324bΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦχαρνικοί.
325ΧΟΡΌΣ: ὡς τεθνήξων ἴσθι νυνί.
325bΔΙΚΑΙΌΠΟΛΙΣ: δήξομἄρʼ ὑμᾶς ἐγώ.
326ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
327ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
328ΧΟΡΌΣ: εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
329τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
330τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
Part 7
331ΔΙΚΑΙΌΠΟΛΙΣ: βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
332εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
333ΧΟΡΌΣ: ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
334ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
335ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
336ΧΟΡΌΣ: ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
337ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
338ΧΟΡΌΣ: ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
339† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·
340ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
341ΔΙΚΑΙΌΠΟΛΙΣ: τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
342ΧΟΡΌΣ: οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
343ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
344ΧΟΡΌΣ: ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
345ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
346ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
347ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς, ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
352δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον, ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
357καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
358ΧΟΡΌΣ: τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
360ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
363πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
364ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
365θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
366ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί, ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι, λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ. καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους
371τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι· τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
376οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
381κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
385ΧΟΡΌΣ: τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
386λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
390σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·
391ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
392ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
393ΔΙΚΑΙΌΠΟΛΙΣ: ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
394καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
395παῖ παῖ.
395bΚΗΦΙΣΌΦΩΝ: τίς οὗτος,
395cΔΙΚΑΙΌΠΟΛΙΣ: ἔνδον ἔστʼ Εὐριπίδης;
396ΚΗΦΙΣΌΦΩΝ: οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
397ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
397bΚΗΦΙΣΌΦΩΝ: ὀρθῶς ὦ γέρον.
398ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
399οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ
400τραγῳδίαν.
Part 8
400bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισμακάριʼ Εὐριπίδη,
401ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
402ἐκκάλεσον αὐτόν.
402bΚΗΦΙΣΌΦΩΝ: ἀλλʼ ἀδύνατον.
402cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅμως·
403οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
404Εὐριπίδη, Εὐριπίδιον,
405ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·
406Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
407ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐ σχολή.
408ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἐκκυκλήθητʼ.
408bΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἀδύνατον.
408cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅμως.
409ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
410ΔΙΚΑΙΌΠΟΛΙΣ: Εὐριπίδη,
410bΕΥ̓ΡΙΠΊΔΗΣ: τί λέλακας;
410cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀναβάδην ποιεῖς,
411ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
412ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
413ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
414ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
415δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
416δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
417αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
418ΕΥ̓ΡΙΠΊΔΗΣ: τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
419ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
420ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.
421ΕΥ̓ΡΙΠΊΔΗΣ: τὰ τοῦ τυφλοῦ Φοίνικος;
421bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Φοίνικος, οὔ·
422ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
423ΕΥ̓ΡΙΠΊΔΗΣ: ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
424ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
425ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
426ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
427ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
428ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
429χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
430ΕΥ̓ΡΙΠΊΔΗΣ: οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
Part 9
430bΔΙΚΑΙΌΠΟΛΙΣ: ναὶ Τήλεφον·
431τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
432ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
433κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
434μεταξὺ τῶν Ἰνοῦς.
434bΚΗΦΙΣΌΦΩΝ: ἰδοὺ ταυτὶ λαβέ.
435ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον. Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
440δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ, τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
445ΕΥ̓ΡΙΠΊΔΗΣ: δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
446ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
447εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
448ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
449ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
450ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
451πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
452γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
453δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
454ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
455ΔΙΚΑΙΌΠΟΛΙΣ: χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.
456ΕΥ̓ΡΙΠΊΔΗΣ: λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
457ΔΙΚΑΙΌΠΟΛΙΣ: φεῦ·
457aεὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
458ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄπελθε νῦν μοι.
458bΔΙΚΑΙΌΠΟΛΙΣ: μἀλλά μοι δὸς ἓν μόνον
459κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
460ΕΥ̓ΡΙΠΊΔΗΣ: φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
461ΔΙΚΑΙΌΠΟΛΙΣ: οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
462ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
463δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
464ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
465ἄπελθε ταυτηνὶ λαβών.
465bΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπέρχομαι.
466καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
467ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
468τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
469ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
470ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.
471ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
472ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
473οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
474ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
475Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,
476κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
477πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
478σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Part 10
479ΕΥ̓ΡΙΠΊΔΗΣ: ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
480ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
481ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
482μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
483πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
484ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
485ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία
486ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
487παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
488τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
490ΧΟΡΌΣ: τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
491ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
492ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
493ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
494ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
495ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
496ΔΙΚΑΙΌΠΟΛΙΣ: μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν. τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
502οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών, κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
507ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
512κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα. ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
517ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια· κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
522ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν. καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
527ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
532ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν. ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
537μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις. κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
542ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
547μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων, σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
552τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων. ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
557ἩΜΙΧΌΡΙΟΝ Α: ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
558ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
559καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
560ἩΜΙΧΌΡΙΟΝ Β: νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει
561δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
562ἩΜΙΧΌΡΙΟΝ Α: εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
563ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
564ἩΜΙΧΌΡΙΟΝ Β: οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
565τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
566ἩΜΙΧΌΡΙΟΝ Α: ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
567βοήθησον ὦ γοργολόφα φανείς,
568ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
569εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
570τειχομάχας ἀνήρ, βοηθησάτω
571τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
572ΛΆΜΑΧΟΣ: πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
573ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
574τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
575ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
575aἩΜΙΧΌΡΙΟΝ Α: ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
576ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
577ΛΆΜΑΧΟΣ: οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
578ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
579εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
580ΛΆΜΑΧΟΣ: τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;
580bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ οἶδά πω·
581ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
582ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
583ΛΆΜΑΧΟΣ: ἰδού.
583bΔΙΚΑΙΌΠΟΛΙΣ: παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
584ΛΆΜΑΧΟΣ: κεῖται.
584bΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
Part 11
585ΛΆΜΑΧΟΣ: τουτὶ πτίλον σοι.
585bΔΙΚΑΙΌΠΟΛΙΣ: τῆς κεφαλῆς νύν μου λαβοῦ,
586ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
587ΛΆΜΑΧΟΣ: οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
588πτίλον γάρ ἐστιν—
588bΔΙΚΑΙΌΠΟΛΙΣ: εἰπέ μοι τίνος ποτὲ
589ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
590ΛΆΜΑΧΟΣ: οἴμʼ ὡς τεθνήξεις.
590bΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦ Λάμαχε·
591οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
592τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.
593ΛΆΜΑΧΟΣ: ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
594ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ γάρ εἰμι πτωχός;
594bΛΆΜΑΧΟΣ: ἀλλὰ τίς γὰρ εἶ;
595ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
596ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
597σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
598ΛΆΜΑΧΟΣ: ἐχειροτόνησαν γάρ με —
598bΔΙΚΑΙΌΠΟΛΙΣ: κόκκυγές γε τρεῖς.
599ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
600ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
601νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
602τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
603Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
604ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
605Γερητοθεοδώρους Διομειαλαζόνας,
606τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
607ΛΆΜΑΧΟΣ: ἐχειροτονήθησαν γάρ.
607bΔΙΚΑΙΌΠΟΛΙΣ: αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; † ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
612τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας; οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος, οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
617ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
618ΛΆΜΑΧΟΣ: ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
619ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
620ΛΆΜΑΧΟΣ: ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
621ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
622καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
623ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
624ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
626ΧΟΡΌΣ: ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
627περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
628ΧΟΡΌΣ: ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν· διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
633φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής, παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι, μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας. πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
638εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε. εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
643τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον, ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
648ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά· τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας. διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
653καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται. ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια· φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι, οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
658οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
Part 12
659ΧΟΡΌΣ: πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
660καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
661τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
662ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
663περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
664δειλὸς καὶ λακαταπύγων.
665ΧΟΡΌΣ: δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
668οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
670ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
673οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
674οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
675ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
676ΧΟΡΌΣ: οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
681οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
686ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται, εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
691οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
692ΧΟΡΌΣ: ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
695πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-
696μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
697ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
698εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
700νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
702πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
703ΧΟΡΌΣ: τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ, τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
708ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης, οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο, ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους, περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
713ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν, ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου. κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
718τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
719ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς. ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις, ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
724τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν. ἐνταῦθα μήτε συκοφάντης εἰσίτω μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ. ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
729ΜΕΓΑΡΕΎΣ: ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
730ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
731ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
732ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
733ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
734πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
735ΚΌΡΑ: πεπρᾶσθαι πεπρᾶσθαι.
736ΜΕΓΑΡΕΎΣ: ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν; ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
741ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.
746ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ· Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
750ΔΙΚΑΙΌΠΟΛΙΣ: τί; ἀνὴρ Μεγαρικός;
750bΜΕΓΑΡΕΎΣ: ἀγορασοῦντες ἵκομες.
751ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔχετε;
751bΜΕΓΑΡΕΎΣ: διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
752ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
753τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
753bΜΕΓΑΡΕΎΣ: οἷα δή.
754ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
755ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,
756ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.
757ΔΙΚΑΙΌΠΟΛΙΣ: αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
757bΜΕΓΑΡΕΎΣ: σά μάν;
758ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;
759ΜΕΓΑΡΕΎΣ: παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
760ΔΙΚΑΙΌΠΟΛΙΣ: ἅλας οὖν φέρεις;
Part 13
760bΜΕΓΑΡΕΎΣ: οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
761ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδὲ σκόροδα;
761bΜΕΓΑΡΕΎΣ: ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
762ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
763πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
764ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ φέρεις;
764bΜΕΓΑΡΕΎΣ: χοίρως ἐγώνγα μυστικάς.
765ΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς λέγεις· ἐπίδειξον.
765bΜΕΓΑΡΕΎΣ: ἀλλὰ μὰν καλαί.
766ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
767ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα;
767bΜΕΓΑΡΕΎΣ: χοῖρος ναὶ Δία.
768ΔΙΚΑΙΌΠΟΛΙΣ: τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;
768bΜΕΓΑΡΕΎΣ: Μεγαρικά.
769ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;
769bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔμοιγε φαίνεται.
770ΜΕΓΑΡΕΎΣ: οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·
771οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
772αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
773αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
774ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἔστιν ἀνθρώπου γε.
774bΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Διοκλέα
775ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
776ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
776bΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τοὺς θεοὺς
777ἔγωγε.
777bΜΕΓΑΡΕΎΣ: φώνει δὴ τὺ ταχέως χοιρίον.
778οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
779πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
780ΚΌΡΗ: κοῒ κοΐ.
781ΜΕΓΑΡΕΎΣ: αὕτα ʼστὶ χοῖρος;
781bΔΙΚΑΙΌΠΟΛΙΣ: νῦν γε χοῖρος φαίνεται.
782ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
Part 14
782bΜΕΓΑΡΕΎΣ: πέντʼ ἑτῶν,
783σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
784ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
784bΜΕΓΑΡΕΎΣ: σά μάν;
785πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;
785bΔΙΚΑΙΌΠΟΛΙΣ: κέρκον οὐκ ἔχει.
786ΜΕΓΑΡΕΎΣ: νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
787ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
788ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
789ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
790ΜΕΓΑΡΕΎΣ: ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
791αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
792κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
793ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
794ΜΕΓΑΡΕΎΣ: οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
795καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
796ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
797ΔΙΚΑΙΌΠΟΛΙΣ: ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
798ΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
799ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἐσθίει μάλιστα;
799bΜΕΓΑΡΕΎΣ: πάνθʼ ἅ κα διδῷς.
800αὐτὸς δʼ ἐρώτη.
800bΔΙΚΑΙΌΠΟΛΙΣ: χοῖρε χοῖρε.
800cΚΌΡΑ: κοῒ κοΐ.
801ΔΙΚΑΙΌΠΟΛΙΣ: τρώγοις ἂν ἐρεβίνθους;
801bΚΌΡΑ: κοῒ κοῒ κοΐ.
802ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαί; φιβάλεως ἰσχάδας;
802bΚΌΡΑ: κοῒ κοΐ.
803ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ σύ; τρώγοις ἄν;
Part 15
803bΚΌΡΑ: κοῒ κοῒ κοΐ.
804ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
805ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
806τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
807οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
808ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.
809ΜΕΓΑΡΕΎΣ: ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
810ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
811ΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
812πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
813ΜΕΓΑΡΕΎΣ: τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
814τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
815ΔΙΚΑΙΌΠΟΛΙΣ: ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.
815bΜΕΓΑΡΕΎΣ: ταῦτα δή.
816Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
817οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
818ΣΥΚΟΦΆΝΤΗΣ: ὦνθρωπε ποδαπός;
818bΜΕΓΑΡΕΎΣ: χοιροπώλας Μεγαρικός.
819ΣΥΚΟΦΆΝΤΗΣ: τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
820πολέμια καὶ σέ.
820bΜΕΓΑΡΕΎΣ: τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν
821ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
822ΣΥΚΟΦΆΝΤΗΣ: κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
823ΜΕΓΑΡΕΎΣ: Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
824ΔΙΚΑΙΌΠΟΛΙΣ: ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
825τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
826τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
827ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ φανῶ τοὺς πολεμίους;
827bΔΙΚΑΙΌΠΟΛΙΣ: κλάων γε σύ,
828εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
829ΜΕΓΑΡΕΎΣ: οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
830ΔΙΚΑΙΌΠΟΛΙΣ: θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου
831τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
832καὶ χαῖρε πόλλʼ.
832bΜΕΓΑΡΕΎΣ: ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
833ΔΙΚΑΙΌΠΟΛΙΣ: πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
Part 16
834ΜΕΓΑΡΕΎΣ: ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
835παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
836ΧΟΡΌΣ: εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
837τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
838ἐν τἀγορᾷ καθήμενος·
839κἂν εἰσίῃ τις Κτησίας
840ἢ συκοφάντης ἄλλος, οἰμώζων
841καθεδεῖται·
842ΧΟΡΌΣ: οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
843οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
844οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
845χλαῖναν δʼ ἔχων φανὴν δίει
846κοὐ ξυντυχών σʼ Ὑπέρβολος
847δικῶν ἀναπλήσει·
848ΧΟΡΌΣ: οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
849Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
850ὁ περιπόνηρος Ἀρτέμων,
851ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
852ὄζων κακὸν τῶν μασχαλῶν
853πατρὸς Τραγασαίου·
854ΧΟΡΌΣ: οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
855Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
856ὁ περιαλουργὸς τοῖς κακοῖς,
857ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
858πλεῖν ἢ τριάκονθʼ ἡμέρας
859τοῦ μηνὸς ἑκάστου.
860ΒΟΙΩΤΌΣ: ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
861κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
862ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
863τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
864ΔΙΚΑΙΌΠΟΛΙΣ: παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
865πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι
866ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
867ΒΟΙΩΤΌΣ: νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
868Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
869τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
870ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
871τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
872ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
873τί φέρεις;
873bΒΟΙΩΤΌΣ: ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
874ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
875νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
876τροχίλως κολύμβως.
876bΔΙΚΑΙΌΠΟΛΙΣ: ὡσπερεὶ χειμὼν ἄρα
877ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
878ΒΟΙΩΤΌΣ: καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
879σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
880ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.
881ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
882δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
883ΒΟΙΩΤΌΣ: πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
884ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
885ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
890ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
895ΒΟΙΩΤΌΣ: ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;
896ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
897ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
898ΒΟΙΩΤΌΣ: ἰώγα ταῦτα πάντα.
898bΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε πόσου λέγεις;
899ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;
900ΒΟΙΩΤΌΣ: ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.
Part 17
901ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς
902ἢ κέραμον.
902bΒΟΙΩΤΌΣ: ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·
903ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.
904ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
905ὥσπερ κέραμον ἐνδησάμενος.
905bΒΟΙΩΤΌΣ: νεὶ τὼ θιὼ
906λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
907ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
908ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
909ΒΟΙΩΤΌΣ: μικκός γα μᾶκος οὗτος.
909bΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἅπαν κακόν.
910ΝΊΚΑΡΧΟΣ: ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;
910bΒΟΙΩΤΌΣ: τῶδʼ ἐμὰ
911Θείβαθεν, ἴττω Δεύς.
911bΝΊΚΑΡΧΟΣ: ἐγὼ τοίνυν ὁδὶ
912φαίνω πολέμια ταῦτα.
912bΒΟΙΩΤΌΣ: τί δὲ κακὸν παθὼν
913ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
914ΝΊΚΑΡΧΟΣ: καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
914bΒΟΙΩΤΌΣ: τί ἀδικείμενος;
915ΝΊΚΑΡΧΟΣ: ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·
916ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.
917ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
918ΝΊΚΑΡΧΟΣ: αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
919ΔΙΚΑΙΌΠΟΛΙΣ: νεώριον θρυαλλίς;
919bΝΊΚΑΡΧΟΣ: οἶμαι·
919cΔΙΚΑΙΌΠΟΛΙΣ: τίνι τρόπῳ;
920ΝΊΚΑΡΧΟΣ: ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
921ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
922διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
923κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
924σελαγοῖντʼ ἂν εὐθύς.
Part 18
924bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ κάκιστʼ ἀπολούμενε,
925σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;
926ΝΊΚΑΡΧΟΣ: μαρτύρομαι.
926bΔΙΚΑΙΌΠΟΛΙΣ: ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·
927δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω
928ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.
929ΧΟΡΌΣ: ἔνδησον ὦ βέλτιστε τῷ
930ξένῳ καλῶς τὴν ἐμπολὴν
930aοὕτως ὅπως
931ἂν μὴ θέρων κατάξῃ.
932ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί
933τοι καὶ ψοφεῖ λάλον τι καὶ
933aπυρορραγὲς
934κἄλλως θεοῖσιν ἐχθρόν.
935ΧΟΡΌΣ: τί χρήσεταί ποτʼ αὐτῷ;
936ΔΙΚΑΙΌΠΟΛΙΣ: πάγχρηστον ἄγγος ἔσται,
937κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
938φαίνειν ὑπευθύνους λυχνοῦχος
939καὶ κύλιξ—
939aκαὶ πράγματʼ ἐγκυκᾶσθαι.
940ΧΟΡΌΣ: πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ
941τοιούτῳ χρώμενος
941aκατʼ οἰκίαν
942τοσόνδʼ ἀεὶ ψοφοῦντι;
943ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ
944οὐκ ἂν καταγείη ποτʼ, εἴπερ
944aἐκ ποδῶν
945κατωκάρα κρέμαιτο.
946ΧΟΡΌΣ: ἤδη καλῶς ἔχει σοι.
947ΒΟΙΩΤΌΣ: μέλλω γά τοι θερίδδειν.
948ΧΟΡΌΣ: ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε
949καὶ τοῦτον λαβὼν
950πρόσβαλλʼ ὅποι βούλει φέρων
951πρὸς πάντα συκοφάντην.
952ΔΙΚΑΙΌΠΟΛΙΣ: μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
953αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.
954ΒΟΙΩΤΌΣ: ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.
955ΔΙΚΑΙΌΠΟΛΙΣ: χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.
956πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·
957κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
958εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.
959ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: Δικαιόπολι.
959bΔΙΚΑΙΌΠΟΛΙΣ: τίς ἔστι; τί με βωστρεῖς;
959cΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὅ τι;
960ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
961ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
962τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
963ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
964ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
965πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
Part 19
966ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
967ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
968ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
969ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
970εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
971ΧΟΡΌΣ: εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον, οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν, ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν. αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται. οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
978οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ, ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
983πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί, ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
986ΧΟΡΌΣ: οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες. πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
992ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων. ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ; ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν· πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
997καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί, καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
1000ΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς
1001πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
1002πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
1003ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
1004τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
1005ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε
1006τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
1007φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
1008ΧΟΡΌΣ: ζηλῶ σε τῆς εὐβουλίας,
1009μᾶλλον δὲ τῆς εὐωχίας
1010ἄνθρωπε τῆς παρούσης.
1011ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
1012ΧΟΡΌΣ: οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
1012bΔΙΚΑΙΌΠΟΛΙΣ: τὸ πῦρ ὑποσκάλευε.
1015ΧΟΡΌΣ: ἤκουσας ὡς μαγειρικῶς
1016κομψῶς τε καὶ δειπνητικῶς
1017αὑτῷ διακονεῖται;
1018ΓΕΩΡΓΌΣ: οἴμοι τάλας.
1018bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ἡράκλεις τίς οὑτοσί;
1019ΓΕΩΡΓΌΣ: ἀνὴρ κακοδαίμων.
1019bΔΙΚΑΙΌΠΟΛΙΣ: κατὰ σεαυτόν νυν τρέπου.
1020ΓΕΩΡΓΌΣ: ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
1021μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.
1022ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἔπαθες;
1022bΓΕΩΡΓΌΣ: ἐπετρίβην ἀπολέσας τὼ βόε.
1023ΔΙΚΑΙΌΠΟΛΙΣ: πόθεν;
1023bΓΕΩΡΓΌΣ: ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
1024ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
Part 20
1025ΓΕΩΡΓΌΣ: καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην
1026ἐν πᾶσι βολίτοις.
1026bΔΙΚΑΙΌΠΟΛΙΣ: εἶτα νυνὶ τοῦ δέει;
1027ΓΕΩΡΓΌΣ: ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
1028ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
1029ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
1030ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.
1031ΓΕΩΡΓΌΣ: ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.
1032ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
1033ΓΕΩΡΓΌΣ: σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
1034ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
1035ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.
1036ΓΕΩΡΓΌΣ: οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
1037ΧΟΡΌΣ: ἁνὴρ ἀνηύρηκέν τι ταῖς
1038σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
1039οὐδενὶ μεταδώσειν.
1040ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.
1041ΧΟΡΌΣ: ἤκουσας ὀρθιασμάτων;
1041bΔΙΚΑΙΌΠΟΛΙΣ: ὀπτᾶτε τἀγχέλεια.
1044ΧΟΡΌΣ: ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ
1045τοὺς γείτονας κνίσῃ τε καὶ
1046φωνῇ τοιαῦτα λάσκων.
1047ΔΙΚΑΙΌΠΟΛΙΣ: ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
1048ΠΑΡΆΝΥΜΦΟΣ: Δικαιόπολι.
1048bΔΙΚΑΙΌΠΟΛΙΣ: τίς οὑτοσί; τίς οὑτοσί;
1049ΠΑΡΆΝΥΜΦΟΣ: ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1050ἐκ τῶν γάμων.
1050bΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς γε ποιῶν ὅστις ἦν.
1051ΠΑΡΆΝΥΜΦΟΣ: ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
1052ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
1053ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
Part 21
1054ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
1055ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
1056ἀλλʼ αὑτηὶ τίς ἔστιν;
1056bΠΑΡΆΝΥΜΦΟΣ: ἡ νυμφεύτρια
1057δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
1058ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα, ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
1063ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι. οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον, ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
1068ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
1069ΧΟΡΌΣ: καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
1070ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
1071ἌΓΓΕΛΟΣ Α: ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
1072ΛΆΜΑΧΟΣ: τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
1073ἌΓΓΕΛΟΣ Α: ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
1074ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
1075κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
1076ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
1077ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
1078ΛΆΜΑΧΟΣ: ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
1079οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
1080ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
1081ΛΆΜΑΧΟΣ: οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
1082ΔΙΚΑΙΌΠΟΛΙΣ: βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
1083ΛΆΜΑΧΟΣ: αἰαῖ
1083aοἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
1084ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;
1085ἌΓΓΕΛΟΣ Β: Δικαιόπολι.
1085bΔΙΚΑΙΌΠΟΛΙΣ: τί ἔστιν;
1085cἌΓΓΕΛΟΣ Β: ἐπὶ δεῖπνον ταχὺ
1086βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
1087ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
1088ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
1089τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
1090κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
1091στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
1092ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
1093ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
1094ἀλλʼ ὡς τάχιστα σπεῦδε.
1094bΛΆΜΑΧΟΣ: κακοδαίμων ἐγώ.
1095ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
1096σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
1097ΛΆΜΑΧΟΣ: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
1098ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
Part 22
1099ΛΆΜΑΧΟΣ: ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
1100ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
1101ΛΆΜΑΧΟΣ: θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
1102ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
1103ΛΆΜΑΧΟΣ: ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
1104ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
1105ΛΆΜΑΧΟΣ: καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
1106ΔΙΚΑΙΌΠΟΛΙΣ: καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
1107ΛΆΜΑΧΟΣ: ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
1108ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
1109ΛΆΜΑΧΟΣ: τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
1110ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
1111ΛΆΜΑΧΟΣ: ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
1112ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
1113ΛΆΜΑΧΟΣ: ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
1114ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
1115βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
1116πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;
1117ΛΆΜΑΧΟΣ: οἴμʼ ὡς ὑβρίζεις.
1117bΔΙΚΑΙΌΠΟΛΙΣ: τὰς ἀκρίδας κρίνει πολύ.
1118ΛΆΜΑΧΟΣ: παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.
1119ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
Part 23
1120ΛΆΜΑΧΟΣ: φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
1121ἔχʼ, ἀντέχου παῖ.
1121bΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
1122ΛΆΜΑΧΟΣ: τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
1123ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
1124ΛΆΜΑΧΟΣ: φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
1125ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
1126ΛΆΜΑΧΟΣ: ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
1127ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
1128ΛΆΜΑΧΟΣ: κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
1129ἐνορῶ γέροντα δειλίας φευξούμενον.
1130ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων
1131κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
1132ΛΆΜΑΧΟΣ: φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
1133ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
1134ΛΆΜΑΧΟΣ: ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
1135ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
1136ΛΆΜΑΧΟΣ: τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
1137ΔΙΚΑΙΌΠΟΛΙΣ: τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
1138ΛΆΜΑΧΟΣ: ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
1139ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
1140ΛΆΜΑΧΟΣ: τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
1141νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
1142ΔΙΚΑΙΌΠΟΛΙΣ: αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
Part 24
1143ΧΟΡΌΣ: ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
1144ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
1145τῷ μὲν πίνειν στεφανωσαμένῳ,
1146σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
1147τῷ δὲ καθεύδειν
1148μετὰ παιδίσκης ὡραιοτάτης,
1149ἀνατριβομένῳ τε τὸ δεῖνα.
1150ΧΟΡΌΣ: Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,
1151ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
1155ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.
1156ὃν ἔτʼ ἐπίδοιμι τευθίδος
1157δεόμενον, ἡ δʼ ὠπτημένη
1158σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
1159ὀκέλλοι· κᾆτα μέλλοντος
1160λαβεῖν αὐτοῦ κύων
1161ἁρπάσασα φεύγοι.
1162ΧΟΡΌΣ: τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.
1165ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,
1166εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
1167μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
1168βουλόμενος ἐν σκότῳ λάβοι
1170τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·
1171ἐπᾴξειεν δʼ ἔχων
1172τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν
1173βάλοι Κρατῖνον.
1174ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου, ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
1179καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν, καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
1184ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ. τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
1189ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.
1190ΛΆΜΑΧΟΣ: ἀτταταῖ ἀτταταῖ
1193στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
1194διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1195ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,
1196Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον
1197κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
1198ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀτταταῖ ἀτταταῖ
1199τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1200φιλήσατόν με μαλθακῶς ὦ χρυσίω
1201τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
1202[...]
1203τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
1204ΛΆΜΑΧΟΣ: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
1205ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
1206ΔΙΚΑΙΌΠΟΛΙΣ: [...]
1207ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
1208ΛΆΜΑΧΟΣ: στυγερὸς ἐγώ.
1208bΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ κυνεῖς;
1209ΛΆΜΑΧΟΣ: μογερὸς ἐγώ.
1209bΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ δάκνεις;
1210ΛΆΜΑΧΟΣ: τάλας ἐγὼ ξυμβολῆς βαρείας.
1211ΔΙΚΑΙΌΠΟΛΙΣ: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
1212ΛΆΜΑΧΟΣ: ἰὼ ἰὼ Παιὰν Παιάν.
1213ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
1214ΛΆΜΑΧΟΣ: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1215προσλάβεσθʼ ὦ φίλοι.
1216ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
1217προσλάβεσθʼ ὦ φίλαι.
1218ΛΆΜΑΧΟΣ: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
1219καὶ σκοτοδινιῶ.
1220ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
1221καὶ σκοτοβινιῶ
Part 25
1222ΛΆΜΑΧΟΣ: θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
1223παιωνίαισι χερσίν.
1224ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
1225ἀπόδοτέ μοι τὸν ἀσκόν.
1226ΛΆΜΑΧΟΣ: λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
1227ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
1228ΧΟΡΌΣ: τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
1229ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
1230ΧΟΡΌΣ: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.
1231ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
1232ΧΟΡΌΣ: ἀλλʼ ἑψόμεσθα σὴν χάριν
1233τήνελλα καλλίνικος ᾄδοντες
1234σὲ καὶ τὸν ἀσκόν.
Knights
Contents — 28 sections
Part 1
1ΔΗΜΟΣΘΈΝΗΣ: ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
2κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
3αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
4ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
6ΝΙΚΊΑΣ: κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
7αὐταῖς διαβολαῖς.
7bΔΗΜΟΣΘΈΝΗΣ: ὦ κακόδαιμον πῶς ἔχεις;
8ΝΙΚΊΑΣ: κακῶς καθάπερ σύ.
8bΔΗΜΟΣΘΈΝΗΣ: δεῦρο δὴ πρόσελθʼ, ἵνα
9ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
10ΔΗΜΟΣΘΈΝΗΣ ΚΑῚ ΝΙΚΊΑΣ: μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
11ΔΗΜΟΣΘΈΝΗΣ: τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
12σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
13ΝΙΚΊΑΣ: τίς οὖν γένοιτʼ ἄν;
13bΔΗΜΟΣΘΈΝΗΣ: λέγε σύ.
13cΝΙΚΊΑΣ: σὺ μὲν οὖν μοι λέγε,
14ἵνα μὴ μάχωμαι.
14bΔΗΜΟΣΘΈΝΗΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
16ΝΙΚΊΑΣ: πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
15ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
17ΝΙΚΊΑΣ: ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
18εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
19ΔΗΜΟΣΘΈΝΗΣ: μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
20ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
21ΝΙΚΊΑΣ: λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
22ΔΗΜΟΣΘΈΝΗΣ: καὶ δὴ λέγω μόλωμεν.
22bΝΙΚΊΑΣ: ἐξόπισθε νῦν
23αὐτὸ φάθι τοῦ μόλωμεν.
23bΔΗΜΟΣΘΈΝΗΣ: αὐτό.
23cΝΙΚΊΑΣ: πάνυ καλῶς.
24ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
25τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
Part 2
26ΔΗΜΟΣΘΈΝΗΣ: μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
26bΝΙΚΊΑΣ: ἢν
27οὐχ ἡδύ;
27bΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
28δέδοικα τουτονὶ τὸν οἰωνόν.
28bΝΙΚΊΑΣ: τί δαί;
29ΔΗΜΟΣΘΈΝΗΣ: ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
30ΝΙΚΊΑΣ: κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
31θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
32ΔΗΜΟΣΘΈΝΗΣ: † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
33ΝΙΚΊΑΣ: ἔγωγε.
33bΔΗΜΟΣΘΈΝΗΣ: ποίῳ χρώμενος τεκμηρίῳ;
34ΝΙΚΊΑΣ: ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;
35ΔΗΜΟΣΘΈΝΗΣ: εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
36βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
37ΝΙΚΊΑΣ: οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
38ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
39ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
40ΔΗΜΟΣΘΈΝΗΣ: λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
45πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
50ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην, ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
65ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον; εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
73ΝΙΚΊΑΣ: κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
74ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
75ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
76τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
77τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
78ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
79τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
80ΝΙΚΊΑΣ: κράτιστον οὖν νῷν ἀποθανεῖν.
80bΔΗΜΟΣΘΈΝΗΣ: ἀλλὰ σκόπει,
81ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
82ΝΙΚΊΑΣ: πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
83βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
84ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
85ΔΗΜΟΣΘΈΝΗΣ: μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
86ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
87ΝΙΚΊΑΣ: ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
88πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Part 3
89ΔΗΜΟΣΘΈΝΗΣ: ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
91οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
92ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
93πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
94εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
95ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
96τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
97ΝΙΚΊΑΣ: οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
98ΔΗΜΟΣΘΈΝΗΣ: ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
99ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
101ΝΙΚΊΑΣ: ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
102κλέπτων τὸν οἶνον.
102bΔΗΜΟΣΘΈΝΗΣ: εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
103ΝΙΚΊΑΣ: ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
104ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
105ΔΗΜΟΣΘΈΝΗΣ: ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
106σπονδήν.
106bΝΙΚΊΑΣ: λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
107ΔΗΜΟΣΘΈΝΗΣ: ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
108ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
109ΝΙΚΊΑΣ: εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
109bΔΗΜΟΣΘΈΝΗΣ: τοὺς χρησμοὺς ταχὺ
110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
111ἕως καθεύδει.
111bΝΙΚΊΑΣ: ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
112δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
113ΔΗΜΟΣΘΈΝΗΣ: φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
114τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
115ΝΙΚΊΑΣ: ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
116ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
117ὅνπερ μάλιστʼ ἐφύλαττεν.
117bΔΗΜΟΣΘΈΝΗΣ: ὦ σοφώτατε.
118φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
119ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
120ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
121ΝΙΚΊΑΣ: ἰδού. τί φησʼ ὁ χρησμός;
121bΔΗΜΟΣΘΈΝΗΣ: ἑτέραν ἔγχεον.
122ΝΙΚΊΑΣ: ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
123ΔΗΜΟΣΘΈΝΗΣ: ὦ Βάκι.
123bΝΙΚΊΑΣ: τί ἔστι;
Part 4
123cΔΗΜΟΣΘΈΝΗΣ: δὸς τὸ ποτήριον ταχύ.
124ΝΙΚΊΑΣ: πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
125ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
126τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
126bΝΙΚΊΑΣ: τιή;
127ΔΗΜΟΣΘΈΝΗΣ: ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
128ΝΙΚΊΑΣ: καὶ πῶς;
128bΔΗΜΟΣΘΈΝΗΣ: ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
129ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
131ΝΙΚΊΑΣ: εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
132ΔΗΜΟΣΘΈΝΗΣ: μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
133ΝΙΚΊΑΣ: δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
134ΔΗΜΟΣΘΈΝΗΣ: κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
136ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
137ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
138ΝΙΚΊΑΣ: τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
139ὑπὸ βυρσοπώλου;
139bΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δίʼ.
139cΝΙΚΊΑΣ: οἴμοι δείλαιος.
140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
141ΔΗΜΟΣΘΈΝΗΣ: ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
142ΝΙΚΊΑΣ: εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
142bΔΗΜΟΣΘΈΝΗΣ: εἴπω;
142cΝΙΚΊΑΣ: νὴ Δία.
143ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
144ΝΙΚΊΑΣ: ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Part 5
146ΔΗΜΟΣΘΈΝΗΣ: ζητῶμεν αὐτόν.
146bΝΙΚΊΑΣ: ἀλλʼ ὁδὶ προσέρχεται
147ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
147bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε
148ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
149ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
150ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστι; τί με καλεῖτε;
150bΔΗΜΟΣΘΈΝΗΣ: δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
151ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
152ΝΙΚΊΑΣ: ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
153τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
154ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
155ΔΗΜΟΣΘΈΝΗΣ: ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
156ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
157ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού· τί ἔστιν;
157bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριʼ ὦ πλούσιε,
158ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
159ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
160ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
161πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
162ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
163τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
163bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁρῶ.
164ΔΗΜΟΣΘΈΝΗΣ: τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
166βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
167δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
168ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ;
168bΔΗΜΟΣΘΈΝΗΣ: σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
169ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
171ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καθορῶ.
171bΔΗΜΟΣΘΈΝΗΣ: τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
172ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε.
172bΔΗΜΟΣΘΈΝΗΣ: πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
173ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
174τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.
175ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
Part 6
176ΔΗΜΟΣΘΈΝΗΣ: οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
177γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
178ἀνὴρ μέγιστος.
178bἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ μοι καὶ πῶς ἐγὼ
179ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
180ΔΗΜΟΣΘΈΝΗΣ: διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
181ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
182ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
183ΔΗΜΟΣΘΈΝΗΣ: οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
184ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
185bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τοὺς θεοὺς
186εἰ μὴ ʼκ πονηρῶν γʼ.
186bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε τῆς τύχης
187ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
188ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
189πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
190ΔΗΜΟΣΘΈΝΗΣ: τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
191ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
192ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
193ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
194ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
195ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς δῆτά φησʼ ὁ χρησμός;
195bΔΗΜΟΣΘΈΝΗΣ: εὖ νὴ τοὺς θεοὺς
196καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
197ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
198γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
199δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
201αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
202ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
203ΔΗΜΟΣΘΈΝΗΣ: βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
204ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δʼ ἀγκυλοχήλης ἐστίν;
204bΔΗΜΟΣΘΈΝΗΣ: αὐτό που λέγει,
205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
206ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁ δράκων δὲ πρὸς τί;
206bΔΗΜΟΣΘΈΝΗΣ: τοῦτο περιφανέστατον.
207ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
208εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
209τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
211ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
212τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
213ΔΗΜΟΣΘΈΝΗΣ: φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει· τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
218φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ· χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
222bἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τίς ξύμμαχος
223γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
224δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Part 7
225ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
226μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
227καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
228καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
229κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
231ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
232τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
233γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
234ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
235ΚΛΈΩΝ: οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
236ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
237τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
238οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
239ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
240ΔΗΜΟΣΘΈΝΗΣ: οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
241ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
242ΔΗΜΟΣΘΈΝΗΣ: ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
243ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
244ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
245ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
246ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
247ΧΟΡῸΣ ἹΠΠΕΩ͂Ν: παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
248καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
249καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
251ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
252καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
253εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
254ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
255ΚΛΈΩΝ: ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
256οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
257παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
258ΧΟΡΌΣ: ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
259κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
261κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
262καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
263εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
264καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
266ΚΛΈΩΝ: ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
267ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
268ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
269ΧΟΡΌΣ: ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
270ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
271ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
272ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
273ΚΛΈΩΝ: ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
274ΧΟΡΌΣ: καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
275ΚΛΈΩΝ: ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
276ΧΟΡΌΣ: ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
277ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
278ΚΛΈΩΝ: τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
279ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
280ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
281ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
282ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
283καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
284ΚΛΈΩΝ: ἀποθανεῖσθον αὐτίκα μάλα.
285ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τριπλάσιον κεκράξομαί σου.
286ΚΛΈΩΝ: καταβοήσομαι βοῶν σε.
Part 8
287ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατακεκράξομαί σε κράζων.
288ΚΛΈΩΝ: διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
289ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κυνοκοπήσω σου τὸ νῶτον.
290ΚΛΈΩΝ: περιελῶ σʼ ἀλαζονείαις.
291ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποτεμοῦμαι τὰς ὁδούς σου.
292ΚΛΈΩΝ: βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
293ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
294ΚΛΈΩΝ: διαφορήσω σʼ εἴ τι γρύξει.
295ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κοπροφορήσω σʼ εἰ λαλήσεις.
296ΚΛΈΩΝ: ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
297ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
298κἀπιορκῶ γε βλεπόντων.
299ΚΛΈΩΝ: ἀλλότρια τοίνυν σοφίζει,
300καὶ φανῶ σε τοῖς πρυτάνεσιν
301ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
302ἔχοντα κοιλίας.
303ΧΟΡΌΣ: ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
305πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
306καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
310τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
311ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
313κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
314ΚΛΈΩΝ: οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
315ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
316ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
317τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
318καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
319ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
321πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
323ΧΟΡΌΣ: ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
325ἥπερ μόνη προστατεῖ ῥητόρων;
326ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
327πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
328ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
329σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
331πανουργίᾳ τε καὶ θράσει
332καὶ κοβαλικεύμασιν.
333ΧΟΡΌΣ: ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
334νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
335ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
336ΚΛΈΩΝ: οὐκ αὖ μʼ ἐάσεις;
Part 9
336bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
337ΧΟΡΌΣ: ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
338ΚΛΈΩΝ: οὐκ αὖ μʼ ἐάσεις;
338bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δία.
338cΚΛΈΩΝ: ναὶ μὰ Δία.
338dἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τὸν Ποσειδῶ.
339ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
340ΚΛΈΩΝ: οἴμοι διαρραγήσομαι.
340bἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγὼ οὐ παρήσω.
341ΧΟΡΌΣ: πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
342ΚΛΈΩΝ: τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
343ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
344ΚΛΈΩΝ: ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
346ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
347εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
348τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
349ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
350ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
351ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
352ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
353ΚΛΈΩΝ: ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
354θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
356ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
357καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
358λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
359ΧΟΡΌΣ: τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,
360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
361ΚΛΈΩΝ: ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
362ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
363ΚΛΈΩΝ: ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
364ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Part 10
365ΚΛΈΩΝ: ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
366ΧΟΡΌΣ: νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
367ΚΛΈΩΝ: οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.
368ἈΛΛΑΝΤΟΠΏΛΗΣ: διώξομαί σε δειλίας.
369ΚΛΈΩΝ: ἡ βύρσα σου θρανεύσεται.
370ἈΛΛΑΝΤΟΠΏΛΗΣ: δερῶ σε θύλακον κλοπῆς.
371ΚΛΈΩΝ: διαπατταλευθήσει χαμαί.
372ἈΛΛΑΝΤΟΠΏΛΗΣ: περικόμματʼ ἔκ σου σκευάσω.
373ΚΛΈΩΝ: τὰς βλεφαρίδας σου παρατιλῶ.
374ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πρηγορεῶνά σοὐκτεμῶ.
375ΔΗΜΟΣΘΈΝΗΣ: καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ
376πάτταλον μαγειρικῶς
377ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
378τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
379σκεψόμεσθʼ εὖ κἀνδρικῶς
380κεχηνότος
381τὸν πρωκτὸν εἰ χαλαζᾷ.
384ΧΟΡΌΣ: ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
386ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ [...] ἀλλʼ ἔπιθι καὶ στρόβει,
387μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
388ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
391ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
392κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
393νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
394ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
395ΚΛΈΩΝ: οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
396καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
398ΧΟΡΌΣ: ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
399τοῦ χρώματος τοῦ παρεστηκότος.
400εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
401καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
402ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
403δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
404εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
405ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
406πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
407ΧΟΡΌΣ: τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
408ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
409ΚΛΈΩΝ: οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
411ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
412ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
413ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
414ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
415ΚΛΈΩΝ: ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
416κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
417ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
418ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
419σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
420οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Part 11
421ΧΟΡΌΣ: ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
422ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
423ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
424ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
425ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
426οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
427ΧΟΡΌΣ: εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
428ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
429ΚΛΈΩΝ: ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
431ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
432ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
433κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
434ΔΗΜΟΣΘΈΝΗΣ: κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
435ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
436κλέψας Ἀθηναίων.
436bΔΗΜΟΣΘΈΝΗΣ: ἄθρει καὶ τοῦ ποδὸς παρίει·
437ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
438ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
439ΚΛΈΩΝ: τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
440ΧΟΡΌΣ: ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
441ΧΟΡΌΣ: τὸ πνεῦμʼ ἔλαττον γίγνεται.
442ΚΛΈΩΝ: φεύξει γραφὰς [...]
442aἑκατονταλάντους τέτταρας.
443ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
444κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
445ΚΛΈΩΝ: ἐκ τῶν ἀλιτηρίων σέ φημι
446γεγονέναι τῶν τῆς θεοῦ.
447ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πάππον εἶναί φημί σου
448τῶν δορυφόρων —
448bΚΛΈΩΝ: ποίων; φράσον.
449ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τῶν Βυρσίνης τῆς Ἱππίου.
450ΚΛΈΩΝ: κόβαλος εἶ.
450bἈΛΛΑΝΤΟΠΏΛΗΣ: πανοῦργος εἶ.
Part 12
451ΧΟΡΌΣ: παῖʼ ἀνδρικῶς.
451bΚΛΈΩΝ: ἰοὺ ἰού,
452τύπτουσί μʼ οἱ ξυνωμόται.
453ΧΟΡΌΣ: παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
454γάστριζε καὶ τοῖς ἐντέροις
455καὶ τοῖς κόλοις,
456χὤπως κολᾷ τὸν ἄνδρα.
457ΧΟΡΌΣ: ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
458καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
459ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
460πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
461ΚΛΈΩΝ: ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
462τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
463γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
464ΧΟΡΌΣ: οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
465ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
466πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
467ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
468καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
469ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
470ΧΟΡΌΣ: εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.
471ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
472καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
473διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
474ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
475ΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
476ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
477καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
478καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
479καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
480ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
481ΚΛΈΩΝ: ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
482ΧΟΡΌΣ: ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
483νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
484ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
485θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
486ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
487ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
488ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
489καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
490ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
491ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
492ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
493ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
493bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαί;
494ΔΗΜΟΣΘΈΝΗΣ: ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
495καὶ σπεῦδε ταχέως.
495bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ταῦτα δρῶ.
Part 13
495cΔΗΜΟΣΘΈΝΗΣ: μέμνησό νυν
496δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
497χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
498ΧΟΡΌΣ: ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
499κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
500Ζεὺς ἀγοραῖος· καὶ νικήσας
501αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
502ἔλθοις στεφάνοις κατάπαστος.
503ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
504τοῖς ἀναπαίστοις,
505ὦ παντοίας ἤδη Μούσης
506πειραθέντες καθʼ ἑαυτούς.
507ΧΟΡΌΣ: εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής, ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
512ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
517πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας· τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
522πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης, ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
527διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε, καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
532ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
537οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας· χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί. ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
542ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων, ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
547ΧΟΡΌΣ: θόρυβον χρηστὸν ληναΐτην,
548ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
549κατὰ νοῦν πράξας,
550φαιδρὸς λάμποντι μετώπῳ.
551ΧΟΡΌΣ: ἵππιʼ ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ μισθοφόροι τριήρεις,
556μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου,
562Φαρμίωνί τε φίλτατʼ ἐκ τῶν ἄλλων τε θεῶν Ἀθηναίοις πρὸς τὸ παρεστός.
565ΧΟΡΌΣ: εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
570ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
575νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
580μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
581ΧΟΡΌΣ: Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπασῶν πολέμῳ τε καὶ ποιηταῖς δυνάμει θʼ ὑπερφερούσης μεδέουσα χώρας,
586δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν ἐν στρατιαῖς τε καὶ μάχαις ἡμετέραν ξυνεργὸν Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
591νῦν οὖν δεῦρο φάνηθι· δεῖ γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ τέχνῃ πορίσαι σε νίκην εἴπερ ποτὲ καὶ νῦν.
595ΧΟΡΌΣ: ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι. ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας. ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν, ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
600πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ; ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα; ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
605ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς, εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι· ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον, δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
610μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
611ΧΟΡΌΣ: ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
612ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
613καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
614ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
615ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;
616ΧΟΡΌΣ: νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
617ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
618ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
619ἅπαντά μοι σαφῶς·
620ὡς ἐγώ μοι δοκῶ
621κἂν μακρὰν ὁδὸν διελθεῖν
622ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
623θαρρήσας λέγʼ, ὡς, ἅπαντες
623aἡδόμεσθά σοι.
624ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην· ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
629πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν. κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
634ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
639ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ. κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
644ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη, οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας. τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
649ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν. ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
654γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
659διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ. ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
664ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες· ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
669πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων. οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
674ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι· εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ· ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
679ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην. οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
683ΧΟΡΌΣ: πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
684ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685μείζοσι κεκασμένον
686καὶ δόλοισι ποικίλοις
687ῥήμασίν θʼ αἱμύλοις.
688ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
689τἀπίλοιπʼ ἄριστα·
690συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
690aἐπίστασαι πάλαι.
691ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
692ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
693ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
694ΚΛΈΩΝ: εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
696ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
697ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
698ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
699ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
700ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
701κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
702ΚΛΈΩΝ: ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
703ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
704ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Part 14
705ΚΛΈΩΝ: ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
706ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
707ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
708ΚΛΈΩΝ: ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
709ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
710ΚΛΈΩΝ: ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
711ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
712ΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
713ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
714ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
715ΚΛΈΩΝ: ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
716ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
717μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
718αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
719ΚΛΈΩΝ: καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
720δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
721ἈΛΛΑΝΤΟΠΏΛΗΣ: χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
722ΚΛΈΩΝ: οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
723ἴωμεν ἐς τὸν δῆμον.
723bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν κωλύει·
724ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
725ΚΛΈΩΝ: ὦ Δῆμε δεῦρʼ ἔξελθε.
725bἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δίʼ ὦ πάτερ
726ἔξελθε δῆτʼ.
726bΚΛΈΩΝ: ὦ Δημίδιον ὦ φίλτατον
727ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
728ΔΗ͂ΜΟΣ: τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
729τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
730bΚΛΈΩΝ: διὰ σὲ τύπτομαι
731ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
731bΔΗ͂ΜΟΣ: τιή;
Part 15
732ΚΛΈΩΝ: ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
733ΔΗ͂ΜΟΣ: σὺ δʼ εἶ τίς ἐτεόν;
733bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀντεραστὴς τουτουί,
734ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
736ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
737ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
738τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
739σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
741ΚΛΈΩΝ: εὖ γὰρ ποιῶ τὸν δῆμον.
741bἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ νυν τί δρῶν;
742ΚΛΈΩΝ: ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
743πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
744ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
746ΚΛΈΩΝ: καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
747ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
748εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
749ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
750ΔΗ͂ΜΟΣ: οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
751ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
752ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
753οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
754ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
756ΧΟΡΌΣ: νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
757καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
758ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
759κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
760πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
761ΧΟΡΌΣ: ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
762τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
763ΚΛΈΩΝ: τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
764εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
766ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
767εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
768ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
769ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
770ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
771ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
772καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
773ΚΛΈΩΝ: καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
774ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
775ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
776οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
777ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
778ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
779ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
780ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
781σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
782καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
783ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
784οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
786ΔΗ͂ΜΟΣ: ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
787τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
788ΚΛΈΩΝ: ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
789ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Part 16
790ΚΛΈΩΝ: καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
791ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
792ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
793καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
794ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
796ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
797ΚΛΈΩΝ: ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
798ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
799ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
801ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
802σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
803ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
804ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
806καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
807γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
808εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
809ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
810ΚΛΈΩΝ: οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
811πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
812νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
813ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
814ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
816ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
817σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
818διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
819κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
820ΚΛΈΩΝ: οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου,
821ὁτιή σε φιλῶ;
821bΔΗ͂ΜΟΣ: παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
822πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
823ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
824ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
825τῶν εὐθυνῶν ἐκκαυλίζων
826καταβροχθίζει, κἀμφοῖν χειροῖν
827μυστιλᾶται τῶν δημοσίων.
828ΚΛΈΩΝ: οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
829αἱρήσω γʼὼ τρεῖς μυριάδας.
830ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
831μιαρώτατος ὢν περὶ τὸν δῆμον
832τὸν Ἀθηναίων; καί σʼ ἐπιδείξω
833νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
834δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
835πλεῖν ἢ μνᾶς τετταράκοντα.
836ΧΟΡΌΣ: ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
837ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,
838μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
839τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
840ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
841ΧΟΡΌΣ: καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
842κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
843ΚΛΈΩΝ: οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
844ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
846ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
847ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας. οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι. ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
852ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός, ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
857τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
858ΔΗ͂ΜΟΣ: οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
859ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
860ΚΛΈΩΝ: ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
861ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
862ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
863ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
864ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
865ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
866ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
867αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
868ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
869ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
870bΔΗ͂ΜΟΣ: οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Part 17
872ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
873ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
874ΔΗ͂ΜΟΣ: κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
875εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
875bΚΛΈΩΝ: οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
876ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
877ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
878ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
879παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
880οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
881τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
882οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
883χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
884ΔΗ͂ΜΟΣ: τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
885καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι
886οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
887ΚΛΈΩΝ: οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
888ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
889τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
890ΚΛΈΩΝ: ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
891προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
891bΔΗ͂ΜΟΣ: ἰαιβοῖ.
892οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
893ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
894καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
895τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
895bΔΗ͂ΜΟΣ: οἶδα μέντοι.
896ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
897ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
898βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
899ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
900ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
901ΔΗ͂ΜΟΣ: καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
902ΚΛΈΩΝ: οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
903ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.
904ΚΛΈΩΝ: ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
905ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
906ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
907τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
908ΚΛΈΩΝ: ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
Part 18
909ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
910ΚΛΈΩΝ: ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
911ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοῦ μὲν οὖν.
911bΚΛΈΩΝ: ἐμοῦ μὲν οὖν.
912ἐγώ σε ποιήσω τριηραρχεῖν
913ἀναλίσκοντα τῶν
914σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
915εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
916οὐδὲ ναυπηγούμενος·
917διαμηχανήσομαί θʼ ὅπως
918ἂν ἱστίον σαπρὸν λάβῃς.
919ΧΟΡΌΣ: ἁνὴρ παφλάζει, παῦε παῦʼ,
920ὑπερζέων· ὑφελκτέον
921τῶν δᾳδίων ἀπαρυστέον
922τε τῶν ἀπειλῶν ταυτῃί.
923ΚΛΈΩΝ: δώσεις ἐμοὶ καλὴν δίκην
924ἰπούμενος ταῖς ἐσφοραῖς.
925ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
926σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.
927ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν, εὔχομαι δέ σοι ταδί· τὸ μὲν τάγηνον τευθίδων ἐφεστάναι σίζον· σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ
932Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων ἐμπλήμενος φθαίης ἔτʼ εἰς ἐκκλησίαν ἐλθών· ἔπειτα
937πρὶν φαγεῖν ἀνὴρ μεθήκοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐσθίων ἐναποπνιγείης.
941ΧΟΡΌΣ: εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
942ΔΗ͂ΜΟΣ: κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶς
943ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
945ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
946σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
947καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
948ἐμοὶ ταμιεύσεις.
948bΚΛΈΩΝ: ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
949εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
950ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
951ΔΗ͂ΜΟΣ: οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
952οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
953ἀλλʼ ἢ οὐ καθορῶ.
953bἈΛΛΑΝΤΟΠΏΛΗΣ: φέρʼ ἴδω τί σοι σημεῖον ἦν;
954ΔΗ͂ΜΟΣ: δημοῦ βοείου θρῖον ἐξωπτημένον.
955ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτʼ ἔνεστιν.
955bΔΗ͂ΜΟΣ: οὐ τὸ θρῖον; ἀλλὰ τί;
956ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
957ΔΗ͂ΜΟΣ: αἰβοῖ τάλας.
957bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστιν;
957cΔΗ͂ΜΟΣ: ἀπόφερʼ ἐκποδών.
958οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
959παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
960ΚΛΈΩΝ: μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
961πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Part 19
962ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τῶν ἐμῶν νυν.
962bΚΛΈΩΝ: ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
963μολγὸν γενέσθαι δεῖ σε.
963bἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄν γε τουτῳί,
964ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
965ΚΛΈΩΝ: ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
966χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
967ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
968ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
969χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
970ΧΟΡΌΣ: καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
971αὐτῶν ἀκούσῃ.
971bΔΗ͂ΜΟΣ: πάνυ γε. καὶ σύ νυν φέρε.
972ΚΛΈΩΝ: ἰδού.
972bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.
973ΧΟΡΌΣ: ἥδιστον φάος ἡμέρας ἔσται τοῖσι παροῦσι καὶ τοῖσι δεῦρʼ ἀφικνουμένοις, ἢν Κλέων ἀπόληται. καίτοι πρεσβυτέρων τινῶν
978οἵων ἀργαλεωτάτων ἐν τῷ δείγματι τῶν δικῶν ἤκουσʼ ἀντιλεγόντων, ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
983σκεύη δύο χρησίμω, δοῖδυξ οὐδὲ τορύνη.
985ΧΟΡΌΣ: ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζω τῆς ὑομουσίας αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
990θαμὰ τὴν λύραν, ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν· κᾆτα τὸν κιθαριστὴν ὀργισθέντʼ ἀπάγειν κελεύειν, ὡς ἁρμονίαν ὁ παῖς
995οὗτος οὐ δύναται μαθεῖν ἢν μὴ Δωροδοκιστί.
997ΚΛΈΩΝ: ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
998ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
999ΔΗ͂ΜΟΣ: ταυτὶ τί ἔστι;
999bΚΛΈΩΝ: λόγια.
999cΔΗ͂ΜΟΣ: πάντʼ;
999dΚΛΈΩΝ: ἐθαύμασας;
1000καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
1001ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.
1002ΔΗ͂ΜΟΣ: φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
1003ΚΛΈΩΝ: οὑμοὶ μέν εἰσι Βάκιδος.
Part 20
1003bΔΗ͂ΜΟΣ: οἱ δὲ σοὶ τίνος;
1004ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
1005ΔΗ͂ΜΟΣ: εἰσὶν δὲ περὶ τοῦ;
1005bΚΛΈΩΝ: περὶ Ἀθηνῶν, περὶ Πύλου,
1006περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
1007ΔΗ͂ΜΟΣ: οἱ σοὶ δὲ περὶ τοῦ;
1007bἈΛΛΑΝΤΟΠΏΛΗΣ: περὶ Ἀθηνῶν, περὶ φακῆς,
1008περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
1009περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
1010περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
1011ΔΗ͂ΜΟΣ: ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
1012καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
1013ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
1014ΚΛΈΩΝ: ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
1015φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
1016ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
1017σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,
1018ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
1019σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
1020πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
1021ΔΗ͂ΜΟΣ: ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
1022τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
1023ΚΛΈΩΝ: ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
1024σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.
1025ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
1026ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
1027ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
1028ΔΗ͂ΜΟΣ: λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
1029ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
1030ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
1031ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν
1032ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
1033ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
1034νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
1035ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.
1036ΚΛΈΩΝ: ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
1037ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
1038ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
1039ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
1041ταῦτʼ οἶσθʼ ὅ τι λέγει;
1041bΔΗ͂ΜΟΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
1042ΚΛΈΩΝ: ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
1043ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
1044ΔΗ͂ΜΟΣ: καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;
1045ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
1046ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
1047ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.
1048ΔΗ͂ΜΟΣ: πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
Part 21
1048bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτονὶ
1049δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
1050ΔΗ͂ΜΟΣ: ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
1051ΚΛΈΩΝ: μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
1052ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
1053ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
1054ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
1056καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
1057ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
1058ΚΛΈΩΝ: ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
1059ἔστι Πύλος πρὸ Πύλοιο—
1059bΔΗ͂ΜΟΣ: τί τοῦτο λέγει, πρὸ Πύλοιο;
1060ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
1061ΔΗ͂ΜΟΣ: ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
1062ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
1063ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
1064ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
1065ΔΗ͂ΜΟΣ: προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
1066ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
1067ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
1068λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
1069οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
1069bΔΗ͂ΜΟΣ: Φιλόστρατος ἡ κυναλώπηξ.
1070ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
1071αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
1072ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
1073ΔΗ͂ΜΟΣ: πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
1073bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπως;
1074ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
1075ΔΗ͂ΜΟΣ: πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
1076ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
1077ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
1078ΔΗ͂ΜΟΣ: εἶεν·
1078aτούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
1079ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
1081χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
1082ΔΗ͂ΜΟΣ: ποίαν Κυλλήνην;
Part 22
1082bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὴν τούτου χεῖρʼ ἐποίησεν
1083Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.
1084ΚΛΈΩΝ: οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
1085ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
1086ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
1087αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
1088ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
1089χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
1090ΚΛΈΩΝ: ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1091τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
1092ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1093ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
1094εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
1096ΔΗ͂ΜΟΣ: ἰοὺ ἰού.
1097οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
1098καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
1099γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
1100ΚΛΈΩΝ: μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
1101κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
1102ΔΗ͂ΜΟΣ: οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
1103ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
1104ΚΛΈΩΝ: ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
1105ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
1106καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
1107ΔΗ͂ΜΟΣ: ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
1108ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
1109τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
1110ΚΛΈΩΝ: τρέχοιμʼ ἂν εἴσω πρότερος.
1110bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ δῆτʼ ἀλλʼ ἐγώ.
1111ΧΟΡΌΣ: ὦ Δῆμε καλήν γʼ ἔχεις ἀρχήν, ὅτε πάντες ἄνθρωποι δεδίασί σʼ ὥσπερ ἄνδρα τύραννον. ἀλλʼ εὐπαράγωγος εἶ,
1116θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντʼ ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ.
1121ΔΗ͂ΜΟΣ: νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν νομίζετʼ· ἐγὼ δʼ ἑκὼν ταῦτʼ ἠλιθιάζω. αὐτός τε γὰρ ἥδομαι
1126βρύλλων τὸ καθʼ ἡμέραν, κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δʼ, ὅταν ᾖ πλέως, ἄρας ἐπάταξα.
1131ΧΟΡΌΣ: χοὔτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστʼ ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πάνυ πολλή, εἰ τούσδʼ ἐπίτηδες ὥσπερ
1136δημοσίους τρέφεις ἐν τῇ πυκνί, κᾆθʼ ὅταν μή σοι τύχῃ ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς, θύσας ἐπιδειπνεῖς.
1141ΔΗ͂ΜΟΣ: σκέψασθε δέ μʼ, εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμʼ ἐξαπατύλλειν. τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς
1146οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτʼ ἀναγκάζω πάλιν ἐξεμεῖν ἅττʼ ἂν κεκλόφωσί μου, κημὸν καταμηλῶν.
1151ΚΛΈΩΝ: ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
1151bἈΛΛΑΝΤΟΠΏΛΗΣ: σύ γʼ ὦ φθόρε.
1152ΚΛΈΩΝ: ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος
1153τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
Part 23
1154ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
1156ΔΗ͂ΜΟΣ: ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
1157βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
1158ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἶσθʼ οὖν ὃ δρᾶσον;
1158bΔΗ͂ΜΟΣ: εἰ δὲ μή, φράσεις γε σύ.
1159ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
1160ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.
1160bΔΗ͂ΜΟΣ: δρᾶν ταῦτα χρή.
1161ἄπιτον.
1161bΚΛΈΩΝ ΚΑῚ ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού.
1161cΔΗ͂ΜΟΣ: θέοιτʼ ἄν.
1161dἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποθεῖν οὐκ ἐῶ.
1162ΔΗ͂ΜΟΣ: ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
1163ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.
1164ΚΛΈΩΝ: ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
1165ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
1166ΚΛΈΩΝ: ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
1167ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
1168ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
1169ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
1170ΔΗ͂ΜΟΣ: ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
1171ΚΛΈΩΝ: ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
1172ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
1173ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
1174καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
1175ΔΗ͂ΜΟΣ: οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
1176εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
1177ΚΛΈΩΝ: τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
1178ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
1179καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Part 24
1180ΔΗ͂ΜΟΣ: καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
1181ΚΛΈΩΝ: ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
1182ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
1183ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λαβὲ καὶ ταδί νυν.
1183bΔΗ͂ΜΟΣ: καὶ τί τούτοις χρήσομαι
1184τοῖς ἐντέροις;
1184bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
1185ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
1186ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
1187ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
1188ΔΗ͂ΜΟΣ: ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
1189ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
1190ΚΛΈΩΝ: λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.
1191ἈΛΛΑΝΤΟΠΏΛΗΣ: παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
1192ΚΛΈΩΝ: ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.
1193ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
1194ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
1195ΚΛΈΩΝ: ὁρᾷς τάδʼ ὦ κακόδαιμον;
1195bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὀλίγον μοι μέλει·
1196ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
1197πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
1198ΚΛΈΩΝ: ποῦ ποῦ;
1198bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
1199ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
1200ΚΛΈΩΝ: οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.
1201ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
1202ΔΗ͂ΜΟΣ: εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
1203ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.
1204ΚΛΈΩΝ: ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.
Part 25
1205ΔΗ͂ΜΟΣ: ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
1206ΚΛΈΩΝ: οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
1207ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν
1208ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
1209ΔΗ͂ΜΟΣ: τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
1210δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
1211ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
1212ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
1213καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
1214ΔΗ͂ΜΟΣ: φέρʼ ἴδω τί οὖν ἔνεστιν;
1214bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ὁρᾷς κενὴν
1215ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
1216ΔΗ͂ΜΟΣ: αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.
1217ἈΛΛΑΝΤΟΠΏΛΗΣ: βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
1218ὁρᾷς τάδʼ;
1218bΔΗ͂ΜΟΣ: οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
1219ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
1220ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
1221ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
1222σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
1223αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.
1224ΔΗ͂ΜΟΣ: ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
1225ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.
1226ΚΛΈΩΝ: ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.
1227ΔΗ͂ΜΟΣ: κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
1228αὐτὸν περιθῶ.
1228bἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατάθου ταχέως μαστιγία.
1229ΚΛΈΩΝ: οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
1230φράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.
1231ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
1232ΚΛΈΩΝ: καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
1233εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
1234καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
1235παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
1236ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
1237ΚΛΈΩΝ: πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
1238εἶεν.
1238aἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Part 26
1239ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
1240ΚΛΈΩΝ: ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
1241τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
1242ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
1243ΚΛΈΩΝ: οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
1244λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
1245καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
1246ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
1247ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
1248ΚΛΈΩΝ: οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
1249κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
1250ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
1251λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
1252κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
1253ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
1254ΧΟΡΌΣ: ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
1255ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
1256ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
1257ΔΗ͂ΜΟΣ: ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
1257bἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἀγοράκριτος·
1258ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
1259ΔΗ͂ΜΟΣ: Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
1261ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
1262ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
1263ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
1264ΧΟΡΌΣ: τί κάλλιον ἀρχομένοισιν
1265ἢ καταπαυομένοισιν
1266ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,
1267μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
1268καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
1273σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
1274ΧΟΡΌΣ: λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον, ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου. νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
1279ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
1284τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται, ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ. ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
1289οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
1290ΧΟΡΌΣ: ἦ πολλάκις ἐννυχίαισι
1291φροντίσι συγγεγένημαι,
1294καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
1295φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
1296οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
1297ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
1300ΧΟΡΌΣ: φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα· οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει; φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·
1305ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι· οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
1310εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει· ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1315τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
1316ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
1317καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
1318ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
1319ΧΟΡΌΣ: ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
1320τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
1321ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
1322ΧΟΡΌΣ: καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Part 27
1323ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
1324ΧΟΡΌΣ: πῶς ἂν ἴδοιμεν; ποίαν τινʼ ἔχει σκευήν; ποῖος γεγένηται;
1325ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
1326ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
1327ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
1328καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
1329ΧΟΡΌΣ: ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
1330δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
1331ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
1332οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
1333ΧΟΡΌΣ: χαῖρʼ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
1334τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
1335ΔΗ͂ΜΟΣ: ὦ φίλτατʼ ἀνδρῶν ἐλθὲ δεῦρʼ Ἀγοράκριτε.
1336ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας.
1336bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ;
1337ἀλλʼ ὦ μέλʼ οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
1338οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
1339ΔΗ͂ΜΟΣ: τί δʼ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;
1340ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ,
1341ὦ Δῆμʼ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
1342καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,
1343τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
1344ἀνωρτάλιζες κἀκερουτίας.
1344bΔΗ͂ΜΟΣ: ἐγώ;
1345ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.
1346ΔΗ͂ΜΟΣ: τί φῄς;
1346aταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
1347ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ δʼ ὦτά γʼ ἄν σου νὴ Δίʼ ἐξεπετάννυτο
1348ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
1349ΔΗ͂ΜΟΣ: οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
1350ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,
1351ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δʼ ἕτερος αὖ
1352καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
1353τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
1354οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
1355ΔΗ͂ΜΟΣ: αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
1356ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
1357ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·
1358ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
1359οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
1360εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·
1361τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
1362ΔΗ͂ΜΟΣ: ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
1363ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
1364ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
1365τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.
Part 28
1366ΔΗ͂ΜΟΣ: πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
1367καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.
1368ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
1369ΔΗ͂ΜΟΣ: ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
1371ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
1372ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
1373ΔΗ͂ΜΟΣ: οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
1374ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
1375ΔΗ͂ΜΟΣ: τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
1376ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
1377σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
1378συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
1379καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.
1381ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
1382ΔΗ͂ΜΟΣ: μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
1383τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
1384ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
1385καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
1386κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
1387ΔΗ͂ΜΟΣ: μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
1388ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
1389σπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.
1390ΔΗ͂ΜΟΣ: ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,
1391ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
1392πῶς ἔλαβες αὐτὰς ἐτέον;
1392bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ ὁ Παφλαγὼν
1393ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
1394νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺς
1395αὐτὰς ἰέναι λαβόντα.
1395bΔΗ͂ΜΟΣ: τὸν δὲ Παφλαγόνα,
1396ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.
1397ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
1398ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
1399τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
1400μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
1401κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
1402ΔΗ͂ΜΟΣ: εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
1403πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
1404καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
1405ἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.
1406ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
1407κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
1408ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.
1409[...]
Clouds
Contents — 33 sections
Part 1
1STREPSIADES.: Ah me! Ah me! O King Jupiter, of what a terrible length the nights are! Will it never be day? And yet long since I heard the cock.
5My domestics are snoring; but they would not have done so heretofore! May you perish then, O war! For many reasons; because I may not even punish my domestics. Neither does this excellent youth awake through the night; but takes his ease,
10wrapped up in five blankets. Well, if it is the fashion, let us snore wrapped up.
12But I am not able, miserable man, to sleep, being tormented by my expenses, and my stud of horses, and my debts, through this son of mine. He with his long hair,
15is riding horses and driving curricles, and dreaming of horses; while I am driven to distraction, as I see the moon bringing on the twentieths; for the interest is running on. Boy! Light a lamp, and bring forth my tablets, that I may take them and read
20to how many I am indebted, and calculate the interest. Enter boy with a light and tablets. Come, let me see; what do I owe? Twelve minae to Pasias. Why twelve minae to Pasias? Why did I borrow them? When I bought the blood-horse. Ah me, unhappy! Would that it had had its eye knocked out with a stone first!
25PHIDIPPIDES.: You are acting unfairly, Philo! Drive on your own course.
26STREPSIADES.: This is the bane that has destroyed me; for even in his sleep he dreams about horsemanship.
28PHIDIPPIDES.: How many courses will the war-chariots run?
29STREPSIADES.: Many courses do you drive me, your father. But what debt came upon me after Pasias? Three minae to Amynias for a little chariot and pair of wheels.
32PHIDIPPIDES.: Lead the horse home, after having given him a good rolling.
33STREPSIADES.: O foolish youth, you have rolled me out of my possessions; since I have been cast in suits, and others say that they will have surety given them for the interest.
35bPHIDIPPIDES.: Pray, father, why are you peevish, and toss about the whole night?
37STREPSIADES.: A bailiff out of the bedclothes is biting me.
38PHIDIPPIDES.: Suffer me, good sir, to sleep a little.
39STREPSIADES.: Then, do you sleep on; but know that all these debts will turn on your head. Phidippides falls asleep again. Alas! Would that the match-maker had perished miserably, who induced me to marry your mother. For a country life used to be most agreeable to me, dirty, untrimmed, reclining at random,
45abounding in bees, and sheep, and oil-cake. Then I, a rustic, married a niece of Megacles, the son of Megacles, from the city, haughty, luxurious, and Coesyrafied. When I married her, I lay with her
50redolent of new wine, of the cheese-crate, and abundance of wool; but she, on the contrary, of ointment, saffron, wanton-kisses, extravagance, gluttony, and of Colias and Genetyllis. I will not indeed say that she was idle; but she wove. And I used to show her this cloak
55by way of a pretext and say Wife, you weave at a great rate.
56SERVANT.: We have no oil in the lamp.
57STREPSIADES.: Ah me! Why did you light the thirsty lamp? Come hither that you may weep!
58bSERVANT.: For what, pray, shall I weep?
59STREPSIADES.: Because you put in one of the thick wicks.
60After this, when this son was born to us, to me, forsooth, and to my excellent wife, we squabbled then about the name: for she was for adding hippos to the name, Xanthippus, or Charippus, or Callipides;
65but I was for giving him the name of his grandfather, Phidonides. For a time therefore we disputed; and then at length we agreed, and called him Phidippides. She used to take this son and fondle him, saying, When you, being grown up, shall drive your chariot to the city,
70like Megacles, with a xystis. But I used to say, Nay, rather, when dressed in a leathern jerkin, you shall drive goats from Phelleus, like your father. He paid no attention to my words, but poured a horse-fever over my property.
75Now, therefore, by meditating the whole night, I have discovered one path for my course extraordinarily excellent; to which if I persuade this youth I shall be saved. But first I wish to awake him. How then can I awake him in the most agreeable manner? How?
80Phidippides, my little Phidippides?
80bPHIDIPPIDES.: What, father?
81STREPSIADES.: Kiss me, and give me your right hand!
82PHIDIPPIDES.: There. What’s the matter?
82bSTREPSIADES.: Tell me, do you love me?
83PHIDIPPIDES.: Yes, by this Equestrian Neptune.
Part 2
84STREPSIADES.: Nay, do not by any means mention this Equestrian to me, for this god is the author of my misfortunes. But, if you really love me from your heart, my son, obey me.
87bPHIDIPPIDES.: In what then, pray, shall I obey you?
88STREPSIADES.: Reform your habits as quickly as possible, and go and learn what I advise.
90PHIDIPPIDES.: Tell me now, what do you prescribe?
90bSTREPSIADES.: And will you obey me at all?
90cPHIDIPPIDES.: By Bacchus, I will obey you.
91bSTREPSIADES.: Look this way then! Do you see this little door and little house?
93PHIDIPPIDES.: I see it. What then, pray, is this, father?
94STREPSIADES.: This is a thinking-shop of wise spirits.
95There dwell men who in speaking of the heavens persuade people that it is an oven, and that it encompasses us, and that we are the embers. These men teach, if one give them money, to conquer in speaking, right or wrong.
100PHIDIPPIDES.: Who are they?
100bSTREPSIADES.: I do not know the name accurately. They are minute philosophers, noble and excellent.
103PHIDIPPIDES.: Bah! They are rogues; I know them. You mean the quacks, the pale-faced wretches, the bare-footed fellows, of whose numbers are the miserable Socrates and Chaerephon.
105STREPSIADES.: Hold! Hold! Be silent! Do not say anything foolish. But, if you have any concern for your father’s patrimony, become one of them, having given up your horsemanship.
108PHIDIPPIDES.: I would not, by Bacchus, even if you were to give me the pheasants which Leogoras rears!
110STREPSIADES.: Go, I entreat you, dearest of men, go and be taught.
111bPHIDIPPIDES.: Why, what shall I learn?
112STREPSIADES.: They say that among them are both the two causes—the better cause, whichever that is, and the worse: they say that the one of these two causes, the worse, prevails,
115though it speaks on the unjust side. If, therefore you learn for me this unjust cause, I would not pay any one, not even an obolus of these debts, which I owe at present on your account.
119PHIDIPPIDES.: I can not comply; for I should not dare to look upon the knights, having lost all my colour.
121STREPSIADES.: Then, by Ceres, you shall not eat any of my good! Neither you, nor your blood-horse; but I will drive you out of my house to the crows.
124PHIDIPPIDES.: My uncle Megacles will not permit me to be without a horse. But I’ll go in, and pay no heed to you.
Part 3
126STREPSIADES.: Though fallen, still I will not lie prostrate: but having prayed to the gods, I will go myself to the thinking-shop and get taught. How, then, being an old man,
130shall I learn the subtleties of refined disquisitions? I must go. Why thus do I loiter and not knock at the door? Knocks at the door. Boy! Little boy!
133DISCIPLE.: Go to the devil! Who it is that knocked at the door?
134STREPSIADES.: Strepsiades, the son of Phidon, of Cicynna.
135DISCIPLE.: You are a stupid fellow, by Jove! who have kicked against the door so very carelessly, and have caused the miscarriage of an idea which I had conceived.
138STREPSIADES.: Pardon me; for I dwell afar in the country. But tell me the thing which has been made to miscarry.
140DISCIPLE.: It is not lawful to mention it, except to disciples.
141STREPSIADES.: Tell it, then, to me without fear; for I here am come as a disciple to the thinking-shop.
143DISCIPLE.: I will tell you; but you must regard these as mysteries. Socrates lately asked Chaerephon about a flea, how many of its own feet it jumped; for after having bit the eyebrow of Chaerephon, it leaped away onto the head of Socrates.
148STREPSIADES.: How then did he measure this?
148bDISCIPLE.: Most cleverly. He melted some wax; and then took the flea
150and dipped its feet in the wax; and then a pair of Persian slippers stuck to it when cooled. Having gently loosened these, he measured back the distance.
153STREPSIADES.: O King Jupiter! What subtlety of thought!
154DISCIPLE.: What then would you say if you heard another contrivance of Socrates?
155bSTREPSIADES.: Of what kind? Tell me, I beseech you!
156DISCIPLE.: Chaerephon the Sphettian asked him whether he thought gnats buzzed through the mouth or the breech.
159STREPSIADES.: What, then, did he say about the gnat?
160DISCIPLE.: He said the intestine of the gnat was narrow and that the wind went forcibly through it, being slender, straight to the breech; and then that the rump, being hollow where it is adjacent to the narrow part, resounded through the violence of the wind.
165STREPSIADES.: The rump of the gnats then is a trumpet! Oh, thrice happy he for his sharp-sightedness! Surely a defendant might easily get acquitted who understands the intestine of the gnat.
169DISCIPLE.: But he was lately deprived of a great idea by a lizard.
170bSTREPSIADES.: In what way? Tell me.
171DISCIPLE.: As he was investigating the courses of the moon and her revolutions, then as he was gaping upward a lizard in the darkness dropped upon him from the roof.
Part 4
174STREPSIADES.: I am amused at a lizard’s having dropped on Socrates.
175DISCIPLE.: Yesterday evening there was no supper for us.
176STREPSIADES.: Well. What then did he contrive for provisions?
177DISCIPLE.: He sprinkled fine ashes on the table, and bent a little spit, and then took it as a pair of compasses and filched a cloak from the Palaestra.
180STREPSIADES.: Why then do we admire Thales? Open open quickly the thinking-shop, and show to me Socrates as quickly as possible. For I desire to be a disciple. Come, open the door. The door of the thinking-shop opens and the pupils of Socrates are seen all with their heads fixed on the ground, while Socrates himself is seen suspended in the air in a basket. O Hercules, from what country are these wild beasts?
185DISCIPLE.: What do you wonder at? To what do they seem to you to be like?
186STREPSIADES.: To the Spartans who were taken at Pylos. But why in the world do these look upon the ground?
188DISCIPLE.: They are in search of the things below the earth.
188bSTREPSIADES.: Then they are searching for roots. Do not, then, trouble yourselves about this;
190for I know where there are large and fine ones. Why, what are these doing, who are bent down so much?
192DISCIPLE.: These are groping about in darkness under Tartarus.
193STREPSIADES.: Why then does their rump look toward heaven?
194DISCIPLE.: It is getting taught astronomy alone by itself. Turning to the pupils. But go in, lest he meet with us.
196STREPSIADES.: Not yet, not yet; but let them remain, that I may communicate to them a little matter of my own.
198DISCIPLE.: It is not permitted to them to remain without in the open air for a very long time.
200STREPSIADES.: (discovering a variety of mathematical instruments). Why, what is this, in the name of heaven? Tell me.
201DISCIPLE.: This is Astronomy.
201bSTREPSIADES.: But what is this?
202DISCIPLE.: Geometry.
202bSTREPSIADES.: What then is the use of this?
203DISCIPLE.: To measure out the land.
Part 5
203bSTREPSIADES.: What belongs to an allotment?
204DISCIPLE.: No, but the whole earth.
204bSTREPSIADES.: You tell me a clever notion; for the contrivance is democratic and useful.
206DISCIPLE.: See, here’s a map of the whole earth. Do you see? This is Athens.
207bSTREPSIADES.: What say you? I don’t believe you; for I do not see the Dicasts sitting.
209DISCIPLE.: Be assured that this is truly the Attic territory.
210STREPSIADES.: Why, where are my fellow-tribesmen of Cicynna?
211DISCIPLE.: Here they are. And Euboea here, as you see, is stretched out a long way by the side of it to a great distance.
213STREPSIADES.: I know that; for it was stretched by us and Pericles. But where is Lacedaemon?
214bDISCIPLE.: Where is it? Here it is.
215STREPSIADES.: How near it is to us! Pay great attention to this, to remove it very far from us.
217DISCIPLE.: By Jupiter, it is not possible.
217bSTREPSIADES.: Then you will weep for it. Looking up and discovering Socrates. Come, who is this man who is in the basket?
219DISCIPLE.: Himself.
219bSTREPSIADES.: Who’s Himself?
219cDISCIPLE.: Socrates.
219dSTREPSIADES.: O Socrates! Come, you sir, call upon him loudly for me.
220aDISCIPLE.: Nay, rather, call him yourself; for I have no leisure.
221STREPSIADES.: Socrates! My little Socrates!
223SOCRATES.: Why callest thou me, thou creature of a day?
Part 6
224STREPSIADES.: First tell me, I beseech you, what are you doing.
225SOCRATES.: I am walking in the air, and speculating about the sun.
226STREPSIADES.: And so you look down upon the gods from your basket, and not from the earth?
227bSOCRATES.: For I should not have rightly discovered things celestial if I had not suspended the intellect, and
230mixed the thought in a subtle form with its kindred air. But if, being on the ground, I speculated from below on things above, I should never have discovered them. For the earth forcibly attracts to itself the meditative moisture. Water-cresses also suffer the very same thing.
235STREPSIADES.: What do you say? Does meditation attract the moisture to the water-cresses? Come then, my little Socrates, descend to me, that you may teach me those things, for the sake of which I have come.
239SOCRATES.: And for what did you come?
239bSTREPSIADES.: Wishing to learn to speak; for by reason of usury, and most ill-natured creditors, I am pillaged and plundered, and have my goods seized for debt.
242SOCRATES.: How did you get in debt without observing it?
243STREPSIADES.: A horse-disease consumed me--terrible at eating. But teach me the other one of your two causes, that which pays nothing; and I will swear by the gods, I will pay down to you whatever reward you exact of me.
247SOCRATES.: By what gods will you swear? For, in the first place, gods are not a current coin with us.
248bSTREPSIADES.: By what do you swear? By iron money, as in Byzantium?
250SOCRATES.: Do you wish to know clearly celestial matters, what they rightly are?
251bSTREPSIADES.: Yes, by Jupiter, if it be possible!
252SOCRATES.: And to hold converse with the Clouds, our divinities?
253bSTREPSIADES.: By all means.
254SOCRATES.: Seat yourself, then, upon the sacred couch.
255STREPSIADES.: Well, I am seated!
255bSOCRATES.: Take, then, this chaplet.
256bSTREPSIADES.: For what purpose a chaplet? Ah me! Socrates, see that you do not sacrifice me like Athamas!
258SOCRATES.: No; we do all these to those who get initiated.
Part 7
259bSTREPSIADES.: Then what shall I gain, pray?
260SOCRATES.: You shall become in oratory a tricky knave, a thorough rattle, a subtle speaker. But keep quiet.
261bSTREPSIADES.: By Jupiter! You will not deceive me; for if I am besprinkled, I shall become fine flour.
263SOCRATES.: It becomes the old man to speak words of good omen, and to hearken to my prayer. O sovereign King, immeasurable Air, who keepest the earth suspended, and through bright Aether, and ye august goddesses, the Clouds, sending thunder and lightning, arise, appear in the air, O mistresses, to your deep thinker!
267STREPSIADES.: Not yet, not yet, till I wrap this around me lest I be wet through. To think of my having come from home without even a cap, unlucky man!
269SOCRATES.: Come then, ye highly honoured Clouds, for a display to this man.
270Whether ye are sitting upon the sacred snow-covered summits of Olympus, or in the gardens of Father Ocean form a sacred dance with the Nymphs, or draw in golden pitchers the streams of the waters of the Nile, or inhabit the Maeotic lake, or the snowy rock of Mimas, hearken to our prayer, and receive the sacrifice, and be propitious to the sacred rites.
275CHORUS.: Eternal Clouds! Let us arise to view with our dewy, clear-bright nature, from loud-sounding Father Ocean to the wood-crowned summits of the lofty mountains,
280in order that we may behold clearly the far-seen watch-towers, and the fruits, and the fostering, sacred earth, and the rushing sounds of the divine rivers, and the roaring, loud-sounding sea;
285for the unwearied eye of Aether sparkles with glittering rays. Come, let us shake off the watery cloud from our immortal forms and survey
290the earth with far-seeing eye.
291SOCRATES.: O ye greatly venerable Clouds, ye have clearly heard me when I called. Turning to Strepsiades. Did you hear the voice, and the thunder which bellowed at the same time, feared as a god?
293STREPSIADES.: I too worship you, O ye highly honoured, and am inclined to reply to the thundering, so much do I tremble at them and am alarmed. And whether it be lawful, or be not lawful, I have a desire just now to ease myself.
296SOCRATES.: Don’t scoff, nor do what these poor-devil-poets do, but use words of good omen, for a great swarm of goddesses is in motion with their songs.
298CHORUS.: Ye rain-bringing virgins,
300let us come to the fruitful land of Pallas, to view the much-loved country of Cecrops, abounding in brave men; where is reverence for sacred rites not to be divulged; where the house that receives the initiated is thrown open in holy mystic rites;
305and gifts to the celestial gods; and high-roofed temples, and statues; and most sacred processions in honour of the blessed gods; and well-crowned sacrifices to the gods,
310and feasts, at all seasons; and with the approach of spring the Bacchic festivity, and the rousings of melodious choruses, and the loud-sounding music of flutes.
314STREPSIADES.: Tell me, O Socrates, I beseech you, by Jupiter, who are these that have uttered this grand song? Are they some heroines?
316SOCRATES.: By no means; but heavenly Clouds, great divinities to idle men; who supply us with thought and argument, and intelligence and humbug, and circumlocution, and ability to hoax, and comprehension.
319STREPSIADES.: On this account therefore my soul, having heard their voice, flutters, and already seeks to discourse subtilely, and to quibble about smoke, and having pricked a maxim with a little notion, to refute the opposite argument. So that now I eagerly desire, if by any means it be possible, to see them palpably.
323SOCRATES.: Look, then, hither, toward Mount Parnes; for now I behold them descending gently.
324bSTREPSIADES.: Pray where? Show me.
324cSOCRATES.: See! There they come in great numbers through the hollows and thickets; there, obliquely.
325bSTREPSIADES.: What’s the matter? For I can’t see them.
326bSOCRATES.: By the entrance.
326cSTREPSIADES.: Now at length with difficulty I just see them.
Part 8
327SOCRATES.: Now at length you assuredly see them, unless you have your eyes running pumpkins.
328STREPSIADES.: Yes, by Jupiter! O highly honoured Clouds, for now they cover all things.
329SOCRATES.: Did you not, however, know, nor yet consider, these to be goddesses?
330STREPSIADES.: No, by Jupiter! But I thought them to be mist, and dew, and smoke.
331SOCRATES.: For you do not know, by Jupiter! that these feed very many sophists, Thurian soothsayers, practisers of medicine, lazy-long-haired-onyx-ring-wearers, song-twisters for the cyclic dances, and meteorological quacks. They feed idle people who do nothing, because such men celebrate them in verse.
335STREPSIADES.: For this reason, then, they introduced into their verses the dreadful impetuosity of the moist, whirling-bright clouds; and the curls of hundred-headed Typho; and the hard-blowing tempests; and then aerial, moist; crooked-clawed birds, floating in air and the showers of rain from dewy Clouds. And then, in return for these, they swallow slices of great, fine mullets, and bird’s-flesh of thrushes.
340SOCRATES.: Is it not just, however, that they should have their reward, on account of these?
340bSTREPSIADES.: Tell me, pray, if they are really clouds, what ails them, that they resemble mortal women? For they are not such.
342bSOCRATES.: Pray, of what nature are they?
343STREPSIADES.: I do not clearly know: at any rate they resemble spread-out fleeces, and not women, by Jupiter! Not a bit; for these have noses.
345SOCRATES.: Answer, then, whatever I ask you.
345bSTREPSIADES.: Then say quickly what you wish.
346SOCRATES.: Have you ever, when you; looked up, seen a cloud like to a centaur, or a panther, or a wolf, or a bull?
347bSTREPSIADES.: By Jupiter, have I! But what of that?
348SOCRATES.: They become all things, whatever they please. And then if they see a person with long hair, a wild one of these hairy fellows, like the son of Xenophantes, in derision of his folly, they liken themselves to centaurs.
351STREPSIADES.: Why, what, if they should see Simon, a plunderer of the public property, what do they do?
352SOCRATES.: They suddenly become wolves, showing up his disposition.
353STREPSIADES.: For this reason, then, for this reason, when they yesterday saw Cleonymus the recreant, on this account they became stags, because they saw this most cowardly fellow.
355SOCRATES.: And now too, because they saw Clisthenes, you observe, on this account they became women.
356STREPSIADES.: Hail therefore, O mistresses! And now, if ever ye did to any other, to me also utter a voice reaching to heaven, O all-powerful queens.
Part 9
358CHORUS.: Hail, O ancient veteran, hunter after learned speeches! And thou, O priest of most subtle trifles! Tell us what you require?
360For we would not hearken to any other of the recent meteorological sophists, except to Prodicus; to him, on account of his wisdom and intelligence; and to you, because you walk proudly in the streets, and cast your eyes askance, and endure many hardships with bare feet, and in reliance upon us lookest supercilious.
364STREPSIADES.: O Earth, what a voice! How holy and dignified and wondrous!
365SOCRATES.: For, in fact, these alone are goddesses; and all the rest is nonsense.
366STREPSIADES.: But come, by the Earth, is not Jupiter, the Olympian, a god?
367SOCRATES.: What Jupiter? Do not trifle. There is no Jupiter.
367bSTREPSIADES.: What do you say? Who rains then? For first of all explain this to me.
369SOCRATES.: These to be sure. I will teach you it by powerful evidence. Come, where have you ever seen him raining at any time without Clouds? And yet he ought to rain in fine weather, and these be absent.
372STREPSIADES.: By Apollo, of a truth you have rightly confirmed this by your present argument. And yet, before this, I really thought that Jupiter caused the rain. But tell me who is it that thunders. This makes me tremble.
375SOCRATES.: These, as they roll, thunder.
375bSTREPSIADES.: In what way? you all-daring man!
376SOCRATES.: When they are full of much water, and are compelled to be borne along, being necessarily precipitated when full of rain, then they fall heavily upon each other and burst and clap.
379STREPSIADES.: Who is it that compels them to borne along? Is it not Jupiter?
380SOCRATES.: By no means, but aethereal Vortex.
380bSTREPSIADES.: Vortex? It had escaped my notice that Jupiter did not exist, and that Vortex now reigned in his stead. But you have taught me nothing as yet concerning the clap and the thunder.
383SOCRATES.: Have you not heard me, that I said that the Clouds, when full of moisture, dash against each other and clap by reason of their density?
385STREPSIADES.: Come, how am I to believe this?
385bSOCRATES.: I’ll teach you from your own case. Were you ever, after being stuffed with broth at the Panathenaic festival, then disturbed in your belly, and did a tumult suddenly rumble through it?
388STREPSIADES.: Yes, by Apollo! And immediately the little broth plays the mischief with me, and is disturbed and rumbles like thunder, and grumbles dreadfully:
390at first gently pappax, pappax; and then it adds papa-pappax; and finally, it thunders downright papapappax, as they do.
392SOCRATES.: Consider, therefore, how you have trumpeted from a little belly so small; and how is it not probable that this air, being boundless, should thunder so loudly?
394STREPSIADES.: For this reason, therefore, the two names also Trump and Thunder, are similar to each other. But teach me this, whence comes the thunderbolt blazing with fire, and burns us to ashes when it smites us, and singes those who survive. For indeed Jupiter evidently hurls this at the perjured.
Part 10
398SOCRATES.: Why, how then, you foolish person, and savouring of the dark ages and antediluvian, if his manner is to smite the perjured, does he not blast Simon,
400and Cleonymus, and Theorus? And yet they are very perjured. But he smites his own temple, and Sunium the promontory of Athens, and the tall oaks. Wherefore, for indeed an oak does not commit perjury.
403STREPSIADES.: I do not know; but you seem to speak well. For what, pray, is the thunderbolt?
404SOCRATES.: When a dry wind, having been raised aloft, is inclosed in these Clouds, it inflates them within, like a bladder; and then, of necessity, having burst them, it rushes out with vehemence by reason of its density, setting fire to itself through its rushing and impetuosity.
408STREPSIADES.: By Jupiter, of a truth I once experienced this exactly at the Diasian festival! I was roasting a haggis for my kinsfolk, and through neglect I did not cut it open; but it became inflated and then suddenly bursting, befouled my eyes and burned my face.
412CHORUS.: O mortal, who hast desired great wisdom from us! How happy will you become among the Athenians and among the Greeks, if you be possessed of a good memory, and be a deep thinker, and endurance of labour be implanted
415in your soul, and you be not wearied either by standing or walking, nor be exceedingly vexed at shivering with cold, nor long to break your fast, and you refrain from wine, and gymnastics, and the other follies, and consider this the highest excellence, as is proper a clever man should, to conquer by action and counsel, and by battling with your tongue.
420STREPSIADES.: As far as regards a sturdy spirit, and care that makes one’s bed uneasy, and a frugal spirit and hard-living and savory-eating belly, be of good courage and don’t trouble yourself; I would offer myself to hammer on, for that matter.
423SOCRATES.: Will you not, pray, now believe in no god, except what we believe in--this Chaos, and the Clouds, and the Tongue--these three?
425STREPSIADES.: Absolutely I would not even converse with the others, not even if I met them; nor would I sacrifice to them, nor make libations, nor offer frankincense.
427CHORUS.: Tell us then boldly, what we must do for you? For you shall not fail in getting it, if you honour and admire us, and seek to become clever.
429STREPSIADES.: O mistresses, I request of you then this very small favour, that I be the best of the Greeks in speaking by a hundred stadia.
431CHORUS.: Well, you shall have this from us, so that hence-forward from this time no one shall get more opinions passed in the public assemblies than you.
433STREPSIADES.: Grant me not to deliver important opinions; for I do not desire these, but only to pervert the right for my own advantage, and to evade my creditors.
435CHORUS.: Then you shall obtain what you desire; for you do not covet great things. But commit yourself without fear to our ministers.
437STREPSIADES.: I will do so in reliance upon you, for necessity oppresses me, on account of the blood-horses, and the marriage that ruined me. Now, therefore, let them use me as they please.
440I give up this body to them to be beaten, to be hungered, to be troubled with thirst, to be squalid, to shiver with cold, to flay into a leathern bottle,
445if I shall escape clear from my debts, and appear to men to be bold, glib of tongue, audacious, impudent, shameless, a fabricator of falsehoods, inventive of words, a practiced knave in lawsuits, a law-tablet, a thorough rattle, a fox, a sharper, a slippery knave, a dissembler, a slippery fellow, an impostor,
450a gallows-bird, a blackguard, a twister, a troublesome fellow, a licker-up of hashes. If they call me this, when they meet me, let them do to me absolutely what they please. And if they like,
455by Ceres, let them serve up a sausage out of me to the deep thinkers.
457CHORUS.: This man has a spirit not void of courage, but prompt. Know, that if you learn these matters from me, you will possess among mortals a glory as high as heaven.
461STREPSIADES.: What shall I experience?
462CHORUS.: You shall pass with me the most enviable of mortal lives the whole time.
465STREPSIADES.: Shall I then ever see this?
467bCHORUS.: Yea, so that many be always seated at your gates, wishing to communicate with you and come to a conference with you, to consult with you as to actions and affidavits of many talents, as is worthy of your abilities.
476CHORUS.: But attempt to teach the old man by degrees whatever you purpose, and scrutinize his intellect, and make trial of his mind.
Part 11
478SOCRATES.: Come now, tell me your own turn of mind; in order that, when I know of what sort it is, I may now, after this, apply to you new engines.
481STREPSIADES.: What? By the gods, do you purpose to besiege me?
482SOCRATES.: No; I wish to briefly learn from you if you are possessed of a good memory.
483bSTREPSIADES.: In two ways, by Jove! If anything be owing to me, I have a very good memory; but if I owe unhappy man, I am very forgetful.
486SOCRATES.: Is the power of speaking, pray, implanted in your nature?
487STREPSIADES.: Speaking is not in me, but cheating is.
488SOCRATES.: How, then, will you be able to learn?
488bSTREPSIADES.: Excellently, of course.
489SOCRATES.: Come, then, take care that, whenever I propound any clever dogma about abstruse matters, you catch it up immediately.
491STREPSIADES.: What then? Am I to feed upon wisdom like a dog?
492SOCRATES.: This man is ignorant and brutish--I fear, old man, lest you will need blows. Come, let me see; what do you do if any one beat you?
494bSTREPSIADES.: I take the beating; and then, when I have waited a little while, I call witnesses to prove it; then again, after a short interval, I go to law.
497SOCRATES.: Come, then, lay down your cloak.
497bSTREPSIADES.: Have I done any wrong?
498SOCRATES.: No; but it is the rule to enter naked.
499STREPSIADES.: But I do not enter to search for stolen goods.
500SOCRATES.: Lay it down. Why do you talk nonsense?
500bSTREPSIADES.: Now tell me this, pray.
501If I be diligent and learn zealously, to which of your disciples shall I become like?
503SOCRATES.: You will no way differ from Chaerephon in intellect.
504STREPSIADES.: Ah me, unhappy! I shall become half-dead.
Part 12
505SOCRATES.: Don’t chatter; but quickly follow me hither with smartness.
506bSTREPSIADES.: Then give me first into my hands a honeyed cake; for I am afraid of descending within, as if into the cave of Trophonius.
509SOCRATES.: Proceed; why do you keep poking about the door?
510CHORUS.: Well, go in peace, for the sake of this your valour. May prosperity attend the man, because, being advanced into the vale of years,
515he imbues his intellect with modern subjects, and cultivates wisdom!
518CHORUS.: Spectators, I will freely declare to you the truth, by Bacchus, who nurtured me!
520So may I conquer, and be accounted skillful, as that, deeming you to be clever spectators, and this to be the cleverest of my comedies, I thought proper to let you first taste that comedy, which gave me the greatest labour. And then I retired from the contest defeated by vulgar fellows,
525though I did not deserve it. These things, therefore, I object to you, a learned audience, for whose sake I was expending this labour. But not even thus will I ever willingly desert the discerning portion of you. For since what time my Modest Man and my Rake were very highly praised here by an audience, with whom it is a pleasure even to hold converse, and I (for I was still a virgin, and it was not lawful for me as yet to have children)
530exposed my offspring, and another girl took it up, and owned it, and you generously reared and educated it, from this time I have had sure pledges of your good will toward me. Now, therefore, like that well-known Electra, has this comedy come seeking,
535if haply it meet with an audience so clever, for it will recognize, if it should see, the lock of its brother. But see how modest she is by nature, who, in the first place, has come, having stitched to her no leathern phallus hanging down, red at the top, and thick, to set the boys a laughing;
540nor yet jeered the bald-headed, nor danced the cordax; nor does the old man who speaks the verses beat the person near him with his staff, keeping out of sight wretched ribaldry; nor has she rushed in with torches, nor does she shout iou, iou; but has come relying on herself and her verses.
545And I, although so excellent a poet, do not give myself airs, nor do I seek to deceive you by twice and thrice bringing forward the same pieces; but I am always clever at introducing new fashions, not at all resembling each other, and all of them clever; who struck Cleon in the belly when at the height of his power,
550and could not bear to attack him afterward when he was down. But these scribblers, when once Hyperbolus has given them a handle, keep ever trampling on this wretched man and his mother. Eupolis, indeed, first of all craftily introduced his Maricas, having basely, base fellow, spoiled by altering my play of the Knights,
555having added to it, for the sake of the cordax, a drunken old woman, whom Phrynichus long ago poetized, whom the whale was for devouring. Then again Hermippus made verses on Hyperbolus; and now all others press hard upon Hyperbolus, imitating my simile of the eels.
560Whoever, therefore, laughs at these, let him not take pleasure in my attempts; but if you are delighted with me and my inventions, in times to come you will seem to be wise.
563CHORUS.: I first invoke, to join our choral band, the mighty Jupiter, ruling on high,
565the monarch of gods; and the potent master of the trident, the fierce upheaver of earth and briny sea; and our father of great renown,
570most august Aether, life-supporter of all; and the horse-guider, who fills the plain of the earth with exceeding bright beams, a mighty deity among gods and mortals.
575CHORUS.: Most clever spectators, come, give us your attention; for having been injured, we blame you to your faces. For though we benefit the state most of all the gods, to us alone of the deities you do not offer sacrifice nor yet pour libations, who watch over you. For if there should be any expedition
580without prudence, then we either thunder or drizzle small rain. And then, when you were for choosing as your general the Paphlagonian tanner, hateful to the gods, we contracted our brows and were enraged; and thunder burst through the lightning; and the Moon forsook her usual paths; and the Sun
585immediately drew in his wick to himself, and declared he would not give you light, if Cleon should be your general. Nevertheless you chose him. For they say that ill counsel is in this city; that the gods, however, turn all these your mismanagements to a prosperous issue.
590And how this also shall be advantageous, we will easily teach you. If you should convict the cormorant Cleon of bribery and embezzlement, and then make fast his neck in the stocks, the affair will turn out for the state to the ancient form again, if you have mismanaged in any way, and to a prosperous issue.
595CHORUS.: Hear me again, King Phoebus, Delian Apollo, who inhabitest the high-peaked Cynthian rock! And thou, blessed goddess, who inhabitest the all-golden house of Ephesus,
600in which Lydian damsels greatly reverence thee; and thou, our national goddess, swayer of the aegis, Minerva, guardian of the city! And thou, reveler Bacchus, who, inhabiting the Parnassian rock, sparklest with torches,
605conspicuous among the Delphic Bacchanals!
607CHORUS.: When we had got ready to set out hither, the Moon met us, and commanded us first to greet the Athenians and their allies;
610and then declared that she was angry, for that she had suffered dreadful things, though she benefits you all, not in words, but openly. In the first place, not less than a drachma every month for torches; so that also all, when they went out of an evening, were wont to say, Boy, don’t buy a torch, for the moonlight is beautiful.
615And she says she confers other benefits on you, but that you do not observe the days at all correctly, but confuse them up and down; so that she says the gods are constantly threatening her, when they are defrauded of their dinner, and depart home, not having met with the regular feast according to the number of the days.
620And then, when you ought to be sacrificing, you are inflicting tortures and litigating. And often, while we gods are observing a fast, when we mourn for Memnon or Sarpedon, you are pouring libations and laughing. For which reason Hyperbolus, having obtained the lot this year to be Hieromnemon, was afterward deprived by us gods
625of his crown; for thus he will know better that he ought to spend the days of his life according to the Moon.
627SOCRATES.: By Respiration, and Chaos, and Air, I have not seen any man so boorish, nor so impracticable, nor so stupid, nor so forgetful;
630who, while learning some little petty quibbles, forgets them before he has learned them. Nevertheless I will certainly call him out here to the light. Where is Strepsiades? Come forth with your couch.
634STREPSIADES.: (from within). The bugs do not permit me to bring it forth.
635SOCRATES.: Make haste and lay it down; and give me your attention.
635bSTREPSIADES.: Very well.
636SOCRATES.: Come now; what do you now wish to learn first of those things in none of which you have ever been instructed? Tell me. About measures, or rhythms, or verses?
639STREPSIADES.: I should prefer to learn about measures; for it is but lately I was cheated out of two choenices by a meal-huckster.
641SOCRATES.: I do not ask you this, but which you account the most beautiful measure; the trimetre or the tetrameter?
643STREPSIADES.: I think nothing superior to the semisextarius.
644SOCRATES.: You talk nonsense, man.
644bSTREPSIADES.: Make a wager then with me, if the semisextarius be not a tetrameter.
646SOCRATES.: Go to the devil! How boorish you are and dull of learning. Perhaps you may be able to learn about rhythms.
Part 13
648STREPSIADES.: But what good will rhythms do me for a living?
649SOCRATES.: In the first place, to be clever at an entertainment, understanding what rhythm is for the war-dance, and what, again, according to the dactyle.
652STREPSIADES.: According to the dactyle? By Jove, but I know it!
652bSOCRATES.: Tell me, pray.
653STREPSIADES.: What else but this finger? Formerly, indeed, when I was yet a boy, this here!
655SOCRATES.: You are boorish and stupid.
655bSTREPSIADES.: For I do not desire, you wretch, to learn any of these things.
656bSOCRATES.: What then?
657STREPSIADES.: That, that, the most unjust cause.
658SOCRATES.: But you must learn other things before these; namely, what quadrupeds are properly masculine.
660STREPSIADES.: I know the males, if I am not mad:—κριὸς, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
662SOCRATES.: Do you see what you are doing? You are calling both the female and the male ἀλεκτρυὼν in the same way.
664STREPSIADES.: How, pray? Come, tell me.
664bSOCRATES.: How? The one with you is ἀλεκτρὺων, and the other is ἀλεκτρὺων also.
665STREPSIADES.: Yea, by Neptune! How now ought I to call them?
666SOCRATES.: The one ἀλεκτρύαινα and the other ἀλέκτωρ.
667STREPSIADES.: Ἀλεκτρύαινα? Capital, by the Air! So that, in return for this lesson alone, I will fill your kardopos full of barley-meal on all sides.
670SOCRATES.: See! See! There again is another blunder! You make κάρδοπος, which is feminine, to be masculine.
671bSTREPSIADES.: In what way do I make κάρδοπος masculine?
672bSOCRATES.: Most assuredly; just as if you were to say Κλεώνυμος.
Part 14
673bSTREPSIADES.: How pray? Tell me.
674SOCRATES.: Κάρδοπος with you is tantamount to Κλεώνυμος.
675STREPSIADES.: Good sir, Cleonymus had no kneading-trough, but kneaded his bread in a round mortar. How ought I to call it henceforth?
677bSOCRATES.: How? Call it καρδόπη, as you call Σωστράτη.
679STREPSIADES.: Καρδόπη in the feminine?
679bSOCRATES.: For so you speak it rightly.
680STREPSIADES.: But that would make it καρδόπη, Κλεωνύμη.
681SOCRATES.: You must learn one thing more about names, what are masculine and what of them are feminine.
683STREPSIADES.: I know what are female.
683bSOCRATES.: Tell me, pray.
684STREPSIADES.: Lysilla, Philinna, Clitagora, Demetria.
685SOCRATES.: What names are masculine?
685bSTREPSIADES.: Thousands; Philoxenus, Melesias, Amynias.
687SOCRATES.: But, you wretch! These are not masculine.
688STREPSIADES.: Are they not males with you?
688bSOCRATES.: By no means; for how would you call Amynias, if you met him?
690STREPSIADES.: How would I call? Thus: Come hither, come hither Amynia!
691SOCRATES.: Do you see? You call Amynias a woman.
692STREPSIADES.: Is it not then with justice, who does not serve in the army? But why should I learn these things, that we all know?
694SOCRATES.: It is no use, by Jupiter! Having reclined yourself down here-
Part 15
694bSTREPSIADES.: What must I do?
695SOCRATES.: Think out some of your own affairs.
696STREPSIADES.: Not here, pray, I beseech you; but, if I must, suffer me to excogitate these very things on the ground.
698SOCRATES.: There is no other way.
698bSTREPSIADES.: Unfortunate man that I am! What a penalty shall I this day pay to the bugs!
700CHORUS.: Now meditate and examine closely; and roll yourself about in every way, having wrapped yourself up; and quickly, when you fall into a difficulty, spring to another
705mental contrivance. But let delightful sleep be absent from your eyes.
707STREPSIADES.: Attatai! Attatai!
708CHORUS.: What ails you? Why are you distressed?
709STREPSIADES.: Wretched man, I am perishing! The Corinthians, coming out from the bed, are biting me, and devouring my sides, and drinking up my life-blood, and tearing away my flesh, and digging through my vitals, and will annihilate me.
716CHORUS.: Do not now be very grievously distressed.
717STREPSIADES.: Why, how, when my money is gone, my complexion gone, my life gone, and my slipper gone?
720And furthermore in addition to these evils, with singing the night-watches, I am almost gone myself.
723SOCRATES.: Ho you! What are you about? Are you not meditating?
723bSTREPSIADES.: I? Yea, by Neptune!
724bSOCRATES.: And what, pray, have you thought?
725STREPSIADES.: Whether any bit of me will be left by the bugs.
726SOCRATES.: You will perish most wretchedly.
726bSTREPSIADES.: But, my good friend, I have already perished.
727SOCRATES.: You must not give in, but must wrap yourself up; for you have to discover a device for abstracting, and a means of cheating.
729bSTREPSIADES.: Ah me! Would, pray, some one would throw over me a swindling contrivance from the sheep-skins.
731SOCRATES.: Come now; I will first see this fellow, what he is about. Ho you! Are you asleep?
Part 16
732bSTREPSIADES.: No, by Apollo, I am not!
733SOCRATES.: Have you got anything?
733bSTREPSIADES.: No; by Jupiter, certainly not!
733cSOCRATES.: Nothing at all?
734STREPSIADES.: Nothing, except what I have in my right hand.
735SOCRATES.: Will you not quickly cover yourself up and think of something?
736STREPSIADES.: About what? For do you tell me this, O Socrates!
737SOCRATES.: Do you, yourself, first find out and state what you wish.
738STREPSIADES.: You have heard a thousand times what I wish. About the interest; so that I may pay no one.
740SOCRATES.: Come then, wrap yourself up, and having given your mind play with subtilty, revolve your affairs by little and little, rightly distinguishing and examining.
742bSTREPSIADES.: Ah me, unhappy man!
743SOCRATES.: Keep quiet; and if you be puzzled in any one of your conceptions, leave it and go; and then set your mind in motion again, and lock it up.
746STREPSIADES.: (in great glee). O dearest little Socrates!
746bSOCRATES.: What, old man?
747STREPSIADES.: I have got a device for cheating them of the interest.
748SOCRATES.: Exhibit it.
748bSTREPSIADES.: Now tell me this—
748cSOCRATES.: Pray?
749STREPSIADES.: If I were to purchase a Thessalian witch,
750and draw down the moon by night, and then shut it up, as if it were a mirror, in a round crest-case, and then carefully keep it—
753SOCRATES.: What good, pray, would this do you?
Part 17
753bSTREPSIADES.: What? If the moon were to rise no longer anywhere, I should not pay the interest.
755bSOCRATES.: Why so, pray?
756STREPSIADES.: Because the money is lent out by the month.
757SOCRATES.: Capital! But I will again propose to you another clever question. If a suit of five talents should be entered against you, tell me how you would obliterate it.
761STREPSIADES.: How? How? I do not know but I must seek.
762SOCRATES.: Do not then always revolve your thoughts about yourself; but slack away your mind into the air, like a cock-chafer tied with a thread by the foot.
765STREPSIADES.: I have found a very clever method of getting rid of my suit, so that you yourself would acknowledge it.
766bSOCRATES.: Of what description?
767STREPSIADES.: Have you ever seen this stone in the chemist’s shops, the beautiful and transparent one, from which they kindle fire?
769bSOCRATES.: Do you mean the burning-glass?
770STREPSIADES.: I do. Come what would you say, pray, if I were to take this, when the clerk was entering the suit, and were to stand at a distance, in the direction of the sun, thus, and melt out the letters of my suit?
773SOCRATES.: Cleverly done, by the Graces!
773bSTREPSIADES.: Oh! How I am delighted, that a suit of five talents has been cancelled!
775SOCRATES.: Come now, quickly seize upon this.
775bSTREPSIADES.: What?
776SOCRATES.: How, when engaged in a lawsuit, you could overturn the suit, when you were about to be cast, because you had no witnesses.
778STREPSIADES.: Most readily and easily.
778bSOCRATES.: Tell me, pray.
778cSTREPSIADES.: Well now, I’ll tell you. If, while one suit was still pending, before mine was called on, I were to run away and hang myself.
781SOCRATES.: You talk nonsense.
Part 18
781bSTREPSIADES.: By the gods, would I! For no one will bring action against me when I am dead.
783SOCRATES.: You talk nonsense. Begone; I can’t teach you any longer.
784STREPSIADES.: Why so? Yea, by the gods, O Socrates!
785SOCRATES.: You straightaway forget whatever you learn. For what now was the first thing you were taught? Tell me.
787STREPSIADES.: Come, let me see: nay, what was the first? What was the fist? Nay, what was the thing in which we knead our flour? Ah me! What was it?
789bSOCRATES.: Will you not pack off to the devil, you most forgetful and most stupid old man?
791STREPSIADES.: Ah me, what then, pray will become of me, wretched man? For I shall be utterly undone, if I do not learn to ply the tongue. Come, O ye Clouds, give me some good advice.
794CHORUS.: We, old man, advise you, if you have a son grown up, to send him to learn in your stead.
797STREPSIADES.: Well, I have a fine, handsome son, but he is not willing to learn. What must I do?
799CHORUS.: But do you permit him?
799bSTREPSIADES.: Yes, for he is robust in body, and in good health, and is come of the high-plumed dames of Coesyra. I will go for him, and if he be not willing, I will certainly drive him from my house. To Socrates. Go in and wait for me a short time.
804CHORUS.: Do you perceive that you are soon to obtain the greatest benefits through us alone of the gods? For this man is ready to do everything that you bid him.
810But you, while the man is astounded and evidently elated, having perceived it, will quickly fleece him to the best of your power. Exit Socrates. For matters of this sort are somehow accustomed to turn the other way.
814STREPSIADES.: By Mist, you certainly shall not stay here any longer! But go and gnaw the columns of Megacles.
816PHIDIPPIDES.: My good sir, what is the matter with you, O father? You are not in your senses, by Olympian Jupiter!
818STREPSIADES.: See, see, Olympian Jupiter! What folly! To think of your believing in Jupiter, as old as you are!
820PHIDIPPIDES.: Why, pray, did you laugh at this?
820bSTREPSIADES.: Reflecting that you are a child, and have antiquated notions. Yet, however, approach, that you may know more; and I will tell you a thing, by learning which you will be a man. But see that you do not teach this to any one.
825PHIDIPPIDES.: Well, what is it?
825bSTREPSIADES.: You swore now by Jupiter.
826PHIDIPPIDES.: I did.
Part 19
826bSTREPSIADES.: Seest thou, then, how good a thing is learning? There is no Jupiter, O Phidippides!
827bPHIDIPPIDES.: Who then?
828STREPSIADES.: Vortex reigns, having expelled Jupiter.
829PHIDIPPIDES.: Bah! Why do you talk foolishly?
829bSTREPSIADES.: Be assured that it is so.
830PHIDIPPIDES.: Who says this?
830bSTREPSIADES.: Socrates the Melian, and Chaerephon, who knows the footmarks of fleas.
832PHIDIPPIDES.: Have you arrived at such a pitch of frenzy that you believe madmen?
833bSTREPSIADES.: Speak words of good omen, and say nothing bad of clever men
835and wise; of whom, through frugality, none ever shaved or anointed himself, or went to a bath to wash himself; while you squander my property in bathing, as if I were already dead. But go as quickly as possible and learn instead of me.
840PHIDIPPIDES.: What good could any one learn from them?
841STREPSIADES.: What, really? Whatever wisdom there is among men. And you will know yourself, how ignorant and stupid you are. But wait for me here a short time.
844PHIDIPPIDES.: Ah me! What shall I do, my father being crazed? Shall I bring him into court and convict him of lunacy, or shall I give information of his madness to the coffin-makers?
847STREPSIADES.: Come, let me see; what do you consider this to be? Tell me.
848PHIDIPPIDES.: Alectryon.
848bSTREPSIADES.: Right. And what this?
849PHIDIPPIDES.: Alectryon.
849bSTREPSIADES.: Both the same? You are very ridiculous. Do not do so, then, for the future; but call this ἀλεκτρύαινα, and this one ἀλέκτωρ.
852PHIDIPPIDES.: Ἀλεκτρύαινα! Did you learn these clever things by going in just now to the Titans?
854STREPSIADES.: And many others too; but whatever I learned on each occasion I used to forget immediately, through length of years.
856PHIDIPPIDES.: Is it for this reason, pray, that you have also lost your cloak?
Part 20
857STREPSIADES.: I have not lost it; but have studied it away.
858PHIDIPPIDES.: What have you made of your slippers, you foolish man?
859STREPSIADES.: I have expended them, like Pericles, for needful purposes.
860Come, move, let us go. And then if you obey your father, go wrong if you like. I also know that I formerly obeyed you, a lisping child of six years old, and bought you a go-cart at the Diasia, with the first obolus I received from the Heliaea.
865PHIDIPPIDES.: You will assuredly some time at length be grieved at this.
866STREPSIADES.: It is well done of you that you obeyed. Come hither, come hither O Socrates! Come forth, for I bring to you this son of mine, having persuaded him against his will.
868bSOCRATES.: For he is still childish, and not used to the baskets here.
870PHIDIPPIDES.: You would yourself be used to them if you were hanged.
871STREPSIADES.: A mischief take you! Do you abuse your teacher?
872SOCRATES.: Were hanged quoth’a! How sillily he pronounced it, and with lips wide apart! How can this youth ever learn an acquittal from a trial
875or a legal summons, or persuasive refutation? And yet Hyperbolus learned this at the cost of a talent.
877STREPSIADES.: Never mind; teach him. He is clever by nature. Indeed, from his earliest years, when he was a little fellow only so big, he was wont to form houses and carve ships within-doors,
880and make little wagons of leather, and make frogs out of pomegranate-rinds, you can’t think how cleverly. But see that he learns those two causes; the better, whatever it may be; and the worse, which, by maintaining what is unjust, overturns the better.
885If not both, at any rate the unjust one by all means.
886SOCRATES.: He shall learn it himself from the two causes in person.
887bSTREPSIADES.: I will take my departure. Remember this now, that he is to be able to reply to all just arguments.
889JUST CAUSE.: Come hither! Show yourself to the spectators, although being audacious.
891UNJUST CAUSE.: Go whither you please; for I shall far rather do for you, if I speak before a crowd.
893JUST CAUSE.: You destroy me? Who are you?
893bUNJUST CAUSE.: A cause.
893cJUST CAUSE.: Ay, the worse.
894UNJUST CAUSE.: But I conquer you, who say that you are better than I.
895bJUST CAUSE.: By doing what clever trick?
896UNJUST CAUSE.: By discovering new contrivances.
Part 21
897JUST CAUSE.: For these innovations flourish by the favour of these silly persons.
899UNJUST CAUSE.: No; but wise persons.
899bJUST CAUSE.: I will destroy you miserably.
900UNJUST CAUSE.: Tell me, by doing what?
900bJUST CAUSE.: By speaking what is just.
901UNJUST CAUSE.: But I will overturn them by contradicting them; for I deny that justice even exists at all.
903JUST CAUSE.: Do you deny that it exists?
903bUNJUST CAUSE.: For come, where is it?
904JUST CAUSE.: With the gods.
904aUNJUST CAUSE.: How, then, if justice exists, has Jupiter not perished, who bound his own father?
906bJUST CAUSE.: Bah! This profanity now is spreading! Give me a basin.
908UNJUST CAUSE.: You are a dotard and absurd.
909JUST CAUSE.: You are debauched and shameless.
910UNJUST CAUSE.: You have spoken roses of me.
910bJUST CAUSE.: And a dirty lickspittle.
911UNJUST CAUSE.: You crown me with lilies.
911bJUST CAUSE.: And a parricide.
912UNJUST CAUSE.: You don’t know that you are sprinkling me with gold.
913JUST CAUSE.: Certainly not so formerly, but with lead.
914UNJUST CAUSE.: But now this is an ornament to me.
Part 22
915JUST CAUSE.: You are very impudent.
915bUNJUST CAUSE.: And you are antiquated.
916JUST CAUSE.: And through you, no one of our youths is willing to go to school; and you will be found out some time or other by the Athenians, what sort of doctrines you teach the simple-minded.
920UNJUST CAUSE.: You are shamefully squalid.
920bJUST CAUSE.: And you are prosperous. And yet formerly you were a beggar saying that you were the Mysian Telephus, and gnawing the maxims of Pandeletus out of your little wallet.
925UNJUST CAUSE.: Oh, the wisdom—
925bJUST CAUSE.: Oh, the madness—
926UNJUST CAUSE.: Which you have mentioned.
927JUST CAUSE.: And of your city, which supports you who ruin her youths.
929UNJUST CAUSE.: You shan’t teach this youth, you old dotard.
930JUST CAUSE.: Yes, if he is to be saved, and not merely to practise loquacity.
932UNJUST CAUSE.: Come hither, and leave him to rave.
933JUST CAUSE.: You shall howl, if you lay your hand on him.
934CHORUS.: Cease from contention and railing.
935But show to us, you, what you used to teach the men of former times, and you, the new system of education; in order that, having heard you disputing, he may decide and go to the school of one or the other.
939JUST CAUSE.: I am willing to do so.
939bUNJUST CAUSE.: I also am willing.
940CHORUS.: Come now, which of the two shall speak first?
941UNJUST CAUSE.: I will give him the precedence; and then, from these things which he adduces, I will shoot him dead with new words and thoughts.
945And at last, if he mutter, he shall be destroyed, being stung in his whole face and his two eyes by my maxims, as if by bees.
949CHORUS.: Now the two, relying on very dexterous arguments and thoughts, and sententious maxims, will show which of them shall appear superior in argument.
955For now the whole crisis of wisdom is here laid before them; about which my friends have a very great contest.
959CHORUS.: But do you, who adorned our elders with many virtuous manners, utter the voice in which you rejoice, and declare your nature.
Part 23
961JUST CAUSE.: I will, therefore, describe the ancient system of education, how it was ordered, when I flourished in the advocacy of justice, and temperance was the fashion. In the first place it was incumbent that no one should hear the voice of a boy uttering a syllable; and next, that those from the same quarter of the town should march in good order through the streets to the school of the harp-master,
965naked, and in a body, even if it were to snow as thick as meal. Then again, their master would teach them, not sitting cross-legged, to learn by rote a song, either Παλλάδα περσέπολιν δεινὰν or τηλέπορόν τι βόαμα raising to a higher pitch the harmony which our fathers transmitted to us. But if any of them were to play the buffoon, or to turn any quavers,
970like these difficult turns the present artists make after the manner of Phrynis, he used to be thrashed, being beaten with many blows, as banishing the Muses. And it behooved the boys, while sitting in the school of the Gymnastic-master, to cover the thigh, so that they might exhibit nothing indecent to those outside;
975then again, after rising from the ground, to sweep the sand together, and to take care not to leave an impression of the person for their lovers. And no boy used in those days to anoint himself below the navel; so that their bodies wore the appearance of blooming health. Nor used he to go to his lover, having made up his voice in an effeminate tone,
980prostituting himself with his eyes. Nor used it to be allowed when one was dining to take the head of the radish, or to snatch from their seniors dill or parsley, or to eat fish, or to giggle, or to keep the legs crossed.
984UNJUST CAUSE.: Aye, antiquated and dipolia-like and full of grasshoppers, and of Cecydes, and of the Buphonian festival!
985bJUST CAUSE.: Yet certainly these are those principles by which my system of education nurtured the men who fought at Marathon. But you teach the men of the present day, so that I am choked, when at the Panathenaia a fellow, holding his shield before his person, neglects Tritogenia, when they ought to dance.
990Wherefore, O youth, choose with confidence, me, the better cause, and you will learn to hate the Agora, and to refrain from baths, and to be ashamed of what is disgraceful, and to be enraged if any one jeer you, and to rise up from seats before your seniors when they approach, and not to behave ill toward your parents, and to do nothing else
995that is base, because you are to form in your mind an image of Modesty: and not to dart into the house of a dancing-woman, lest, while gaping after these things, being struck with an apple by a wanton, you should be damaged in your reputation: and not to contradict your father in anything; nor by calling him Iapetus, to reproach him with the ills of age, by which you were reared in your infancy.
1000UNJUST CAUSE.: If you shall believe him in this, O youth, by Bacchus, you will be like the sons of Hippocrates, and they will call you a booby.
1002JUST CAUSE.: Yet certainly shall you spend your time in the gymnastic schools, sleek and blooming; not chattering in the market-place rude jests, like the youths of the present day; nor dragged into court for a petty suit, greedy, pettifogging, knavish;
1005but you shall descend to the Academy and run races beneath the sacred olives along with some modest compeer, crowned with white reeds, redolent of yew, and careless ease, of leaf-shedding white poplar, rejoicing in the season of spring, when the plane-tree whispers to the elm.
1009JUST CAUSE.: If you do these things which I say, and apply your mind to these, you will ever have a stout chest, a clear complexion, broad shoulders, a little tongue, large hips, little lewdness.
1015But if you practise what the youths of the present day do, you will have in the first place, a pallid complexion, small shoulders, a narrow chest, a large tongue, little hips, great lewdness,
1020a long psephism; and this deceiver will persuade you to consider everything that is base to be honourable, and what is honourable to be base; and in addition to this, he will fill you with the lewdness of Antimachus.
1024CHORUS.: O thou that practisest most renowned high-towering wisdom! How sweetly does a modest grace attend your words! Happy, therefore, were they who lived in those days, in the times
1030of former men! In reply, then, to these, O thou that hast a dainty-seeming Muse, it behooveth thee to say something new; since the man has gained renown.
1034CHORUS.: And it appears you have need of powerful arguments against him, if you are to conquer the man and not incur laughter.
1036UNJUST CAUSE.: And yet I was choking in my heart, and was longing to confound all these with contrary maxims. For I have been called among the deep thinkers the worse cause on this very account, that I first contrived how
1040to speak against both law and justice; and this art is worth more than ten thousand staters, that one should choose the worse cause, and nevertheless be victorious. But mark how I will confute the system of education on which he relies, who says, in the first place, that he will not permit you to be washed with warm water.
1045And yet, on what principle do you blame the warm baths?
1046JUST CAUSE.: Because it is most vile, and makes a man cowardly.
1047UNJUST CAUSE.: Stop! For immediately I seize and hold you by the waist without escape. Come, tell me, which of the sons of Jupiter do you deem to have been the bravest in soul, and to have undergone most labours?
1050JUST CAUSE.: I consider no man superior to Hercules.
1051UNJUST CAUSE.: Where, pray, did you ever see cold Herculean baths? And yet, who was more valiant than he?
1052bJUST CAUSE.: These are the very things which make the bath full of youths always chattering all day long, but the palaestras empty.
1055UNJUST CAUSE.: You next find fault with their living in the market-place; but I commend it. For if it had been bad, Homer would never have been for representing Nestor as an orator; nor all the other wise men. I will return, then, from thence to the tongue, which this fellow says our youths ought not to exercise, while I maintain they should.
1060And again, he says they ought to be modest: two very great evils. For tell me to whom you have ever seen any good accrue through modesty and confute me by your words.
1063JUST CAUSE.: To many. Peleus, at any rate, received his sword on account of it.
1064UNJUST CAUSE.: A sword? Marry, he got a pretty piece of luck, the poor wretch! While Hyperbolus, he of the lamps, got more than many talents by his villainy, but by Jupiter, no sword!
1067JUST CAUSE.: And Peleus married Thetis, too, through his modesty.
1068UNJUST CAUSE.: And then she went off and left him; for he was not lustful, nor an agreeable bedfellow to spend the night with.
1070Now a woman delights in being wantonly treated. But you are an old dotard. For (to Phidippides). consider, O youth, all that attaches to modesty, and of how many pleasures you are about to be deprived—of women, of games at cottabus, of dainties, of drinking-bouts, of giggling. And yet, what is life worth to you if you be deprived of these enjoyments?
1075Well, I will pass from thence to the necessities of our nature. You have gone astray, you have fallen in love, you have been guilty of some adultery, and then have been caught. You are undone, for you are unable to speak. But if you associate with me, indulge your inclination, dance, laugh, and think nothing disgraceful. For if you should happen to be detected as an adulterer, you will make this reply to him,
1080that you have done him no injury: and then refer him to Jupiter, how even he is overcome by love and women . And yet, how could you, who are a mortal, have greater power than a god?
1083JUST CAUSE.: But what if he should suffer the radish through obeying you, and be depillated with hot ashes? What argument will he be able to state, to prove that he is not a blackguard?
Part 24
1085UNJUST CAUSE.: And if he be a blackguard, what harm will he suffer?
1086JUST CAUSE.: Nay, what could he ever suffer still greater than this?
1087UNJUST CAUSE.: What then will you say if you be conquered by me in this?
1088JUST CAUSE.: I will be silent: what else can I do?
1088bUNJUST CAUSE.: Come, now, tell me; from what class do the advocates come?
1090JUST CAUSE.: From the blackguards.
1090bUNJUST CAUSE.: I believe you. What then? From what class do tragedians come?
1092JUST CAUSE.: From the blackguards.
1092bUNJUST CAUSE.: You say well. But from what class do the public orators come?
1094JUST CAUSE.: From the blackguards.
1094bUNJUST CAUSE.: Then have you perceived that you say nothing to the purpose? And look which class among the audience is the more numerous.
1097bJUST CAUSE.: Well now, I’m looking.
1098UNJUST CAUSE.: What, then, do you see?
1098aJUST CAUSE.: By the gods, the blackguards to be far more numerous. This fellow, at any rate, I know; and him yonder; and this fellow with the long hair.
1101aUNJUST CAUSE.: What, then, will you say?
1102JUST CAUSE.: We are conquered. Ye blackguards, by the gods, receive my cloak, for I desert to you.
1105SOCRATES.: What then? whether do you wish to take and lead away this your son, or shall I teach him to speak?
1107STREPSIADES.: Teach him, and chastise him: and remember that you train him properly; on the one side able for petty suits; but train his other jaw able for the more important causes.
1111SOCRATES.: Make yourself easy; you shall receive him back a clever sophist.
1112STREPSIADES.: Nay, rather, pale and wretched.
Part 25
1113CHORUS.: Go ye, then: but I think that you will repent of these proceedings.
1115CHORUS.: We wish to speak about the judges, what they will gain, if at all they justly assist this Chorus. For in the first place, if you wish to plough up your fields in spring, we will rain for you first; but for the others afterward. And then we will protect the fruits, and the vines,
1120so that neither drought afflict them, nor excessive wet weather. But if any mortal dishonour us who are goddesses, let him consider what evils he will suffer at our hands, obtaining neither wine nor anything else from his farm. For when his olives and vines sprout, they shall be cut down; with such slings
1125will we smite them. And if we see him making brick, we will rain; and we will smash the tiles of his roof with round hailstones. And if he himself, or any one of his kindred or friends, at any time marry, we will rain the whole night; so he will probably wish rather to have been
1130even in Egypt than to have judged badly.
1131STREPSIADES.: The fifth, the fourth, the third, after this the second; and then, of all the days I most fear, and dread, and abominate, immediately after this there is the Old and New.
1135For every one to whom I happen to be indebted, swears, and says he will ruin and destroy me, having made his deposits against me; though I only ask what is moderate and just—My good sir, one part don’t take just now; the other part put off I pray; and the other part remit; they say that thus
1140they will never get back their money, but abuse me, as I am unjust, and say they will go to law with me. Now therefore let them go to law, for it little concerns me, if Phidippides has learned to speak well. I shall soon know by knocking at the thinking-shop.
1145Boy, I say! Boy, boy!
1145bSOCRATES.: Good morning, Strepsiades.
1146STREPSIADES.: The same to you. But first accept this present; for one ought to compliment the teacher with a fee. And tell me about my son, if he has learned that cause, which you just now brought forward.
1150SOCRATES.: He has learned it.
1150bSTREPSIADES.: Well done, O Fraud, all-powerful queen!
1151SOCRATES.: So that you can get clear off from whatever suit you please.
1152STREPSIADES.: Even if witnesses were present when I borrowed the money?
1153SOCRATES.: Yea, much more! Even if a thousand be present.
1154STREPSIADES.: Then I will shout with a very loud
1155shout: Ho! Weep, you petty-usurers, both you and your principals, and your compound interests! For you can no longer do me any harm, because such a son is being reared for me in this house,
1160shining with a double-edged tongue, for my guardian, the preserver of my house, a mischief to my enemies, ending the sadness of the great woes of his father. Him do thou run and summon from within to me.
1165SOCRATES.: O child! O son! Come forth from the house! Hear your father! Re-enter Socrates leading in Phidippides. Lo, here is the man!
1168STREPSIADES.: O my dear, my dear!
1169SOCRATES.: Take your son and depart.
1170STREPSIADES.: Oh, oh, my child! Huzza! Huzza! How I am delighted at the first sight of your complexion! Now, indeed, you are, in the first place, negative and disputatious to look at, and this fashion native to the place plainly appears, the what do you say? and the seeming
1175to be injured when, I well know, you are injuring and inflicting a wrong; and in your countenance there is the Attic look. Now, therefore, see that you save me, since you have also ruined me.
1178PHIDIPPIDES.: What, pray, do you fear?
1178bSTREPSIADES.: The Old and New.
1179PHIDIPPIDES.: Why, is any day old and new?
1180STREPSIADES.: Yes; on which they say that they will make their deposits against me.
1181PHIDIPPIDES.: Then those that have made them will lose them; for it is not possible that two days can be one day.
Part 26
1183STREPSIADES.: Can not it?
1183bPHIDIPPIDES.: Certainly not; unless the same woman can be both old and young at the same time.
1185STREPSIADES.: And yet it is the law.
1185bPHIDIPPIDES.: For they do not, I think, rightly understand what the law means.
1186bSTREPSIADES.: And what does it mean?
1187PHIDIPPIDES.: The ancient Solon was by nature the commons’ friend.
1188STREPSIADES.: This surely is nothing whatever to the Old and New.
1189PHIDIPPIDES.: He therefore made the summons for two days, for the Old and New, that the deposits might be made on the first of the month.
1192STREPSIADES.: Why, pray, did he add the old day?
1192bPHIDIPPIDES.: In order, my good sir, that the defendants, being present a day before, might compromise the matter of their own accord; but if not,
1195that they might be worried on the morning of the new moon.
1196STREPSIADES.: Why, then, do the magistrates not receive the deposits on the new moon, but on the Old and New?
1198PHIDIPPIDES.: They seem to me to do what the forestallers do: in order that they may appreciate the deposits as soon as possible, on this account they have the first pick by one day.
1201STREPSIADES.: Bravo! Ye wretches, why do you sit senseless, the gain of us wise men, being blocks, ciphers, mere sheep, jars heaped together, wherefore I must sing an encomium upon myself and this my son,
1205on account of our good fortune.
1206STREPSIADES.: O happy Strepsiades! How wise you are yourself, and how excellent is the son whom you are rearing!" My friends
1210and fellow-tribesmen will say of me, envying me, when you prove victorious in arguing causes. But first I wish to lead you in and entertain you.
1214PASIAS.: Then, ought a man to throw away any part of his own property?
1215Never! But it were better then at once to put away blushes, rather than now to have trouble; since I am now dragging you to be a witness, for the sake of my own money; and further, in addition to this, I shall become an enemy to my fellow-tribesman.
1220But never, while I live, will I disgrace my country, but will summon Strepsiades.
1221bSTREPSIADES.: Who’s there?
1222PASIAS.: For the Old and New.
1222bSTREPSIADES.: I call you to witness, that he has named it for two days. For what matter do you summon me?
1224PASIAS.: For the twelve minae, which you received when you were buying the dapple-gray horse.
1225bSTREPSIADES.: A horse? Do you not hear? I, whom you all know to hate horsemanship!
Part 27
1227PASIAS.: And, by Jupiter! You swore by the gods too, that you would repay it.
1228STREPSIADES.: Ay, by Jove! For then my Phidippides did not yet know the irrefragable argument.
1230PASIAS.: And do you now intend, on this account, to deny the debt?
1231STREPSIADES.: Why, what good should I get else from his instruction?
1232PASIAS.: And will you be willing to deny these upon oath of the gods?
1233bSTREPSIADES.: What gods?
1234PASIAS.: Jupiter, Mercury, and Neptune.
1234bSTREPSIADES.: Yes, by Jupiter! And would pay down, too, a three-obol piece besides to swear.
1236PASIAS.: Then may you perish some day for your impudence!
1237STREPSIADES.: This man would be the better for it if he were cleansed by rubbing with salt.
1238PASIAS.: Ah me, how you deride me!
1238bSTREPSIADES.: He will contain six choae.
1239PASIAS.: By great Jupiter and the gods, you certainly shall not do this to me with impunity!
1240bSTREPSIADES.: I like your gods amazingly; and Jupiter, sworn by, is ridiculous to the knowing ones.
1242PASIAS.: You will assuredly suffer punishment, some time or other, for this. But answer and dismiss me, whether you are going to repay me my money or not.
1244bSTREPSIADES.: Keep quiet now, for I will presently answer you distinctly.
1246PASIAS.: (to his summons-witness). What do you think he will do?
1246bWITNESS.: I think he will pay you.
1247STREPSIADES.: Where is this man who asks me for his money? Tell me what is this?
1248bPASIAS.: What is this? A κάρδοπος.
Part 28
1249STREPSIADES.: And do you then ask me for your money, being such an ignorant person? I would not pay, not even an obolus, to any one who called the καρδόπη κάρδοπος.
1252PASIAS.: Then won’t you pay me?
1252bSTREPSIADES.: Not, as far as I know. Will you not then pack off as fast as possible from my door?
1254bPASIAS.: I will depart; and be assured of this, that I will make deposit against you, or may I live no longer!
1256STREPSIADES.: Then you will lose it besides, in addition to your twelve minae. And yet I do not wish you to suffer this, because you named the kardopos floolishly.
1259AMYNIAS.: Ah me! Ah me!
1260STREPSIADES.: Ha! Whoever is this, who is lamenting? Surely it was not one of Carcinus’ deities that spoke.
1262AMYNIAS.: But why do you wish to know this, who I am?-A miserable man.
1263bSTREPSIADES.: Then follow your own path.
1264AMYNIAS.: O harsh fortune! O Fates, breaking the wheels of my horses! O Pallas, how you have destroyed me!
1266STREPSIADES.: What evil, pray, has Tlepolemus ever done you?
1267AMYNIAS.: Do not jeer me, my friend; but order your son to pay me the money which he received; especially as I have been unfortunate.
1270STREPSIADES.: What money is this?
1270bAMYNIAS.: That which he borrowed.
1271STREPSIADES.: Then you were really unlucky, as I think.
1272AMYNIAS.: By the gods, I fell while driving my horses.
1273STREPSIADES.: Why, pray, do you talk nonsense, as if you had fallen from an ass?
1274AMYNIAS.: Do I talk nonsense if I wish to recover my money?
1275STREPSIADES.: You can’t be in your senses yourself.
1275bAMYNIAS.: Why, pray?
Part 29
1276STREPSIADES.: You appear to me to have had your brains shaken as it were.
1277AMYNIAS.: And you appear to me, by Hermes, to be going to be summoned, if you will not pay me the money?
1278bSTREPSIADES.: Tell me now, whether you think that Jupiter
1280always rains fresh rain on each occasion, or that the sun draws from below the same water back again?
1282AMYNIAS.: I know not which; nor do I care.
1283STREPSIADES.: How then is it just that you should recover your money, if you know nothing of meteorological matters?
1285AMYNIAS.: Well, if you are in want, pay me the interest of my money.
1286bSTREPSIADES.: What sort of animal is this interest?
1287AMYNIAS.: Most assuredly the money is always becoming more and more every month and every day as the time slips away.
1289bSTREPSIADES.: You say well. What then? Is it possible that you consider the sea to be greater now than formerly?
1291bAMYNIAS.: No, by Jupiter, but equal; for it is not fitting that it should be greater.
1292bSTREPSIADES.: And how then, you wretch does this become no way greater, though the rivers flow into it, while you
1295seek to increase your money? Will you not take yourself off from my house? Bring me the goad.
1297bAMYNIAS.: I call you to witness these things.
1298STREPSIADES.: Go! Why do you delay? Won’t you march, Mr. Blood-horse?
1299AMYNIAS.: Is not this an insult, pray?
1299bSTREPSIADES.: Will you move quickly? Pricks him behind with the goad. I’ll lay on you, goading you behind, you outrigger? Do you fly? Amynias runs off. I thought I should stir you, together with your wheels and your two-horse chariots.
1303CHORUS.: What a thing it is to love evil courses! For this old man, having loved them,
1305wishes to withhold the money that he borrowed. And he will certainly meet with something today, which will perhaps cause this sophist
1310to suddenly receive some misfortune, in return for the knaveries he has begun.
1311CHORUS.: For I think that he will presently find what has been long boiling up, that his son is skilful to speak opinions
1315opposed to justice, so as to overcome all with whomsoever he holds converse, even if he advance most villainous doctrines;
1320and perhaps, perhaps his father will wish that he were even speechless.
1321STREPSIADES.: (running out of the house pursued by his son). Hollo! Hollo! O neighbours, and kinsfolk, and fellow-tribesmen, defend me, by all means, who am being beaten! Ah me, unhappy man, for my head and jaw! Wretch! Do you beat your father?
1325bPHIDIPPIDES.: Yes, father.
1326STREPSIADES.: You see him owning that he beats me.
Part 30
1326bPHIDIPPIDES.: Certainly.
1327STREPSIADES.: O wretch, and parricide, and house-breaker!
1328PHIDIPPIDES.: Say the same things of me again, and more. Do you know that I take pleasure in being much abused?
1330STREPSIADES.: You blackguard!
1330bPHIDIPPIDES.: Sprinkle me with roses in abundance.
1331STREPSIADES.: Do you beat your father?
1331bPHIDIPPIDES.: And will prove too, by Jupiter! that I beat you with justice.
1332bSTREPSIADES.: O thou most rascally! Why, how can it be just to beat a father?
1334PHIDIPPIDES.: I will demonstrate it, and will overcome you in argument.
1335STREPSIADES.: Will you overcome me in this?
1335bPHIDIPPIDES.: Yea, by much and easily. But choose which of the two Causes you wish to speak.
1337STREPSIADES.: Of what two Causes?
1337bPHIDIPPIDES.: The better, or the worse?
1338STREPSIADES.: Marry, I did get you taught to speak against justice, by Jupiter, my friend, if you are
1340going to persuade me of this, that it is just and honourable for a father to be beaten by his sons!
1342PHIDIPPIDES.: I think I shall certainly persuade you; so that, when you have heard, not even you yourself will say anything against it.
1344STREPSIADES.: Well, now, I am willing to hear what you have to say.
1345CHORUS.: It is your business, old man, to consider in what way you shall conquer the man; for if he were not relying upon something, he would not be so licentious. But he is emboldened by something; the boldness of the man
1350is evident.
1351CHORUS.: Now you ought to tell to the Chorus from what the contention first arose. And this you must do by all means.
1353STREPSIADES.: Well, now, I will tell you from what we first began to rail at one another. After we had feasted, as you know,
1355I first bade him take a lyre, and sing a song of Simonides, The Shearing of the Ram. But he immediately said it was old-fashioned to play on the lyre and sing while drinking, like a woman grinding parched barley.
1359PHIDIPPIDES.: For ought you not then immediately to be beaten and trampled on, bidding me sing, just as if you were entertaining cicadae?
Part 31
1361STREPSIADES.: He expressed, however, such opinions then too within, as he does now; and he asserted that Simonides was a bad poet. I bore it at first, with difficulty indeed, yet nevertheless I bore it. And then I bade him at least take a myrtle-wreath
1365and recite to me some portion of Aeschylus; and then he immediately said, Shall I consider Aeschylus the first among the poets, full of empty sound, unpolished, bombastic, using rugged words? And hereupon you can’t think how my heart panted. But, nevertheless, I restrained my passion, and said, At least recite some passage
1370of the more modern poets, of whatever kind these clever things be. And he immediately sang a passage of Euripides, how a brother, O averter of ill! Debauched his uterine sister. And I bore it no longer, but immediately assailed him with many abusive reproaches. And then, after that, as was natural,
1375we hurled word upon word. Then he springs upon me; and then he was wounding me, and beating me, and throttling me.
1377PHIDIPPIDES.: Were you not therefore justly beaten, who do not praise Euripides, the wisest of poets?
1379STREPSIADES.: He the wisest! Oh, what shall I call you? But I shall be beaten again.
1379cPHIDIPPIDES.: Yes, by Jupiter, with justice.
1380STREPSIADES.: Why, how with justice? Who, O shameless fellow, reared you, understanding all your wishes, when you lisped what you meant? If you said bryn, I, understanding it, used to give you to drink. And when you asked for mamman, I used to come to you with bread. And you used no sooner to say caccan, than I used to take and
1385carry you out of doors, and hold you before me.
1386STREPSIADES.: But you now, throttling me who was bawling and crying out because I wanted to ease myself, had not the heart to carry me forth out of doors, you wretch; but I did it there while I was being throttled.
1391CHORUS.: I fancy the hearts of the youths are panting to hear what he will say. For if, after having done such things, he shall persuade him by speaking,
1395I would not take the hide of the old folks, even at the price of a chick-pea.
1397CHORUS.: It is thy business, thou author and upheaver of new words, to seek some means of persuasion, so that you shall seem to speak justly.
1399PHIDIPPIDES.: How pleasant it is to be acquainted with new and clever things,
1400and to be able to despise the established laws! For I, when I applied my mind to horsemanship alone, used not to be able to utter three words before I made a mistake; but now, since he himself has made me cease from these pursuits, and I am acquainted with subtle thoughts, and arguments, and speculations,
1405I think I shall demonstrate that it is just to chastise one’s father.
1406STREPSIADES.: Ride, then, by Jupiter! Since it is better for me to keep a team of four horses than to be killed with a beating.
1408PHIDIPPIDES.: I will pass over to that part of my discourse where you interrupted me; and first I will ask you this: Did you beat me when I was a boy?
1410STREPSIADES.: I did, through good-will and concern for you.
1410bPHIDIPPIDES.: Pray tell me, is it not just that I also should be well inclined toward you in the same way, and beat you, since this is to be well inclined-to give a beating? For why ought your body to be exempt from blows and mine not? And yet I too was born free.
1415The boys weep, and do you not think it is right that a father should weep? You will say that it is ordained by law that this should be the lot of boys. But I would reply, that old men are boys twice over, and that it is the more reasonable that the old should weep than the young, inasmuch as it is less just that they should err.
1420STREPSIADES.: It is nowhere ordained by law that a father should suffer this.
1421PHIDIPPIDES.: Was it not then a man like you and me, who first proposed this law, and by speaking persuaded the ancients? Why then is it less lawful for me also in turn to propose henceforth a new law for the sons, that they should beat their fathers in turn?
1425But as many blows as we received before the law was made, we remit: and we concede to them our having been thrashed without return. Observe the cocks and these other animals, how they punish their fathers; and yet, in what do they differ from us, except that they do not write decrees?
1430STREPSIADES.: Why then, since you imitate the cocks in all things, do you not both eat dung and sleep on a perch?
1432PHIDIPPIDES.: It is not the same thing, my friend; nor would it appear so to Socrates.
1433STREPSIADES.: Therefore do not beat me; otherwise you will one day blame yourself.
1434PHIDIPPIDES.: Why, how?
1434bSTREPSIADES.: Since I am justly entitled to chastise you; and you to chastise your son, if you should have one.
Part 32
1435bPHIDIPPIDES.: But if I should not have one, I shall have wept for nothing, and you will die laughing at me.
1437STREPSIADES.: To me, indeed, O comrades, he seems to speak justly; and I think we ought to concede to them what is fitting. For it is proper that we should weep, if we do not act justly.
1440PHIDIPPIDES.: Consider still another maxim.
1440bSTREPSIADES.: No; for I shall perish if I do.
1441PHIDIPPIDES.: And yet perhaps you will not be vexed at suffering what you now suffer.
1442STREPSIADES.: How, pray? For inform me what good you will do me by this.
1443PHIDIPPIDES.: I will beat my mother, just as I have you.
1443bSTREPSIADES.: What do you say? What do you say? This other, again, is a greater wickedness.
1444bPHIDIPPIDES.: But what if, having the worst Cause,
1445PHIDIPPIDES.: I shall conquer you in arguing, proving that it is right to beat one’s mother?
1447STREPSIADES.: Most assuredly, if you do this, nothing will hinder you from casting yourself
1450and your Worse Cause into the pit along with Socrates.
1452STREPSIADES.: These evils have I suffered through you, O Clouds! Having intrusted all my affairs to you.
1454CHORUS.: Nay, rather, you are yourself the cause of these things, having turned yourself to wicked courses.
1456STREPSIADES.: Why, pray, did you not tell me this, then, but excited with hopes a rustic and aged man?
1458CHORUS.: We always do this to him whom we perceive to be a lover of wicked courses,
1460until we precipitate him into misfortune, so that he may learn to fear the gods.
1462STREPSIADES.: Ah me ! it is severe, O Clouds! But it is just; for I ought not to have withheld the money which I borrowed. Now, therefore, come with me, my dearest son,
1465that you may destroy the blackguard Chaerephon and Socrates, who deceived you and me.
1467PHIDIPPIDES.: I will not injure my teachers.
1468STREPSIADES.: Yes, yes, reverence Paternal Jove.
1469PHIDIPPIDES.: Paternal Jove quoth’a! How antiquated you are! Why, is there any Jove?
1470bSTREPSIADES.: There is.
Part 33
1470cPHIDIPPIDES.: There is not, no; for Vortex reigns having expelled Jupiter.
1472STREPSIADES.: He has not expelled him; but I fancied this, on account of this Vortex here. Ah me, unhappy man! When I even took you who are of earthenware for a god.
1475PHIDIPPIDES.: Here rave and babble to yourself.
1476STREPSIADES.: Ah me, what madness! How mad, then, I was when I ejected the gods on account of Socrates! But O dear Hermes, by no means be wroth with me, nor destroy me; but pardon me,
1480since I have gone crazy through prating. And become my adviser, whether I shall bring an action and prosecute them, or whatever you think. You advise me rightly, not permitting me to get up a lawsuit, but as soon as possible to set fire to the house
1485of the prating fellows. Come hither, come hither, Xanthias! Come forth with a ladder and with a mattock and then mount upon the thinking-shop and dig down the roof, if you love your master, until you tumble the house upon them.
1490But let some one bring me a lighted torch and I’ll make some of them this day suffer punishment, even if they be ever so much impostors.
14931ST DISCIPLE.: (from within). Hollo! Hollo!
1494STREPSIADES.: It is your business, O torch, to send forth abundant flame.
14951ST DISCIPLE.: What are you doing, fellow?
1495bSTREPSIADES.: What am I doing? Why, what else, than chopping logic with the beams of your house?
14972ND DISCIPLE.: (from within). Ah me! Who is setting fire to our house?
1498STREPSIADES.: The man whose cloak you have taken.
14992ND DISCIPLE.: (from within). You will destroy us! You will destroy us!
1499bSTREPSIADES.: For I also wish this very thing;
1500unless my mattock deceive my hopes, or I should somehow fall first and break my neck.
1502SOCRATES.: (from within). Hollo you! What are you doing, pray, you fellow on the roof?
1503STREPSIADES.: I am walking on air, and speculating about the sun.
1504SOCRATES.: Ah me, unhappy! I shall be suffocated, wretched man!
1505CHAEREPHON.: And I, miserable man, shall be burnt to death!
1506STREPSIADES.: For what has come into your heads that you acted insolently toward the gods, and pried into the seat of the moon?
1508HERMES: Chase, pelt, smite them, for many reasons, but especially because you know that they offended against the gods!
1510CHORUS.: Lead the way out; for we have sufficiently acted as chorus for today.
Contents — 34 sections
Part 1
1ΣΤΡΕΨΙΆΔΗΣ: ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον· ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται; καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ· οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.
6ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα, ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας. ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
11ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι. ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων ἱππάζεταί τε καὶ ξυνωρικεύεται
16ὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαι ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας· οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον, κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
21φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ. τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην; ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας, εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
25ΦΕΙΔΙΠΠΊΔΗΣ: Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.
26ΣΤΡΕΨΙΆΔΗΣ: τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·
27ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
28ΦΕΙΔΙΠΠΊΔΗΣ: πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
29ΣΤΡΕΨΙΆΔΗΣ: ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.
30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
31τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
32ΦΕΙΔΙΠΠΊΔΗΣ: ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
33ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,
34ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35ἐνεχυράσεσθαί φασιν.
35bΦΕΙΔΙΠΠΊΔΗΣ: ἐτεὸν ὦ πάτερ
36τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;
37ΣΤΡΕΨΙΆΔΗΣ: δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
38ΦΕΙΔΙΠΠΊΔΗΣ: ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
39ΣΤΡΕΨΙΆΔΗΣ: σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ. εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς, ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·
43ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
48σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην. ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας, ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων, δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
53οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα. ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.
56ΘΕΡΆΠΩΝ: ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.
57ΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
58δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.
58bΘΕΡΆΠΩΝ: διὰ τί δῆτα κλαύσομαι;
59ΣΤΡΕΨΙΆΔΗΣ: ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα· ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
64Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο,
69ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν, ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην, ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
74ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
79πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς; Φειδιππίδη Φειδιππίδιον.
80bΦΕΙΔΙΠΠΊΔΗΣ: τί ὦ πάτερ;
81ΣΤΡΕΨΙΆΔΗΣ: κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
82ΦΕΙΔΙΠΠΊΔΗΣ: ἰδού. τί ἔστιν;
82bΣΤΡΕΨΙΆΔΗΣ: εἰπέ μοι, φιλεῖς ἐμέ;
83ΦΕΙΔΙΠΠΊΔΗΣ: νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
Part 2
84ΣΤΡΕΨΙΆΔΗΣ: μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
85οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
86ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,
87ὦ παῖ πιθοῦ.
87bΦΕΙΔΙΠΠΊΔΗΣ: τί οὖν πίθωμαι δῆτά σοι;
88ΣΤΡΕΨΙΆΔΗΣ: ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
89καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
90ΦΕΙΔΙΠΠΊΔΗΣ: λέγε δή, τί κελεύεις;
90bΣΤΡΕΨΙΆΔΗΣ: καί τι πείσει;
90cΦΕΙΔΙΠΠΊΔΗΣ: πείσομαι
91νὴ τὸν Διόνυσον.
91bΣΤΡΕΨΙΆΔΗΣ: δεῦρό νυν ἀπόβλεπε.
92ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
93ΦΕΙΔΙΠΠΊΔΗΣ: ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;
94ΣΤΡΕΨΙΆΔΗΣ: ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.
95ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν
96λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
97κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.
98οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,
99λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
100ΦΕΙΔΙΠΠΊΔΗΣ: εἰσὶν δὲ τίνες;
100bΣΤΡΕΨΙΆΔΗΣ: οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·
102μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
103ΦΕΙΔΙΠΠΊΔΗΣ: αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας
104τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
105ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
105bΣΤΡΕΨΙΆΔΗΣ: ἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.
106ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
107τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
108ΦΕΙΔΙΠΠΊΔΗΣ: οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι
109τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
110ΣΤΡΕΨΙΆΔΗΣ: ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ
111ἐλθὼν διδάσκου.
111bΦΕΙΔΙΠΠΊΔΗΣ: καὶ τί σοι μαθήσομαι;
112ΣΤΡΕΨΙΆΔΗΣ: εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,
113τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
114τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
115νικᾶν λέγοντά φασι τἀδικώτερα.
116ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
117ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
118οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.
119ΦΕΙΔΙΠΠΊΔΗΣ: οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
120τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
121ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,
122οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·
123ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.
124ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης
125ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.
Part 3
126ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,
127ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
128αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
129πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
130λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
131ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,
132ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.
133ΜΑΘΗΤΉΣ: βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;
134ΣΤΡΕΨΙΆΔΗΣ: Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
135ΜΑΘΗΤΉΣ: ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα
136ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
137καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.
138ΣΤΡΕΨΙΆΔΗΣ: σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
139ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
140ΜΑΘΗΤΉΣ: ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
141ΣΤΡΕΨΙΆΔΗΣ: λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
142ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
143ΜΑΘΗΤΉΣ: λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
144ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης
145ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·
146δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
147ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
148ΣΤΡΕΨΙΆΔΗΣ: πῶς δῆτα διεμέτρησε;
148bΜΑΘΗΤΉΣ: δεξιώτατα.
149κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
150ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
151κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
152ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
153ΣΤΡΕΨΙΆΔΗΣ: ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
154ΜΑΘΗΤΉΣ: τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
155φρόντισμα;
155bΣΤΡΕΨΙΆΔΗΣ: ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
156ΜΑΘΗΤΉΣ: ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
157ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
158κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
159ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
160ΜΑΘΗΤΉΣ: ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
161στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν
162βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
163ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
164τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
165ΣΤΡΕΨΙΆΔΗΣ: σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
166ὦ τρισμακάριος τοῦ διεντερεύματος.
167ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
168ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
169ΜΑΘΗΤΉΣ: πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
170ὑπʼ ἀσκαλαβώτου.
170bΣΤΡΕΨΙΆΔΗΣ: τίνα τρόπον; κάτειπέ μοι.
171ΜΑΘΗΤΉΣ: ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
172καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος
173ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
Part 4
174ΣΤΡΕΨΙΆΔΗΣ: ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
175ΜΑΘΗΤΉΣ: ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
176ΣΤΡΕΨΙΆΔΗΣ: εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
177ΜΑΘΗΤΉΣ: κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
178κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
179ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
180ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
181ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,
182καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
183μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.
184ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
185ΜΑΘΗΤΉΣ: τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
186ΣΤΡΕΨΙΆΔΗΣ: τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
187ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
188ΜΑΘΗΤΉΣ: ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
188bΣΤΡΕΨΙΆΔΗΣ: βολβοὺς ἄρα
189ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·
190ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
191τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
192ΜΑΘΗΤΉΣ: οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
193ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
194ΜΑΘΗΤΉΣ: αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
195ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
196ΣΤΡΕΨΙΆΔΗΣ: μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα
197αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
198ΜΑΘΗΤΉΣ: ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα
199ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
200ΣΤΡΕΨΙΆΔΗΣ: πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.
201ΜΑΘΗΤΉΣ: ἀστρονομία μὲν αὑτηί.
201bΣΤΡΕΨΙΆΔΗΣ: τουτὶ δὲ τί;
202ΜΑΘΗΤΉΣ: γεωμετρία.
202bΣΤΡΕΨΙΆΔΗΣ: τοῦτʼ οὖν τί ἐστι χρήσιμον;
203ΜΑΘΗΤΉΣ: γῆν ἀναμετρῆσαι.
Part 5
203bΣΤΡΕΨΙΆΔΗΣ: πότερα τὴν κληρουχικήν;
204ΜΑΘΗΤΉΣ: οὔκ, ἀλλὰ τὴν σύμπασαν.
204bΣΤΡΕΨΙΆΔΗΣ: ἀστεῖον λέγεις.
205τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
206ΜΑΘΗΤΉΣ: αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
207αἵδε μὲν Ἀθῆναι.
207bΣΤΡΕΨΙΆΔΗΣ: τί σὺ λέγεις; οὐ πείθομαι,
208ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
209ΜΑΘΗΤΉΣ: ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
210ΣΤΡΕΨΙΆΔΗΣ: καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
211ΜΑΘΗΤΉΣ: ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,
212ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
213ΣΤΡΕΨΙΆΔΗΣ: οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
214ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;
214bΜΑΘΗΤΉΣ: ὅπου ʼστίν; αὑτηί.
215ΣΤΡΕΨΙΆΔΗΣ: ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
216ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
217ΜΑΘΗΤΉΣ: ἀλλʼ οὐχ οἷόν τε.
217bΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δίʼ οἰμώξεσθʼ ἄρα.
218φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
219ΜΑΘΗΤΉΣ: αὐτός.
219bΣΤΡΕΨΙΆΔΗΣ: τίς αὐτός;
219cΜΑΘΗΤΉΣ: Σωκράτης.
219dΣΤΡΕΨΙΆΔΗΣ: ὦ Σώκρατες.
220ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
220aΜΑΘΗΤΉΣ: αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
221ΣΤΡΕΨΙΆΔΗΣ: ὦ Σώκρατες,
222ὦ Σωκρατίδιον.
223ΣΩΚΡΆΤΗΣ: τί με καλεῖς ὦφήμερε;
Part 6
224ΣΤΡΕΨΙΆΔΗΣ: πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.
225ΣΩΚΡΆΤΗΣ: ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
226ΣΤΡΕΨΙΆΔΗΣ: ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
227ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;
227bΣΩΚΡΆΤΗΣ: οὐ γὰρ ἄν ποτε
228ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
229εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
230λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
231εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
232οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ
233ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
234πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
235ΣΤΡΕΨΙΆΔΗΣ: τί φῄς;
236ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;
237ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,
238ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.
239ΣΩΚΡΆΤΗΣ: ἦλθες δὲ κατὰ τί;
239bΣΤΡΕΨΙΆΔΗΣ: βουλόμενος μαθεῖν λέγειν.
240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
241ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.
242ΣΩΚΡΆΤΗΣ: πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
243ΣΤΡΕΨΙΆΔΗΣ: νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.
244ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
245τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν
246πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
247ΣΩΚΡΆΤΗΣ: ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
248ἡμῖν νόμισμʼ οὐκ ἔστι.
248bΣΤΡΕΨΙΆΔΗΣ: τῷ γὰρ ὄμνυτʼ; ἢ
249σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
250ΣΩΚΡΆΤΗΣ: βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς
251ἅττʼ ἐστὶν ὀρθῶς;
251bΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δίʼ εἴπερ ἔστι γε.
252ΣΩΚΡΆΤΗΣ: καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,
253ταῖς ἡμετέραισι δαίμοσιν;
253bΣΤΡΕΨΙΆΔΗΣ: μάλιστά γε.
254ΣΩΚΡΆΤΗΣ: κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
255ΣΤΡΕΨΙΆΔΗΣ: ἰδοὺ κάθημαι.
255bΣΩΚΡΆΤΗΣ: τουτονὶ τοίνυν λαβὲ
256τὸν στέφανον.
256bΣΤΡΕΨΙΆΔΗΣ: ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες
257ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.
258ΣΩΚΡΆΤΗΣ: οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
259ἡμεῖς ποιοῦμεν.
Part 7
259bΣΤΡΕΨΙΆΔΗΣ: εἶτα δὴ τί κερδανῶ;
260ΣΩΚΡΆΤΗΣ: λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
261ἀλλʼ ἔχʼ ἀτρεμί.
261bΣΤΡΕΨΙΆΔΗΣ: μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
262καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
263ΣΩΚΡΆΤΗΣ: εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
264ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
265λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
266ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
267ΣΤΡΕΨΙΆΔΗΣ: μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
268τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
269ΣΩΚΡΆΤΗΣ: ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
270εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
271εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
272εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
273ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
274ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
275ΧΟΡΌΣ: ἀέναοι Νεφέλαι ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ δενδροκόμους, ἵνα
281τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον· ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
286μαρμαρέαις ἐν αὐγαῖς. ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα τηλεσκόπῳ ὄμματι γαῖαν.
291ΣΩΚΡΆΤΗΣ: ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
292ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
293ΣΤΡΕΨΙΆΔΗΣ: καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν
294πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·
295κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
296ΣΩΚΡΆΤΗΣ: οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
297ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
298ΧΟΡΌΣ: παρθένοι ὀμβροφόροι ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν Κέκροπος ὀψόμεναι πολυήρατον· οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα μυστοδόκος δόμος
304ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται, οὐρανίοις τε θεοῖς δωρήματα, ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα, καὶ πρόσοδοι μακάρων ἱερώταται, εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,
310παντοδαπαῖς ἐν ὥραις, ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις, εὐκελάδων τε χορῶν ἐρεθίσματα, καὶ μοῦσα βαρύβρομος αὐλῶν.
314ΣΤΡΕΨΙΆΔΗΣ: πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται
315αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
316ΣΩΚΡΆΤΗΣ: ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·
317αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
318καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
319ΣΤΡΕΨΙΆΔΗΣ: ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,
320καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
321καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
322ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
323ΣΩΚΡΆΤΗΣ: βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας
324ἡσυχῇ αὐτάς.
324bΣΤΡΕΨΙΆΔΗΣ: φέρε ποῦ; δεῖξον.
324cΣΩΚΡΆΤΗΣ: χωροῦσʼ αὗται πάνυ πολλαὶ
325διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
325bΣΤΡΕΨΙΆΔΗΣ: τί τὸ χρῆμα;
326ὡς οὐ καθορῶ.
326bΣΩΚΡΆΤΗΣ: παρὰ τὴν εἴσοδον.
326cΣΤΡΕΨΙΆΔΗΣ: ἤδη νυνὶ μόλις οὕτως.
Part 8
327ΣΩΚΡΆΤΗΣ: νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
328ΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
329ΣΩΚΡΆΤΗΣ: ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;
330ΣΤΡΕΨΙΆΔΗΣ: μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.
331ΣΩΚΡΆΤΗΣ: οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
332Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,
333κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,
334οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
335ΣΤΡΕΨΙΆΔΗΣ: ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,
336πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
337εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,
338ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον
339κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.
340ΣΩΚΡΆΤΗΣ: διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;
340bΣΤΡΕΨΙΆΔΗΣ: λέξον δή μοι, τί παθοῦσαι,
341εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
342οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
342bΣΩΚΡΆΤΗΣ: φέρε ποῖαι γάρ τινές εἰσιν;
343ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
344κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
345ΣΩΚΡΆΤΗΣ: ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.
345bΣΤΡΕΨΙΆΔΗΣ: λέγε νυν ταχέως ὅ τι βούλει.
346ΣΩΚΡΆΤΗΣ: ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
347ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
347bΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;
348ΣΩΚΡΆΤΗΣ: γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην
349ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
350σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
351ΣΤΡΕΨΙΆΔΗΣ: τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
352ΣΩΚΡΆΤΗΣ: ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
353ΣΤΡΕΨΙΆΔΗΣ: ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
354ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
355ΣΩΚΡΆΤΗΣ: καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
356ΣΤΡΕΨΙΆΔΗΣ: χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
357οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
Part 9
358ΧΟΡΌΣ: χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
359σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·
360οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
361πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,
362ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,
363κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.
364ΣΤΡΕΨΙΆΔΗΣ: ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
365ΣΩΚΡΆΤΗΣ: αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.
366ΣΤΡΕΨΙΆΔΗΣ: ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;
367ΣΩΚΡΆΤΗΣ: ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.
367bΣΤΡΕΨΙΆΔΗΣ: τί λέγεις σύ;
368ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.
369ΣΩΚΡΆΤΗΣ: αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.
370φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;
371καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.
372ΣΤΡΕΨΙΆΔΗΣ: νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·
373καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
374ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.
375ΣΩΚΡΆΤΗΣ: αὗται βροντῶσι κυλινδόμεναι.
375bΣΤΡΕΨΙΆΔΗΣ: τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;
376ΣΩΚΡΆΤΗΣ: ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
377κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι
378εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
379ΣΤΡΕΨΙΆΔΗΣ: ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
380ΣΩΚΡΆΤΗΣ: ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.
380bΣΤΡΕΨΙΆΔΗΣ: Δῖνος; τουτί μʼ ἐλελήθειν,
381ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
382ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.
383ΣΩΚΡΆΤΗΣ: οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
384ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
385ΣΤΡΕΨΙΆΔΗΣ: φέρε τουτὶ τῷ χρὴ πιστεύειν;
385bΣΩΚΡΆΤΗΣ: ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.
386ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης
387τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
388ΣΤΡΕΨΙΆΔΗΣ: νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται
389χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·
390ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,
391χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
392ΣΩΚΡΆΤΗΣ: σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
393τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
394ΣΤΡΕΨΙΆΔΗΣ: ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
395ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,
396καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;
397τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.
Part 10
398ΣΩΚΡΆΤΗΣ: καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
399εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν
400οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·
401ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων
402καὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.
403ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;
404ΣΩΚΡΆΤΗΣ: ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,
405ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης
406ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
407ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
408ΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
409ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·
410ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
411τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
412ΧΟΡΌΣ: ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,
413ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,
414εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
415ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων,
416μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,
417οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
418καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
419νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
420ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
421καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
422ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.
423ΣΩΚΡΆΤΗΣ: ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
424τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
425ΣΤΡΕΨΙΆΔΗΣ: οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·
426οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.
427ΧΟΡΌΣ: λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
428ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
429ΣΤΡΕΨΙΆΔΗΣ: ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
430τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
431ΧΟΡΌΣ: ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ
432ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
433ΣΤΡΕΨΙΆΔΗΣ: μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
434ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
435ΧΟΡΌΣ: τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
436ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
437ΣΤΡΕΨΙΆΔΗΣ: δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται τουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσιν παρέχω, τύπτειν πεινῆν διψῆν
442αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι, τοῖς τʼ ἀνθρώποις εἶναι δόξω θρασὺς εὔγλωττος τολμηρὸς ἴτης βδελυρὸς ψευδῶν συγκολλητὴς
447εὑρησιεπὴς περίτριμμα δικῶν κύρβις κρόταλον κίναδος τρύμη μάσθλης εἴρων γλοιὸς ἀλαζὼν κέντρων μιαρὸς στρόφις ἀργαλέος ματιολοιχός·
452ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονται νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.
457ΧΟΡΌΣ: λῆμα μὲν πάρεστι τῷδέ γʼ
458οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς
459ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες
460ἐν βροτοῖσιν ἕξεις.
461ΣΤΡΕΨΙΆΔΗΣ: τί πείσομαι;
462ΧΟΡΌΣ: τὸν πάντα χρόνον μετʼ ἐμοῦ
463ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
465ΣΤΡΕΨΙΆΔΗΣ: ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ
467ὄψομαι;
467bΧΟΡΌΣ: ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
470βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν
471πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
475ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
476ΧΟΡΌΣ: ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
477καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Part 11
478ΣΩΚΡΆΤΗΣ: ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
479ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
480ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
481ΣΤΡΕΨΙΆΔΗΣ: τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
482ΣΩΚΡΆΤΗΣ: οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
483ἦ μνημονικὸς εἶ;
483bΣΤΡΕΨΙΆΔΗΣ: δύο τρόπω νὴ τὸν Δία·
484ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·
485ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
486ΣΩΚΡΆΤΗΣ: ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
487ΣΤΡΕΨΙΆΔΗΣ: λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
488ΣΩΚΡΆΤΗΣ: πῶς οὖν δυνήσει μανθάνειν;
488bΣΤΡΕΨΙΆΔΗΣ: ἀμέλει καλῶς.
489ΣΩΚΡΆΤΗΣ: ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
491ΣΤΡΕΨΙΆΔΗΣ: τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
492ΣΩΚΡΆΤΗΣ: ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
493δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
494φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
494bΣΤΡΕΨΙΆΔΗΣ: τύπτομαι,
495ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
496εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
497ΣΩΚΡΆΤΗΣ: ἴθι νυν κατάθου θοἰμάτιον.
497bΣΤΡΕΨΙΆΔΗΣ: ἠδίκηκά τι;
498ΣΩΚΡΆΤΗΣ: οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
499ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.
500ΣΩΚΡΆΤΗΣ: κατάθου. τί ληρεῖς;
500bΣΤΡΕΨΙΆΔΗΣ: εἰπὲ δή νύν μοι·
500cΣΩΚΡΆΤΗΣ: τὸ τί;
501ΣΤΡΕΨΙΆΔΗΣ: ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
502τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Part 12
503ΣΩΚΡΆΤΗΣ: οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
504ΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
505ΣΩΚΡΆΤΗΣ: οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ
506ἀνύσας τι δευρὶ θᾶττον;
506bΣΤΡΕΨΙΆΔΗΣ: ἐς τὼ χεῖρέ νυν
507δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ
508εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
509ΣΩΚΡΆΤΗΣ: χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
510ΧΟΡΌΣ: ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας
511οὕνεκα ταύτης.
512εὐτυχία γένοιτο τἀνθρώπῳ,
513ὅτι προήκων
514ἐς βαθὺ τῆς ἡλικίας
515νεωτέροις τὴν φύσιν αὑτοῦ
516πράγμασιν χρωτίζεται
517καὶ σοφίαν ἐπασκεῖ.
518ΧΟΡΌΣ: ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
523πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην. ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
528ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην, κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο, ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
533ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια. νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς· γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲν
538οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως· οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα,
543οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ, ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν. κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων, ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,
548οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς· ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα, κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ. οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.
553Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν. εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
558ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω· ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν, ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
563ΧΟΡΌΣ: ὑψιμέδοντα μὲν θεῶν Ζῆνα τύραννον ἐς χορὸν πρῶτα μέγαν κικλήσκω· τόν τε μεγασθενῆ τριαίνης ταμίαν, γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·
568καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων· τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσιν κατέχει γῆς πέδον μέγας ἐν θεοῖς
574ἐν θνητοῖσί τε δαίμων.
575ΧΟΡΌΣ: ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον· πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν, δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
580μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς· ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος
585τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.
590ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν· ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
595ΧΟΡΌΣ: ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ Δήλιε Κυνθίαν ἔχων ὑψικέρατα πέτραν, ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,
601ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα, Παρνασσίαν θʼ ὃς κατέχων πέτραν σὺν πεύκαις σελαγεῖ Βάκχαις Δελφίσιν ἐμπρέπων,
606κωμαστὴς Διόνυσος.
607ΧΟΡΌΣ: ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις· εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.
612πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν, ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν. ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·
617ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν. κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε· πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
622ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα, σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
627ΣΩΚΡΆΤΗΣ: μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα
628οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα
629οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·
630ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων
631ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν
632αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
633ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
634ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.
635ΣΩΚΡΆΤΗΣ: ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
635bΣΤΡΕΨΙΆΔΗΣ: ἰδού.
636ΣΩΚΡΆΤΗΣ: ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
637ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.
638πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
639ΣΤΡΕΨΙΆΔΗΣ: περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε
640ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
641ΣΩΚΡΆΤΗΣ: οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον
642ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
643ΣΤΡΕΨΙΆΔΗΣ: ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
644ΣΩΚΡΆΤΗΣ: οὐδὲν λέγεις ὦνθρωπε.
Part 13
644bΣΤΡΕΨΙΆΔΗΣ: περίδου νυν ἐμοί,
645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.
646ΣΩΚΡΆΤΗΣ: ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
647ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
648ΣΤΡΕΨΙΆΔΗΣ: τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
649ΣΩΚΡΆΤΗΣ: πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
650ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν
651κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
652ΣΤΡΕΨΙΆΔΗΣ: κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.
652bΣΩΚΡΆΤΗΣ: εἰπὲ δή.
653ΣΤΡΕΨΙΆΔΗΣ: τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;
654πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
655ΣΩΚΡΆΤΗΣ: ἀγρεῖος εἶ καὶ σκαιός.
655bΣΤΡΕΨΙΆΔΗΣ: οὐ γὰρ ᾠζυρὲ
656τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
656bΣΩΚΡΆΤΗΣ: τί δαί;
657ΣΤΡΕΨΙΆΔΗΣ: ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
658ΣΩΚΡΆΤΗΣ: ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
659τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.
660ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·
661κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
662ΣΩΚΡΆΤΗΣ: ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
663ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
664ΣΤΡΕΨΙΆΔΗΣ: πῶς δὴ φέρʼ;
664bΣΩΚΡΆΤΗΣ: ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
665ΣΤΡΕΨΙΆΔΗΣ: νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
666ΣΩΚΡΆΤΗΣ: ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
667ΣΤΡΕΨΙΆΔΗΣ: ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
668ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
669διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
670ΣΩΚΡΆΤΗΣ: ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον
671ἄρρενα καλεῖς θήλειαν οὖσαν.
Part 14
671bΣΤΡΕΨΙΆΔΗΣ: τῷ τρόπῳ
672ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
672bΣΩΚΡΆΤΗΣ: μάλιστά γε,
673ὥσπερ γε καὶ Κλεώνυμον.
673bΣΤΡΕΨΙΆΔΗΣ: πῶς δή; φράσον.
674ΣΩΚΡΆΤΗΣ: ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
675ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,
676ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
677ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
677bΣΩΚΡΆΤΗΣ: ὅπως;
678τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
679ΣΤΡΕΨΙΆΔΗΣ: τὴν καρδόπην θήλειαν;
679bΣΩΚΡΆΤΗΣ: ὀρθῶς γὰρ λέγεις.
680ΣΤΡΕΨΙΆΔΗΣ: ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
681ΣΩΚΡΆΤΗΣ: ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
682ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
683ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
683bΣΩΚΡΆΤΗΣ: εἰπὲ δή.
684ΣΤΡΕΨΙΆΔΗΣ: Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
685ΣΩΚΡΆΤΗΣ: ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
685bΣΤΡΕΨΙΆΔΗΣ: μυρία.
686Φιλόξενος Μελησίας Ἀμυνίας.
687ΣΩΚΡΆΤΗΣ: ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
688ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
688bΣΩΚΡΆΤΗΣ: οὐδαμῶς γʼ, ἐπεὶ
689πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
690ΣΤΡΕΨΙΆΔΗΣ: ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.
691ΣΩΚΡΆΤΗΣ: ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
Part 15
692ΣΤΡΕΨΙΆΔΗΣ: οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
693ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
694ΣΩΚΡΆΤΗΣ: οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —
694bΣΤΡΕΨΙΆΔΗΣ: τί δρῶ;
695ΣΩΚΡΆΤΗΣ: ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
696ΣΤΡΕΨΙΆΔΗΣ: μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,
697χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
698ΣΩΚΡΆΤΗΣ: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
698bΣΤΡΕΨΙΆΔΗΣ: κακοδαίμων ἐγώ,
699οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
700ΧΟΡΌΣ: φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν
701στρόβει πυκνώσας.
702ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,
703ἐπʼ ἄλλο πήδα
705νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.
706[...]
707ΣΤΡΕΨΙΆΔΗΣ: ἀτταταῖ ἀτταταῖ.
708ΧΟΡΌΣ: τί πάσχεις; τί κάμνεις;
709ΣΤΡΕΨΙΆΔΗΣ: ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος
710δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,
711καὶ τὰς πλευρὰς δαρδάπτουσιν
712καὶ τὴν ψυχὴν ἐκπίνουσιν
713καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
714καὶ τὸν πρωκτὸν διορύττουσιν,
715καί μʼ ἀπολοῦσιν.
716ΧΟΡΌΣ: μή νυν βαρέως ἄλγει λίαν.
717ΣΤΡΕΨΙΆΔΗΣ: καὶ πῶς; ὅτε μου
718φροῦδα τὰ χρήματα, φρούδη χροιά,
719φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·
720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
721φρουρᾶς ᾄδων
722ὀλίγου φροῦδος γεγένημαι.
723ΣΩΚΡΆΤΗΣ: οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
723bΣΤΡΕΨΙΆΔΗΣ: ἐγώ;
724νὴ τὸν Ποσειδῶ.
724bΣΩΚΡΆΤΗΣ: καὶ τί δῆτʼ ἐφρόντισας;
725ΣΤΡΕΨΙΆΔΗΣ: ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
726ΣΩΚΡΆΤΗΣ: ἀπολεῖ κάκιστʼ.
726bΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.
727ΣΩΚΡΆΤΗΣ: οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
728ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
729κἀπαιόλημʼ.
Part 16
729bΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι
730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
731ΣΩΚΡΆΤΗΣ: φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
732οὗτος καθεύδεις;
732bΣΤΡΕΨΙΆΔΗΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
733ΣΩΚΡΆΤΗΣ: ἔχεις τι;
733bΣΤΡΕΨΙΆΔΗΣ: μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.
733cΣΩΚΡΆΤΗΣ: οὐδὲν πάνυ;
734ΣΤΡΕΨΙΆΔΗΣ: οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
735ΣΩΚΡΆΤΗΣ: οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
736ΣΤΡΕΨΙΆΔΗΣ: περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
737ΣΩΚΡΆΤΗΣ: αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
738ΣΤΡΕΨΙΆΔΗΣ: ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
739περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
740ΣΩΚΡΆΤΗΣ: ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
741λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
742ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
742bΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι τάλας.
743ΣΩΚΡΆΤΗΣ: ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
744ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν
745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
746ΣΤΡΕΨΙΆΔΗΣ: ὦ Σωκρατίδιον φίλτατον.
746bΣΩΚΡΆΤΗΣ: τί ὦ γέρον;
747ΣΤΡΕΨΙΆΔΗΣ: ἔχω τόκου γνώμην ἀποστερητικήν.
748ΣΩΚΡΆΤΗΣ: ἐπίδειξον αὐτήν.
748bΣΤΡΕΨΙΆΔΗΣ: εἰπὲ δή νύν μοι —
748cΣΩΚΡΆΤΗΣ: τὸ τί;
Part 17
749ΣΤΡΕΨΙΆΔΗΣ: γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν
750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
751αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,
752ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —
753ΣΩΚΡΆΤΗΣ: τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;
753bΣΤΡΕΨΙΆΔΗΣ: ὅ τι;
754εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,
755οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
755bΣΩΚΡΆΤΗΣ: ὁτιὴ τί δή;
756ΣΤΡΕΨΙΆΔΗΣ: ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
757ΣΩΚΡΆΤΗΣ: εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
758εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
760ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
761ΣΤΡΕΨΙΆΔΗΣ: ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.
762ΣΩΚΡΆΤΗΣ: μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
763ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα
764λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
765ΣΤΡΕΨΙΆΔΗΣ: ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
766ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
766bΣΩΚΡΆΤΗΣ: ποίαν τινά;
767ΣΤΡΕΨΙΆΔΗΣ: ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
768ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
769ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
769bΣΩΚΡΆΤΗΣ: τὴν ὕαλον λέγεις;
770ΣΤΡΕΨΙΆΔΗΣ: ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών,
770aὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
771ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
772τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
773ΣΩΚΡΆΤΗΣ: σοφῶς γε νὴ τὰς Χάριτας.
773bΣΤΡΕΨΙΆΔΗΣ: οἴμʼ ὡς ἥδομαι
774ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
775ΣΩΚΡΆΤΗΣ: ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
775bΣΤΡΕΨΙΆΔΗΣ: τὸ τί;
776ΣΩΚΡΆΤΗΣ: ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην
777μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
778ΣΤΡΕΨΙΆΔΗΣ: φαυλότατα καὶ ῥᾷστʼ.
778bΣΩΚΡΆΤΗΣ: εἰπὲ δή.
Part 18
778cΣΤΡΕΨΙΆΔΗΣ: καὶ δὴ λέγω.
779εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
780πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.
781ΣΩΚΡΆΤΗΣ: οὐδὲν λέγεις.
781bΣΤΡΕΨΙΆΔΗΣ: νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ
782οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
783ΣΩΚΡΆΤΗΣ: ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.
784ΣΤΡΕΨΙΆΔΗΣ: ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
785ΣΩΚΡΆΤΗΣ: ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς·
786ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
787ΣΤΡΕΨΙΆΔΗΣ: φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
788τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα;
789οἴμοι τίς ἦν;
789bΣΩΚΡΆΤΗΣ: οὐκ ἐς κόρακας ἀποφθερεῖ,
790ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
791ΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;
792ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
793ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
794ΧΟΡΌΣ: ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,
795εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
796πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
797ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·
798ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;
799ΧΟΡΌΣ: σὺ δʼ ἐπιτρέπεις;
799bΣΤΡΕΨΙΆΔΗΣ: εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
800κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.
801ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ,
802οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας.
803ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
804ΧΟΡΌΣ: ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων
805μόνας θεῶν; ὡς
806ἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶν
807ὅσʼ ἂν κελεύῃς.
810σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου
811γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,
812ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι.
814ΣΤΡΕΨΙΆΔΗΣ: οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς·
815ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
816ΦΕΙΔΙΠΠΊΔΗΣ: ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;
817οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.
818ΣΤΡΕΨΙΆΔΗΣ: ἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας,
819τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
820ΦΕΙΔΙΠΠΊΔΗΣ: τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν;
820bΣΤΡΕΨΙΆΔΗΣ: ἐνθυμούμενος
821ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
822ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,
823καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.
824ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
825ΦΕΙΔΙΠΠΊΔΗΣ: ἰδού· τί ἔστιν;
Part 19
825bΣΤΡΕΨΙΆΔΗΣ: ὤμοσας νυνὶ Δία.
826ΦΕΙΔΙΠΠΊΔΗΣ: ἔγωγʼ.
826bΣΤΡΕΨΙΆΔΗΣ: ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
827οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.
827bΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλλὰ τίς;
828ΣΤΡΕΨΙΆΔΗΣ: Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
829ΦΕΙΔΙΠΠΊΔΗΣ: αἰβοῖ τί ληρεῖς;
829bΣΤΡΕΨΙΆΔΗΣ: ἴσθι τοῦθʼ οὕτως ἔχον.
830ΦΕΙΔΙΠΠΊΔΗΣ: τίς φησι ταῦτα;
830bΣΤΡΕΨΙΆΔΗΣ: Σωκράτης ὁ Μήλιος
831καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
832ΦΕΙΔΙΠΠΊΔΗΣ: σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
833ὥστʼ ἀνδράσιν πείθει χολῶσιν;
833bΣΤΡΕΨΙΆΔΗΣ: εὐστόμει
834καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
835καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας
836ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,
837οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
838ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
839ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
840ΦΕΙΔΙΠΠΊΔΗΣ: τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
841ΣΤΡΕΨΙΆΔΗΣ: ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά·
842γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
843ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.
844ΦΕΙΔΙΠΠΊΔΗΣ: οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
845πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
846ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
847ΣΤΡΕΨΙΆΔΗΣ: φέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.
848ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλεκτρυόνα.
848bΣΤΡΕΨΙΆΔΗΣ: καλῶς γε. ταυτηνὶ δὲ τί;
849ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλεκτρυόνʼ.
849bΣΤΡΕΨΙΆΔΗΣ: ἄμφω ταὐτό; καταγέλαστος εἶ.
850μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
851ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.
852ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
853εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
Part 20
854ΣΤΡΕΨΙΆΔΗΣ: χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
855ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
856ΦΕΙΔΙΠΠΊΔΗΣ: διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
857ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
858ΦΕΙΔΙΠΠΊΔΗΣ: τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
859ΣΤΡΕΨΙΆΔΗΣ: ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
860ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ
861πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,
862οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
863ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
864τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
865ΦΕΙΔΙΠΠΊΔΗΣ: ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.
866ΣΤΡΕΨΙΆΔΗΣ: εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
867ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
868ἄκοντʼ ἀναπείσας.
868bΣΩΚΡΆΤΗΣ: νηπύτιος γάρ ἐστʼ ἔτι,
869καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
870ΦΕΙΔΙΠΠΊΔΗΣ: αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
871ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
872ΣΩΚΡΆΤΗΣ: ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο
873καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
874πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης
875ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
876καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
877ΣΤΡΕΨΙΆΔΗΣ: ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
878εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
879ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,
880ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
881κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
882ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
883τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
884ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
885ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
886ΣΩΚΡΆΤΗΣ: αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
887ἐγὼ δʼ ἀπέσομαι.
887bΣΤΡΕΨΙΆΔΗΣ: τοῦτό νυν μέμνησʼ, ὅπως
888πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
888aΧΟΡΌΣ: [...]
889ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: χώρει δευρί, δεῖξον σαυτὸν
890τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
891ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς
892ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
893ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἀπολεῖς σύ; τίς ὤν;
893bἌΔΙΚΟΣ ΛΌΓΟΣ: λόγος.
893cΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἥττων γʼ ὤν.
Part 21
894ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
895φάσκοντʼ εἶναι.
895bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: τί σοφὸν ποιῶν;
896ἌΔΙΚΟΣ ΛΌΓΟΣ: γνώμας καινὰς ἐξευρίσκων.
897ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
898τοὺς ἀνοήτους.
899ἌΔΙΚΟΣ ΛΌΓΟΣ: οὔκ, ἀλλὰ σοφούς.
899bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἀπολῶ σε κακῶς.
900ἌΔΙΚΟΣ ΛΌΓΟΣ: εἰπὲ τί ποιῶν;
900bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: τὰ δίκαια λέγων.
901ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·
902οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
903ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: οὐκ εἶναι φῄς;
903bἌΔΙΚΟΣ ΛΌΓΟΣ: φέρε γὰρ ποῦ ʼστιν;
904ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: παρὰ τοῖσι θεοῖς.
904aἌΔΙΚΟΣ ΛΌΓΟΣ: πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς
905οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ
906δήσας;
906bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: αἰβοῖ τουτὶ καὶ δὴ
907χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.
908ἌΔΙΚΟΣ ΛΌΓΟΣ: τυφογέρων εἶ κἀνάρμοστος.
909ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: καταπύγων εἶ κἀναίσχυντος.
910ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ῥόδα μʼ εἴρηκας.
910bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: καὶ βωμολόχος.
911ἌΔΙΚΟΣ ΛΌΓΟΣ: κρίνεσι στεφανοῖς.
911bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: καὶ πατραλοίας.
Part 22
912ἌΔΙΚΟΣ ΛΌΓΟΣ: χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
913ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
914ἌΔΙΚΟΣ ΛΌΓΟΣ: νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
915ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: θρασὺς εἶ πολλοῦ.
915bἌΔΙΚΟΣ ΛΌΓΟΣ: σὺ δέ γʼ ἀρχαῖος.
916ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: διὰ σὲ δὲ φοιτᾶν
917οὐδεὶς ἐθέλει τῶν μειρακίων·
918καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
919οἶα διδάσκεις τοὺς ἀνοήτους.
920ἌΔΙΚΟΣ ΛΌΓΟΣ: αὐχμεῖς αἰσχρῶς.
920bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: σὺ δέ γʼ εὖ πράττεις.
921καίτοι πρότερόν γʼ ἐπτώχευες,
922Τήλεφος εἶναι Μυσὸς φάσκων,
923ἐκ πηριδίου
924γνώμας τρώγων Πανδελετείους.
925ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ὤμοι σοφίας —
925bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ὤμοι μανίας —
926ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἧς ἐμνήσθης —
927ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει
928λυμαινόμενον τοῖς μειρακίοις.
929ἌΔΙΚΟΣ ΛΌΓΟΣ: οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
930ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ
931καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
932ἌΔΙΚΟΣ ΛΌΓΟΣ: δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
933ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
934ΧΟΡΌΣ: παύσασθε μάχης καὶ λοιδορίας.
935ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους
936ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν
937παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
938ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
939ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: δρᾶν ταῦτʼ ἐθέλω.
939bἌΔΙΚΟΣ ΛΌΓΟΣ: κἄγωγʼ ἐθέλω.
940ΧΟΡΌΣ: φέρε δὴ πότερος λέξει πρότερος;
Part 23
941ἌΔΙΚΟΣ ΛΌΓΟΣ: τούτῳ δώσω·
942κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
943ῥηματίοισιν καινοῖς αὐτὸν
944καὶ διανοίαις κατατοξεύσω.
945τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,
946τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
947κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν
948ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
949ΧΟΡΌΣ: νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι
950λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,
951ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
955νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
956ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
959ΧΟΡΌΣ: ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
960ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
961ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι· εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
966εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας, ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα, ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
971ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές· εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
977ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει· οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν, οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,
982οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.
984ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα
985καὶ Κηκείδου καὶ Βουφονίων.
985bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν. σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι· ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.
990πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ· κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι· καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
995αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν· μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς· μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
1000ἌΔΙΚΟΣ ΛΌΓΟΣ: εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
1001τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.
1002ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
1003οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,
1004οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·
1005ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
1006στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
1007μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
1008ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
1009ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἢν ταῦτα ποιῇς ἁγὼ φράζω, καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, ἕξεις ἀεὶ στῆθος λιπαρόν, χροιὰν λαμπράν, ὤμους μεγάλους, γλῶτταν βαιάν,
1014πυγὴν μεγάλην, πόσθην μικράν. ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, πρῶτα μὲν ἕξεις χροιὰν ὠχράν, ὤμους μικρούς, στῆθος λεπτόν, γλῶτταν μεγάλην,
1019πυγὴν μικράν, κωλῆν μεγάλην, ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, τὸ καλὸν δʼ αἰσχρόν· καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1023καταπυγοσύνης ἀναπλήσει.
1024ΧΟΡΌΣ: ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
1025ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
1029†εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶ
1030τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
1031δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
1034ΧΟΡΌΣ: δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
1035εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
1036ἌΔΙΚΟΣ ΛΌΓΟΣ: καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι. ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.
1041καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων, αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω, ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν. καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
1046ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
1047ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.
1048καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον
1049ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
1050ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.
1051ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;
1052καίτοι τίς ἀνδρειότερος ἦν;
1052bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα,
1053ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντων
1054πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.
1055ἌΔΙΚΟΣ ΛΌΓΟΣ: εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ.
1056εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίει
1057τὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
1058ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
1059οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
1060καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω.
1061ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδη
1062ἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών.
1063ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
1064ἌΔΙΚΟΣ ΛΌΓΟΣ: μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
1065Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ
1066εἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.
Part 24
1067ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
1068ἌΔΙΚΟΣ ΛΌΓΟΣ: κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴς οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν· γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος. σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα ἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι,
1073παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς; εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης· ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν
1078χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν, ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν· καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
1083ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,
1084ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
1085ἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
1086ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
1087ἌΔΙΚΟΣ ΛΌΓΟΣ: τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
1088ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: σιγήσομαι. τί δʼ ἄλλο;
1088bἌΔΙΚΟΣ ΛΌΓΟΣ: φέρε δή μοι φράσον·
1089συνηγοροῦσιν ἐκ τίνων;
1090ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἐξ εὐρυπρώκτων.
1090bἌΔΙΚΟΣ ΛΌΓΟΣ: πείθομαι.
1091τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
1092ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἐξ εὐρυπρώκτων.
1092bἌΔΙΚΟΣ ΛΌΓΟΣ: εὖ λέγεις.
1093δημηγοροῦσι δʼ ἐκ τίνων;
1094ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἐξ εὐρυπρώκτων.
1094bἌΔΙΚΟΣ ΛΌΓΟΣ: ἆρα δῆτʼ
1095ἔγνωκας ὡς οὐδὲν λέγεις;
1096καὶ τῶν θεατῶν ὁπότεροι
1097πλείους σκόπει.
1097bΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: καὶ δὴ σκοπῶ.
1098ἌΔΙΚΟΣ ΛΌΓΟΣ: τί δῆθʼ ὁρᾷς;
1098aΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: πολὺ πλείονας νὴ τοὺς θεοὺς
1099τοὺς εὐρυπρώκτους· τουτονὶ
1100γοῦν οἶδʼ ἐγὼ κἀκεινονὶ
1101καὶ τὸν κομήτην τουτονί.
1101aἌΔΙΚΟΣ ΛΌΓΟΣ: τί δῆτʼ ἐρεῖς;
1102ΔΊΚΑΙΟΣ ΛΌΓΟΣ: ἡττήμεθʼ· ὦ κινούμενοι
1103πρὸς τῶν θεῶν δέξασθέ μου
1103aθοἰμάτιον, ὡς
1104ἐξαυτομολῶ πρὸς ὑμᾶς.
1105ΣΩΚΡΆΤΗΣ: τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
1106βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
Part 25
1107ΣΤΡΕΨΙΆΔΗΣ: δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως
1108εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
1109οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον
1110στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.
1111ΣΩΚΡΆΤΗΣ: ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
1112ΦΕΙΔΙΠΠΊΔΗΣ: ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
1113ΧΟΡΌΣ: χωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.
1115ΧΟΡΌΣ: τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι. πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
1120ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν. ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά, λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου. ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι,
1125ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεται
1130κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
1131ΣΤΡΕΨΙΆΔΗΣ: πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα, εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα. πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,
1136θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν, κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου, ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτε οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με
1141ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει, εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον. παῖ, ἠμί, παῖ παῖ.
1145bΣΩΚΡΆΤΗΣ: Στρεψιάδην ἀσπάζομαι.
1146ΣΤΡΕΨΙΆΔΗΣ: κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·
1147χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
1148καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
1149ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.
1150ΣΩΚΡΆΤΗΣ: μεμάθηκεν.
1150bΣΤΡΕΨΙΆΔΗΣ: εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.
1151ΣΩΚΡΆΤΗΣ: ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.
1152ΣΤΡΕΨΙΆΔΗΣ: κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;
1153ΣΩΚΡΆΤΗΣ: πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
1154ΣΤΡΕΨΙΆΔΗΣ: βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάται αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων· οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι, οἷος ἐμοὶ τρέφεται
1159τοῖσδʼ ἐνὶ δώμασι παῖς, ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν· ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
1165ΣΩΚΡΆΤΗΣ: ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,
1166ἄιε σοῦ πατρός.
1167ὅδʼ ἐκεῖνος ἀνήρ.
1168ΣΤΡΕΨΙΆΔΗΣ: ὦ φίλος ὦ φίλος.
1169ΣΩΚΡΆΤΗΣ: ἄπιθι συλλαβών.
1170ΣΤΡΕΨΙΆΔΗΣ: ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
1171ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
1172νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
1173κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
1174ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν
1175ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·
1176ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.
1177νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.
1178ΦΕΙΔΙΠΠΊΔΗΣ: φοβεῖ δὲ δὴ τί;
1178bΣΤΡΕΨΙΆΔΗΣ: τὴν ἕνην τε καὶ νέαν.
Part 26
1179ΦΕΙΔΙΠΠΊΔΗΣ: ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
1180ΣΤΡΕΨΙΆΔΗΣ: εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
1181ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπως
1182μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο.
1183ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἂν γένοιτο;
1183bΦΕΙΔΙΠΠΊΔΗΣ: πῶς γάρ; εἰ μή πέρ γʼ ἅμα
1184αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.
1185ΣΤΡΕΨΙΆΔΗΣ: καὶ μὴν νενόμισταί γʼ.
1185bΦΕΙΔΙΠΠΊΔΗΣ: οὐ γάρ, οἶμαι, τὸν νόμον
1186ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.
1186bΣΤΡΕΨΙΆΔΗΣ: νοεῖ δὲ τί;
1187ΦΕΙΔΙΠΠΊΔΗΣ: ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
1188ΣΤΡΕΨΙΆΔΗΣ: τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
1189ΦΕΙΔΙΠΠΊΔΗΣ: ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέρας
1190ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,
1191ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
1192ΣΤΡΕΨΙΆΔΗΣ: ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ;
1192bΦΕΙΔΙΠΠΊΔΗΣ: ἵνʼ ὦ μέλε
1193παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
1194πρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή,
1195ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.
1196ΣΤΡΕΨΙΆΔΗΣ: πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
1197ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;
1198ΦΕΙΔΙΠΠΊΔΗΣ: ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν·
1199ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,
1200διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
1201ΣΤΡΕΨΙΆΔΗΣ: εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι,
1202ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,
1203ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;
1204ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
1205ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
1206ΣΤΡΕΨΙΆΔΗΣ: μάκαρ ὦ Στρεψίαδες,
1207αὐτός τʼ ἔφυς ὡς σοφὸς
1208χοἶον τὸν υἱὸν τρέφεις,
1209φήσουσι δή μʼ οἱ φίλοι
1210χοἰ δημόται
1212ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
1213ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
1214ΠΑΣΊΑΣ: εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
1215οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
1216ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
1217ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων
1218ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
1219ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
1220ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
1221ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —
1221bΣΤΡΕΨΙΆΔΗΣ: τίς οὑτοσί;
1222ΠΑΣΊΑΣ: ἐς τὴν ἕνην τε καὶ νέαν.
Part 27
1222bΣΤΡΕΨΙΆΔΗΣ: μαρτύρομαι,
1223ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;
1224ΠΑΣΊΑΣ: τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
1225τὸν ψαρὸν ἵππον.
1225bΣΤΡΕΨΙΆΔΗΣ: ἵππον; οὐκ ἀκούετε;
1226ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
1227ΠΑΣΊΑΣ: καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
1228ΣΤΡΕΨΙΆΔΗΣ: μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
1229Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
1230ΠΑΣΊΑΣ: νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
1231ΣΤΡΕΨΙΆΔΗΣ: τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
1232ΠΑΣΊΑΣ: καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
1233ἵνʼ ἂν κελεύσω ʼγώ σε;
1233bΣΤΡΕΨΙΆΔΗΣ: τοὺς ποίους θεούς;
1234ΠΑΣΊΑΣ: τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
1234bΣΤΡΕΨΙΆΔΗΣ: νὴ Δία
1235κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.
1236ΠΑΣΊΑΣ: ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
1237ΣΤΡΕΨΙΆΔΗΣ: ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
1238ΠΑΣΊΑΣ: οἴμʼ ὡς καταγελᾷς.
1238bΣΤΡΕΨΙΆΔΗΣ: ἓξ χοᾶς χωρήσεται.
1239ΠΑΣΊΑΣ: οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
1240ἐμοῦ καταπροίξει.
1240bΣΤΡΕΨΙΆΔΗΣ: θαυμασίως ἥσθην θεοῖς,
1241καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
1242ΠΑΣΊΑΣ: ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
1243ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,
1244ἀπόπεμψον ἀποκρινάμενος.
1244bΣΤΡΕΨΙΆΔΗΣ: ἔχε νυν ἥσυχος.
1245ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.
1246ΠΑΣΊΑΣ: τί σοι δοκεῖ δράσειν;
Part 28
1246bΜΆΡΤΥΣ: ἀποδώσειν μοι δοκεῖ.
1247ΣΤΡΕΨΙΆΔΗΣ: ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
1248τουτὶ τί ἔστι;
1248bΠΑΣΊΑΣ: τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.
1249ΣΤΡΕΨΙΆΔΗΣ: ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
1250οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί,
1251ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
1252ΠΑΣΊΑΣ: οὐκ ἄρʼ ἀποδώσεις;
1252bΣΤΡΕΨΙΆΔΗΣ: οὐχ ὅσον γέ μʼ εἰδέναι.
1253οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
1254ἀπὸ τῆς θύρας;
1254bΠΑΣΊΑΣ: ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι
1255θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.
1256ΣΤΡΕΨΙΆΔΗΣ: καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
1257καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,
1258ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
1259ΑΜΥΝΊΑΣ: ἰώ μοί μοι.
1260ΣΤΡΕΨΙΆΔΗΣ: ἔα.
1260aτίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που
1261τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
1262ΑΜΥΝΊΑΣ: τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
1263ἀνὴρ κακοδαίμων.
1263bΣΤΡΕΨΙΆΔΗΣ: κατὰ σεαυτόν νυν τρέπου.
1264ΑΜΥΝΊΑΣ: ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
1265ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.
1266ΣΤΡΕΨΙΆΔΗΣ: τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
1267ΑΜΥΝΊΑΣ: μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
1268τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
1269ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
1270ΣΤΡΕΨΙΆΔΗΣ: τὰ ποῖα ταῦτα χρήμαθʼ;
1270bΑΜΥΝΊΑΣ: ἁδανείσατο.
1271ΣΤΡΕΨΙΆΔΗΣ: κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
1272ΑΜΥΝΊΑΣ: ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
1273ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
Part 29
1274ΑΜΥΝΊΑΣ: ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
1275ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.
1275bΑΜΥΝΊΑΣ: τί δαί;
1276ΣΤΡΕΨΙΆΔΗΣ: τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
1277ΑΜΥΝΊΑΣ: σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
1278εἰ μὴ ʼποδώσεις τἀργύριον.
1278bΣΤΡΕΨΙΆΔΗΣ: κάτειπέ νυν,
1279πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
1280ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον
1281ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
1282ΑΜΥΝΊΑΣ: οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
1283ΣΤΡΕΨΙΆΔΗΣ: πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
1284εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
1285ΑΜΥΝΊΑΣ: ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
1286ἀπόδοτε·
1286bΣΤΡΕΨΙΆΔΗΣ: τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;
1287ΑΜΥΝΊΑΣ: τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
1288πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
1289ὑπορρέοντος τοῦ χρόνου;
1289bΣΤΡΕΨΙΆΔΗΣ: καλῶς λέγεις.
1290τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα
1291νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
1291bΑΜΥΝΊΑΣ: μὰ Δίʼ ἀλλʼ ἴσην.
1292οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.
1292bΣΤΡΕΨΙΆΔΗΣ: κᾆτα πῶς
1293αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται
1294ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
1295ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
1296οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
1297φέρε μοι τὸ κέντρον.
1297bΑΜΥΝΊΑΣ: ταῦτʼ ἐγὼ μαρτύρομαι.
1298ΣΤΡΕΨΙΆΔΗΣ: ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;
1299ΑΜΥΝΊΑΣ: ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;
1299bΣΤΡΕΨΙΆΔΗΣ: ᾄξεις; ἐπιαλῶ
1300κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
1301φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ
1302αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
1303ΧΟΡΌΣ: οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
1304γέρων ὅδʼ ἐρασθεὶς
1305ἀποστερῆσαι βούλεται
1306τὰ χρήμαθʼ ἁδανείσατο·
1307κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον
1308λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον
1309ποιήσει τὸν σοφιστὴν
1310ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.
1311ΧΟΡΌΣ: οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ
1312πάλαι ποτʼ †ἐπεζήτει†
1313εἶναι τὸν υἱὸν δεινόν οἱ
1314γνώμας ἐναντίας λέγειν
1315τοῖσιν δικαίοις, ὥστε νικᾶν
1316ἅπαντας οἷσπερ ἂν
1317ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ.
1320ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
Part 30
1321ΣΤΡΕΨΙΆΔΗΣ: ἰοὺ ἰού.
1322ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
1323ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
1324οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
1325ὦ μιαρὲ τύπτεις τὸν πατέρα;
1325bΦΕΙΔΙΠΠΊΔΗΣ: φήμʼ ὦ πάτερ.
1326ΣΤΡΕΨΙΆΔΗΣ: ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει.
1326bΦΕΙΔΙΠΠΊΔΗΣ: καὶ μάλα.
1327ΣΤΡΕΨΙΆΔΗΣ: ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
1328ΦΕΙΔΙΠΠΊΔΗΣ: αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
1329ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;
1330ΣΤΡΕΨΙΆΔΗΣ: ὦ λακκόπρωκτε.
1330bΦΕΙΔΙΠΠΊΔΗΣ: πάττε πολλοῖς τοῖς ῥόδοις.
1331ΣΤΡΕΨΙΆΔΗΣ: τὸν πατέρα τύπτεις;
1331bΦΕΙΔΙΠΠΊΔΗΣ: κἀποφανῶ γε νὴ Δία
1332ὡς ἐν δίκῃ σʼ ἔτυπτον.
1332bΣΤΡΕΨΙΆΔΗΣ: ὦ μιαρώτατε,
1333καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
1334ΦΕΙΔΙΠΠΊΔΗΣ: ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.
1335ΣΤΡΕΨΙΆΔΗΣ: τουτὶ σὺ νικήσεις;
1335bΦΕΙΔΙΠΠΊΔΗΣ: πολύ γε καὶ ῥᾳδίως.
1336ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
1337ΣΤΡΕΨΙΆΔΗΣ: ποίοιν λόγοιν;
1337bΦΕΙΔΙΠΠΊΔΗΣ: τὸν κρείττονʼ ἢ τὸν ἥττονα.
1338ΣΤΡΕΨΙΆΔΗΣ: ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε
1339τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
1340μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
1341τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.
1342ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε
1343οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
1344ΣΤΡΕΨΙΆΔΗΣ: καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
1345ΧΟΡΌΣ: σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ
1346τὸν ἄνδρα κρατήσεις,
1347ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν
1348οὕτως ἀκόλαστος.
1349ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου
1350ʼσʼτὶ τὸ λῆμα.
Part 31
1351ΧΟΡΌΣ: ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι,
1352ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
1353ΣΤΡΕΨΙΆΔΗΣ: καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
1354ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε,
1355πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα
1356ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.
1357ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν
1358ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν.
1359ΦΕΙΔΙΠΠΊΔΗΣ: οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,
1360ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα;
1361ΣΤΡΕΨΙΆΔΗΣ: τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν. κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον· ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν·
1366ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν; κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.
1371ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν. κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός, ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ,
1376κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
1377ΦΕΙΔΙΠΠΊΔΗΣ: οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
1378σοφώτατον;
1379ΣΤΡΕΨΙΆΔΗΣ: σοφώτατόν γʼ ἐκεῖνον·ὦ — τί σʼ εἴπω;
1379bἀλλʼ αὖθις αὖ τυπτήσομαι.
1379cΦΕΙΔΙΠΠΊΔΗΣ: νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.
1380ΣΤΡΕΨΙΆΔΗΣ: καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα,
1381αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
1382εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
1383μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον·
1384κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
1385ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων
1386ΣΤΡΕΨΙΆΔΗΣ: βοῶντα καὶ κεκραγόθʼ ὅτι
1387χεζητιῴην, οὐκ ἔτλης
1388ἔξω ʼξενεγκεῖν ὦ μιαρὲ
1389θύραζέ μʼ, ἀλλὰ πνιγόμενος
1390αὐτοῦ ʼποίησα κακκᾶν.
1391ΧΟΡΌΣ: οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
1392πηδᾶν ὅ τι λέξει.
1393εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος
1394λαλῶν ἀναπείσει,
1395τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
1396ἀλλʼ οὐδʼ ἐρεβίνθου.
1397ΧΟΡΌΣ: σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ
1398πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
1399ΦΕΙΔΙΠΠΊΔΗΣ: ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,
1400καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
1401ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
1402οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν·
1403νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
1404γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
1405οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
1406ΣΤΡΕΨΙΆΔΗΣ: ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
1407ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
1408ΦΕΙΔΙΠΠΊΔΗΣ: ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
1409καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;
1410ΣΤΡΕΨΙΆΔΗΣ: ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.
1410bΦΕΙΔΙΠΠΊΔΗΣ: εἰπὲ δή μοι,
1411οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
1412τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;
1413πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
1414τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
1415κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς; [...]
1416φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
1417ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·
1418εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
1419ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
1420ΣΤΡΕΨΙΆΔΗΣ: ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
1421ΦΕΙΔΙΠΠΊΔΗΣ: οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον
1422ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
1423ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
1424θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
1425ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
1426ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
1427σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
1428ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
1429ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;
1430ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
1431οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
1432ΦΕΙΔΙΠΠΊΔΗΣ: οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.
Part 32
1433ΣΤΡΕΨΙΆΔΗΣ: πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.
1434ΦΕΙΔΙΠΠΊΔΗΣ: καὶ πῶς;
1434bΣΤΡΕΨΙΆΔΗΣ: ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν,
1435σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν.
1435bΦΕΙΔΙΠΠΊΔΗΣ: ἢν δὲ μὴ γένηται,
1436μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.
1437ΣΤΡΕΨΙΆΔΗΣ: ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια·
1438κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.
1439κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.
1440ΦΕΙΔΙΠΠΊΔΗΣ: σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
1440bΣΤΡΕΨΙΆΔΗΣ: ἀπὸ γὰρ
1441ΦΕΙΔΙΠΠΊΔΗΣ: καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
1442ΣΤΡΕΨΙΆΔΗΣ: πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.
1443ΦΕΙΔΙΠΠΊΔΗΣ: τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.
1443bΣΤΡΕΨΙΆΔΗΣ: τί φῄς, τί φῂς σύ;
1444τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.
1444bΦΕΙΔΙΠΠΊΔΗΣ: τί δʼ ἢν ἔχων τὸν ἥττω
1445ΦΕΙΔΙΠΠΊΔΗΣ: λόγον σε νικήσω λέγων
1446τὴν μητέρʼ ὡς τύπτειν χρεών;
1447ΣΤΡΕΨΙΆΔΗΣ: τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,
1448οὐδέν σε κωλύσει σεαυτὸν
1449ἐμβαλεῖν ἐς τὸ βάραθρον
1450μετὰ Σωκράτους
1451καὶ τὸν λόγον τὸν ἥττω.
1452ΣΤΡΕΨΙΆΔΗΣ: ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,
1453ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
1454ΧΟΡΌΣ: αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
1455στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.
1456ΣΤΡΕΨΙΆΔΗΣ: τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,
1457ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
1458ΧΟΡΌΣ: ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ
1459γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
1460ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
1461ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
1462ΣΤΡΕΨΙΆΔΗΣ: ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
1463οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
1464ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε
1465τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
1466ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
1467ΦΕΙΔΙΠΠΊΔΗΣ: ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Part 33
1468ΣΤΡΕΨΙΆΔΗΣ: ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
1469ΦΕΙΔΙΠΠΊΔΗΣ: ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.
1470Ζεὺς γάρ τις ἔστιν;
1470bΣΤΡΕΨΙΆΔΗΣ: ἔστιν.
1470cΦΕΙΔΙΠΠΊΔΗΣ: οὐκ ἔστʼ, οὔκ, ἐπεὶ
1471Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
1472ΣΤΡΕΨΙΆΔΗΣ: οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην
1473διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
1474ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
1475ΦΕΙΔΙΠΠΊΔΗΣ: ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
1476ΣΤΡΕΨΙΆΔΗΣ: οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα, ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη. ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·
1481καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,
1486κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην, ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν· ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,
1491κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
1493ΜΑΘΗΤῊΣ Α: ἰοὺ ἰού.
1494ΣΤΡΕΨΙΆΔΗΣ: σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.
1495ΜΑΘΗΤῊΣ Α: ἄνθρωπε, τί ποιεῖς;
1495bΣΤΡΕΨΙΆΔΗΣ: ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
1496διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
1497ΜΑΘΗΤῊΣ Β: οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
1498ΣΤΡΕΨΙΆΔΗΣ: ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
1499ΜΑΘΗΤῊΣ Γ: ἀπολεῖς ἀπολεῖς.
1499bΣΤΡΕΨΙΆΔΗΣ: τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,
1500ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,
1501ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
1502ΣΩΚΡΆΤΗΣ: οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
1503ΣΤΡΕΨΙΆΔΗΣ: ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
1504ΣΩΚΡΆΤΗΣ: οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
1505ΧΑΙΡΕΦΩ͂Ν: ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
1506ΣΤΡΕΨΙΆΔΗΣ: τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
1507καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
Part 34
1508ΕΡΜΗ͂Σ: δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,
1509μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
1510ΧΟΡΌΣ: ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ
1511μετρίως τό γε τήμερον ἡμῖν.

Wasps
Contents — 27 sections
Part 1
1ΣΩΣΊΑΣ: Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
2ΞΑΝΘΊΑΣ: φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
3ΣΩΣΊΑΣ: κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
4ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
5ΞΑΝΘΊΑΣ: οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
6ΣΩΣΊΑΣ: σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
7κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
8ΞΑΝΘΊΑΣ: ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
9ΣΩΣΊΑΣ: οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
10ΞΑΝΘΊΑΣ: τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
11κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
12Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
13καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
14ΣΩΣΊΑΣ: κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
15ἀτὰρ σὺ λέξον πρότερος.
15bΞΑΝΘΊΑΣ: ἐδόκουν αἰετὸν
16καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
17ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
18φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
19κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
20ΣΩΣΊΑΣ: οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
21ΞΑΝΘΊΑΣ: πῶς δή;
21bΣΩΣΊΑΣ: προσερεῖ τις τοῖσι συμπόταις, λέγων
22τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
23κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
24ΞΑΝΘΊΑΣ: οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
25ἰδόντι τοιοῦτον ἐνύπνιον;
25bΣΩΣΊΑΣ: μὴ φροντίσῃς.
26οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
27ΞΑΝΘΊΑΣ: δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
28ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
28bΣΩΣΊΑΣ: ἀλλʼ ἐστὶν μέγα.
29περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
30ΞΑΝΘΊΑΣ: λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
31ΣΩΣΊΑΣ: ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
32ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
33βακτηρίας ἔχοντα καὶ τριβώνια·
34κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
35δημηγορεῖν φάλαινα πανδοκεύτρια,
36ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
37ΞΑΝΘΊΑΣ: αἰβοῖ.
Part 2
37bΣΩΣΊΑΣ: τί ἔστι;
37cΞΑΝΘΊΑΣ: παῦε παῦε, μὴ λέγε·
38ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
39ΣΩΣΊΑΣ: εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
40ἵστη βόειον δημόν.
40bΞΑΝΘΊΑΣ: οἴμοι δείλαιος·
41τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
42ΣΩΣΊΑΣ: ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
43χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
44εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
45ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
46ΞΑΝΘΊΑΣ: ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
47ΣΩΣΊΑΣ: οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
48γιγνόμενος;
48bΞΑΝΘΊΑΣ: ἥκιστʼ, ἀλλʼ ἄριστον.
48cΣΩΣΊΑΣ: πῶς;
48dΞΑΝΘΊΑΣ: ὅπως;
49ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·
50οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
51ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;
52ΣΩΣΊΑΣ: εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι
53οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
54ΞΑΝΘΊΑΣ: φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
59δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης· οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
64ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
69οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν, ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
74Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
76ΣΩΣΊΑΣ: μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
77ΞΑΝΘΊΑΣ: οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
78ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
79εἶναι φιλοπότην αὐτόν.
79bΣΩΣΊΑΣ: οὐδαμῶς γʼ, ἐπεὶ
80αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
81ΞΑΝΘΊΑΣ: Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
82εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
83ΣΩΣΊΑΣ: μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
84ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
85ΞΑΝΘΊΑΣ: ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
90ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην. ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
100τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα. εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο. εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα. μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
120ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν, ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
136ΒΔΕΛΥΚΛΈΩΝ: ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
137ΞΑΝΘΊΑΣ: οἴμοι.
Part 3
137bΣΩΣΊΑΣ: τί ἔστι;
137cΞΑΝΘΊΑΣ: Βδελυκλέων ἀνίσταται.
138ΒΔΕΛΥΚΛΈΩΝ: οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
139ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
141κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
142σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
142bΣΩΣΊΑΣ: ταῦτʼ ὦ δέσποτα.
143ΒΔΕΛΥΚΛΈΩΝ: ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
144οὗτος τίς εἶ σύ;
144bΦΙΛΟΚΛΈΩΝ: καπνὸς ἔγωγʼ ἐξέρχομαι.
145ΒΔΕΛΥΚΛΈΩΝ: καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.
145bΦΙΛΟΚΛΈΩΝ: συκίνου.
146ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
147ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
148δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
149ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
150ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,
151ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
152ΣΩΣΊΑΣ: ὅδε τὴν θύραν ὠθεῖ·
152bΒΔΕΛΥΚΛΈΩΝ: πιέζέ νυν σφόδρα,
153εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
154καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
156ΦΙΛΟΚΛΈΩΝ: τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
157δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
158ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
158bΦΙΛΟΚΛΈΩΝ: ὁ γὰρ θεὸς
159μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
161ΒΔΕΛΥΚΛΈΩΝ: Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
162ΦΙΛΟΚΛΈΩΝ: ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
163ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
164ΦΙΛΟΚΛΈΩΝ: διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
165ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
165bΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος·
166τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
167ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
Part 4
168ΒΔΕΛΥΚΛΈΩΝ: ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
169ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι
170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
171νουμηνία γάρ ἐστιν.
171bΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν κἂν ἐγὼ
172αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
172bΦΙΛΟΚΛΈΩΝ: οὐχ ὥσπερ γʼ ἐγώ.
173ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄμεινον.
173bΦΙΛΟΚΛΈΩΝ: ἀλλὰ τὸν ὄνον ἔξαγε.
174ΣΩΣΊΑΣ: οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175ἵνʼ αὐτὸν ἐκπέμψειας.
175bΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔσπασεν
176ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
177ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
178ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
179κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
181Ὀδυσσέα τινʼ;
181bΣΩΣΊΑΣ: ἀλλὰ ναὶ μὰ Δία φέρει
182κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
183ΒΔΕΛΥΚΛΈΩΝ: ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
184τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
184bΦΙΛΟΚΛΈΩΝ: Οὖτις νὴ Δία.
185ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις σύ; ποδαπός;
185bΦΙΛΟΚΛΈΩΝ: Ἴθακος Ἀποδρασιππίδου.
186ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
187ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
188ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
189ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
190ΦΙΛΟΚΛΈΩΝ: εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
191ΒΔΕΛΥΚΛΈΩΝ: περὶ τοῦ μαχεῖ νῷν δῆτα;
191bΦΙΛΟΚΛΈΩΝ: περὶ ὄνου σκιᾶς.
192ΒΔΕΛΥΚΛΈΩΝ: πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
193ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
194νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
195ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
196ΒΔΕΛΥΚΛΈΩΝ: ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Part 5
197ΦΙΛΟΚΛΈΩΝ: ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
198ΒΔΕΛΥΚΛΈΩΝ: ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
199ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
201καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
202ἀνύσας τι προσκύλισον.
202bΣΩΣΊΑΣ: οἴμοι δείλαιος·
203πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
204ΒΔΕΛΥΚΛΈΩΝ: ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
205ΣΩΣΊΑΣ: μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
206ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
207ΒΔΕΛΥΚΛΈΩΝ: οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
208ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
209σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
211ΣΩΣΊΑΣ: ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
212κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
213τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
214ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
216τὸν πατέρα.
216bΣΩΣΊΑΣ: τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
217ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
218ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
219λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
221οἷς ἐκκαλοῦνται τοῦτον.
221bΣΩΣΊΑΣ: οὐκοῦν, ἢν δέῃ,
222ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
223ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
224τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
226ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
227πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
228ΣΩΣΊΑΣ: μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
229πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
230ΧΟΡΌΣ: χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις. μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος· νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
235πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον, κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
248ΠΑΊΣ: τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
249ΧΟΡΌΣ: κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
250ΠΑΊΣ: οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
251ΧΟΡΌΣ: τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
252καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
253οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
254ΠΑΊΣ: εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
255ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
256κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
257τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
258ΧΟΡΌΣ: ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω. ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι· κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
263φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
268οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
Part 6
273ΧΟΡΌΣ: τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
274μῶν ἀπολώλεκε τὰς
275ἐμβάδας, ἢ προσέκοψʼ ἐν
275aτῷ σκότῳ τὸν δάκτυλόν που,
276εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
276aτὸ σφυρὸν γέροντος ὄντος;
277καὶ τάχʼ ἂν βουβωνιῴη.
278ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
278aκαὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
279ἀλλʼ ὁπότʼ ἀντιβολοίη
279aτις, κάτω κύπτων ἂν οὕτω
280λίθον ἕψεις, ἔλεγεν.
281ΧΟΡΌΣ: τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ τἀν Σάμῳ πρῶτος κατείποι, διὰ τοῦτʼ ὀδυνηθεὶς
284εἶτʼ ἴσως κεῖται πυρέττων. ἔστι γὰρ τοιοῦτος ἁνήρ. ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν ἔσθιε μηδʼ ἀγανάκτει. καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
288τῶν προδόντων τἀπὶ Θρᾴκης· ὃν ὅπως ἐγχυτριεῖς. ὕπαγʼ ὦ παῖ ὕπαγε.
291ΠΑΊΣ: ἐθελήσεις τί μοι οὖν ὦ
292πάτερ, ἤν σού τι δεηθῶ;
293ΧΟΡΌΣ: πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,
294τί βούλει με πρίασθαι
295καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους
295aδήπουθεν ὦ παῖ.
296ΠΑΊΣ: μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
297ἥδιον γάρ.
297bΧΟΡΌΣ: οὐκ ἂν
298μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
299ΠΑΊΣ: μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
300ΧΟΡΌΣ: ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
301τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
302ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
303ΠΑΊΣ: ἄγε νυν ὦ πάτερ ἢν μὴ
304τὸ δικαστήριον ἅρχων
305καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ
306ἄριστον; ἔχεις ἐλπίδα
307χρηστήν τινα νῷν ἢ
308πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
309ΧΟΡΌΣ: ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ
311ὁπόθεν γε δεῖπνον ἔσται.
312ΠΑΊΣ: τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
313ΧΟΡΌΣ: ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
314ΠΑΊΣ: ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
315ἒ ἔ. πάρα νῷν στενάζειν.
316ΦΙΛΟΚΛΈΩΝ: φίλοι, τήκομαι μὲν πάλαι διὰ τῆς ὀπῆς ὑμῶν ὑπακούων. ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ ᾄδειν. τί ποιήσω;
319τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ βούλομαί γε πάλαι μεθʼ ὑμῶν ἐλθὼν ἐπὶ τοὺς καδίσκους κακόν τι ποιῆσαι. ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
324ἤ με ποίησον καπνὸν ἐξαίφνης ἢ Προξενίδην ἢ τὸν Σέλλου τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον ἄναξ χαρίσασθαί μοι, πάθος οἰκτίρας· ἤ με κεραυνῷ
329διατινθαλέῳ σπόδισον ταχέως, κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν· ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ τὰς χοιρίνας ἀριθμοῦσι.
334ΧΟΡΌΣ: τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
334aκἀποκλῄων τῇ θύρᾳ; λέξον·
335πρὸς εὔνους γὰρ φράσεις.
336ΦΙΛΟΚΛΈΩΝ: οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
337οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
338ΧΟΡΌΣ: τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
339καὶ τίνα πρόφασιν ἔχων;
340ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
341ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
342ΧΟΡΌΣ: τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν
342aὁ Δημολογοκλέων ὅδʼ,
343ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
343aἀληθές. οὐ γὰρ ἄν ποθʼ
344οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν
344aλέγειν, εἰ
345μὴ ξυνωμότης τις ἦν.
346ΧΟΡΌΣ: ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
347ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Part 7
348ΦΙΛΟΚΛΈΩΝ: τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
349οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
350ΧΟΡΌΣ: ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,
351εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
352ΦΙΛΟΚΛΈΩΝ: πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
353ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
354ΧΟΡΌΣ: μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
355ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
356ΦΙΛΟΚΛΈΩΝ: οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
357ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
358ΦΙΛΟΚΛΈΩΝ: κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
359φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360ἄνδρες ὁπλῖται διαταξάμενοι
361κατὰ τὰς διόδους σκοπιωροῦνται,
362τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
363ὥσπερ με γαλῆν κρέα κλέψασαν
364τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
365ΧΟΡΌΣ: ἀλλὰ καὶ νῦν ἐκπόριζε
366μηχανὴν ὅπως τάχισθʼ· ἕως
366aγάρ, ὦ μελίττιον.
367ΦΙΛΟΚΛΈΩΝ: διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
368ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
369ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
370ἀλλʼ ἔπαγε τὴν γνάθον.
371ΦΙΛΟΚΛΈΩΝ: διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
372ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
373ΧΟΡΌΣ: μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
374ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
374aτι, ποιήσω δακεῖν τὴν
375καρδίαν καὶ τὸν περὶ ψυχῆς
376δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
377μὴ πατεῖν τὰ
378τοῖν θεοῖν ψηφίσματα.
379ΧΟΡΌΣ: ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
380δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
381ΦΙΛΟΚΛΈΩΝ: ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
382κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
383ΧΟΡΌΣ: ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
384ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
385ΦΙΛΟΚΛΈΩΝ: δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
386ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
387ΧΟΡΌΣ: οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει
388σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
389ΦΙΛΟΚΛΈΩΝ: ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
390τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
391ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,
392κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
393ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
394κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
395ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος ἐγείρου.
395bΞΑΝΘΊΑΣ: τί τὸ πρᾶγμʼ;
395cΒΔΕΛΥΚΛΈΩΝ: ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Part 8
396ΞΑΝΘΊΑΣ: μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
396bΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
397αὑτὸν δήσας.
397bΞΑΝΘΊΑΣ: ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
398ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
399ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
400ΦΙΛΟΚΛΈΩΝ: οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
401ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
402πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
403ΧΟΡΌΣ: εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν; νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζόμεσθα, κέντρον †ἐντέτατʼ ὀξύ†.
408ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε, καὶ κελεύετʼ αὐτὸν ἥκειν ὡς ἐπʼ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι
413τόνδε λόγον ἐσφέρει, μὴ δικάζειν δίκας.
415ΒΔΕΛΥΚΛΈΩΝ: ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
416ΧΟΡΌΣ: νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
416bΒΔΕΛΥΚΛΈΩΝ: ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
417ΧΟΡΌΣ: ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
418ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
419κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
420ΞΑΝΘΊΑΣ: Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
421ΒΔΕΛΥΚΛΈΩΝ: οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
422ΧΟΡΌΣ: καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
423δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
424ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
426ΞΑΝΘΊΑΣ: τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
427ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
428ΧΟΡΌΣ: ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
429τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
430ΦΙΛΟΚΛΈΩΝ: εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
431οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
432οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
433ΒΔΕΛΥΚΛΈΩΝ: ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
434καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
435εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
436ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
437ΧΟΡΌΣ: εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
438ΦΙΛΟΚΛΈΩΝ: ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
439περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
440οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
441ΧΟΡΌΣ: εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
442δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
443πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
444διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
446ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
447οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Part 9
448ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
449οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς,
451ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
452ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
453ΧΟΡΌΣ: ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,
454οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος
455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
456ΒΔΕΛΥΚΛΈΩΝ: παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
457ΞΑΝΘΊΑΣ: ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
458ΣΩΣΊΑΣ: οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
459ΞΑΝΘΊΑΣ: καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
461ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
462εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
463ΧΟΡΌΣ: ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
464τοῖς πένησιν, ἡ τυραννὶς
465†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
466εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
467τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
468οὔτε τινʼ ἔχων πρόφασιν
469οὔτε λόγον εὐτράπελον,
470αὐτὸς ἄρχων μόνος;
471ΒΔΕΛΥΚΛΈΩΝ: ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
472ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
473ΧΟΡΌΣ: σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
475καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
477ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
478μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
480ΧΟΡΌΣ: οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
481τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
482ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
483ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
484ΒΔΕΛΥΚΛΈΩΝ: ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
486ΧΟΡΌΣ: οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
487ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
488ΒΔΕΛΥΚΛΈΩΝ: ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ, ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν· νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
493ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ, εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας· ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
498εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι, ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
500ΞΑΝΘΊΑΣ: κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
501ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
502ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
503ΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
504τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
506ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
507ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
508ΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
509ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
510οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
511δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
512ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
513ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
514ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
515ΦΙΛΟΚΛΈΩΝ: ἐξαμαρτάνω δικάζων;
Part 10
515bΒΔΕΛΥΚΛΈΩΝ: καταγελώμενος μὲν οὖν
516οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
517ἀλλὰ δουλεύων λέληθας.
517bΦΙΛΟΚΛΈΩΝ: παῦε δουλείαν λέγων,
518ὅστις ἄρχω τῶν ἁπάντων.
518bΒΔΕΛΥΚΛΈΩΝ: οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
519οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
520ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
521ΦΙΛΟΚΛΈΩΝ: πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
521bΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ἐγώ.
522ἄφετέ νυν ἅπαντες αὐτόν.
522bΦΙΛΟΚΛΈΩΝ: καὶ ξίφος γέ μοι δότε.
523ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
524ΒΔΕΛΥΚΛΈΩΝ: εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
525ΦΙΛΟΚΛΈΩΝ: μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
526ΧΟΡΌΣ: νῦν δὴ τὸν ἐκ θἠμετέρου
527γυμνασίου δεῖ τι λέγειν
528καινόν, ὅπως φανήσει —
529ΒΔΕΛΥΚΛΈΩΝ: ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
531ΧΟΡΌΣ: μὴ κατὰ τὸν νεανίαν
532τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
533σοι μέγας ἐστὶν ἁγὼν
534καὶ περὶ τῶν ἁπάντων,
535εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
536σʼ ἐθέλει κρατῆσαι.
537ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
538ΦΙΛΟΚΛΈΩΝ: τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
540ΧΟΡΌΣ: οὐκέτι πρεσβυτῶν ὄχλος
541χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
542σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
543θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
545κελύφη.
546ΧΟΡΌΣ: ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
547τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
548ΦΙΛΟΚΛΈΩΝ: καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας. τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος; ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοις
553ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν· ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες· ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλου ἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼ
558ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
559ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
560ΦΙΛΟΚΛΈΩΝ: εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν. φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ; οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· † οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον· οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·
570τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι· εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις· εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.
575ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
576ΒΔΕΛΥΚΛΈΩΝ: δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·
577καὶ τἀγαθά μοι μέμνησʼ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
578ΦΙΛΟΚΛΈΩΝ: παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησʼ ἀπιοῦσι.
583κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδʼ ἐπίκληρον, κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.
Part 11
588ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
589τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
590ΦΙΛΟΚΛΈΩΝ: ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι· εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
595εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας· αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει. σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
600τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ. σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
603ΒΔΕΛΥΚΛΈΩΝ: ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
604πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
605ΦΙΛΟΚΛΈΩΝ: ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην, ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
610καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί, ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
615τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν. ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
621ΦΙΛΟΚΛΈΩΝ: ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς; ἢν γοῦν ἡμεῖς θορυβήσωμεν, πᾶς τίς φησιν τῶν παριόντων, οἷον βροντᾷ τὸ δικαστήριον, ὦ Ζεῦ βασιλεῦ.
626κἂν ἀστράψω, ποππύζουσιν κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες καὶ πάνυ σεμνοί. καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός· νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
630ἀπολοίμην εἴ σε δέδοικα.
631ΧΟΡΌΣ: οὐπώποθʼ οὕτω καθαρῶς
632οὐδενὸς ἠκούσαμεν οὐδὲ
633ξυνετῶς λέγοντος.
634ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
635καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
636ΧΟΡΌΣ: ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
637κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
638ηὐξανόμην ἀκούων,
639κἀν μακάρων δικάζειν
640αὐτὸς ἔδοξα νήσοις,
641ἡδόμενος λέγοντι.
642ΦΙΛΟΚΛΈΩΝ: ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
643ΒΔΕΛΥΚΛΈΩΝ: ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
644ΧΟΡΌΣ: δεῖ δέ σε παντοίας πλέκειν
645εἰς ἀπόφυξιν παλάμας.
646τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
646aχαλεπὸν νεανίᾳ
647μὴ πρὸς ἐμοῦ λέγοντι.
648ΧΟΡΌΣ: πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
649ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
650ΒΔΕΛΥΚΛΈΩΝ: χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς
651ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
652ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
652bΦΙΛΟΚΛΈΩΝ: παῦσαι καὶ μὴ πατέριζε.
653εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
654οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.
655ΒΔΕΛΥΚΛΈΩΝ: ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·
656καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
657τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
658κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
659πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
661ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
662ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
663γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
664ΦΙΛΟΚΛΈΩΝ: οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.
665ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ μέντοι.
665bΦΙΛΟΚΛΈΩΝ: καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
666ΒΔΕΛΥΚΛΈΩΝ: ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
671δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω. σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων. οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
676ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν· σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
680ΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα.
681ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Part 12
682ΒΔΕΛΥΚΛΈΩΝ: οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας; σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει,
687ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται· αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
692καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
696ΦΙΛΟΚΛΈΩΝ: ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
697καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
698ΒΔΕΛΥΚΛΈΩΝ: σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι, ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
703βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι, ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
708τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου. νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
713ΦΙΛΟΚΛΈΩΝ: οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
714καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.
715ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
716ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
717ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
718καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
719ΒΔΕΛΥΚΛΈΩΝ: ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
720βόσκειν ἐθέλων καὶ μὴ τούτους
721ἐγχάσκειν σοι στομφάζοντας.
722καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
723ὅ τι βούλει σοι,
724πλὴν κωλακρέτου γάλα πίνειν.
725ΧΟΡΌΣ: ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
726οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
727ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
728ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
729ΧΟΡΌΣ: πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
730μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
731εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
732εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
733σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
734ξυλλαμβάνει τοῦ πράγματος,
735καὶ δῆλός ἐστιν εὖ ποιῶν·
736σὺ δὲ παρὼν δέχου.
737ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
738ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
739λείχειν, χλαῖναν μαλακήν, σισύραν,
740πόρνην, ἥτις τὸ πέος τρίψει
740aκαὶ τὴν ὀσφῦν.
741ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
742τοῦτʼ οὐ δύναταί με προσέσθαι.
743ΧΟΡΌΣ: νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
744τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
745λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
746ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
747νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
748καὶ σωφρονεῖ μέντοι μεθιστὰς
748aἐς τὸ λοιπὸν τὸν τρόπον
749πιθόμενός τέ σοι.
750ΦΙΛΟΚΛΈΩΝ: ἰώ μοί μοι.
750bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος τί βοᾷς;
751ΦΙΛΟΚΛΈΩΝ: μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
752κείνων ἔραμαι, κεῖθι γενοίμαν,
753ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
754κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755ψηφιζομένων ὁ τελευταῖος.
756σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
757πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
758μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
759κλέπτοντα Κλέωνα λάβοιμι.
760ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
761ΦΙΛΟΚΛΈΩΝ: τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
762ΒΔΕΛΥΚΛΈΩΝ: ποίου; φέρʼ ἴδω.
762bΦΙΛΟΚΛΈΩΝ: τοῦ μὴ δικάζειν. τοῦτο δὲ
763Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
764ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
766αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
767ΦΙΛΟΚΛΈΩΝ: περὶ τοῦ; τί ληρεῖς;
767bΒΔΕΛΥΚΛΈΩΝ: ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
768ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
769ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
771καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
772ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
773ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
774ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
775οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Part 13
776ΦΙΛΟΚΛΈΩΝ: τουτί μʼ ἀρέσκει.
776bΒΔΕΛΥΚΛΈΩΝ: πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
777λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
778δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
779ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
781ΒΔΕΛΥΚΛΈΩΝ: πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
782ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
783μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
784ΦΙΛΟΚΛΈΩΝ: ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
785τὸν μισθὸν ὁπόθεν λήψομαι.
785bΒΔΕΛΥΚΛΈΩΝ: παρʼ ἐμοῦ.
785cΦΙΛΟΚΛΈΩΝ: καλῶς,
786ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
787αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
788ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
789ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
790κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
791κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
792κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
793κᾆθʼ εἷλκον αὐτόν.
793bΒΔΕΛΥΚΛΈΩΝ: ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
793cΦΙΛΟΚΛΈΩΝ: ὅ τι;
794ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
795ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
796ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
797ΦΙΛΟΚΛΈΩΝ: οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
798ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.
799ΦΙΛΟΚΛΈΩΝ: ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
800ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
801δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
802κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
803αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
804ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
805ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
806ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
807ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
808παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
809ΦΙΛΟΚΛΈΩΝ: σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
811ΒΔΕΛΥΚΛΈΩΝ: καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
812ῥοφεῖν, ἐὰν δέῃ τι.
812bΦΙΛΟΚΛΈΩΝ: τοῦτʼ αὖ δεξιόν·
813κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
814αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
816ΒΔΕΛΥΚΛΈΩΝ: ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
817ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
818ΦΙΛΟΚΛΈΩΝ: ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
818bΒΔΕΛΥΚΛΈΩΝ: τὸ τί;
Part 14
819ΦΙΛΟΚΛΈΩΝ: θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
820ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
821ΦΙΛΟΚΛΈΩΝ: ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
822ΒΔΕΛΥΚΛΈΩΝ: οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
823ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
824ΒΔΕΛΥΚΛΈΩΝ: εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825ἐκάλουν.
825bΦΙΛΟΚΛΈΩΝ: κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
826ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
827τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
828ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
829ΦΙΛΟΚΛΈΩΝ: ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
830ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
831ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
832ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ πάρεστιν.
832bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ ἐγὼ δραμὼν
833αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
834ΒΔΕΛΥΚΛΈΩΝ: τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
835ΣΩΣΊΑΣ: βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
836ΒΔΕΛΥΚΛΈΩΝ: τί δʼ ἔστιν ἐτεόν;
836bΣΩΣΊΑΣ: οὐ γὰρ ὁ Λάβης ἀρτίως
837ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
838τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
839ΒΔΕΛΥΚΛΈΩΝ: τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
841ΣΩΣΊΑΣ: μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
842κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
843ΒΔΕΛΥΚΛΈΩΝ: ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
843bΣΩΣΊΑΣ: ταῦτα χρὴ ποιεῖν.
844ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ τί ἔστι;
Part 15
844bΦΙΛΟΚΛΈΩΝ: χοιροκομεῖον Ἑστίας.
845ΒΔΕΛΥΚΛΈΩΝ: εἶθʼ ἱεροσυλήσας φέρεις;
845bΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἵνα
846ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
847ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
848ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
849ΦΙΛΟΚΛΈΩΝ: οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
850ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
851ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού.
851bΦΙΛΟΚΛΈΩΝ: κάλει νυν.
851cΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα δή. τίς οὑτοσὶ
852ὁ πρῶτός ἐστιν;
852bΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας, ὡς ἄχθομαι
853ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
854ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος σὺ ποῖ θεῖς;
854bΦΙΛΟΚΛΈΩΝ: ἐπὶ καδίσκους.
854cΒΔΕΛΥΚΛΈΩΝ: μη δαμῶς.
855ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
856ΦΙΛΟΚΛΈΩΝ: κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν
857ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
858ΒΔΕΛΥΚΛΈΩΝ: ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
859ΦΙΛΟΚΛΈΩΝ: εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
860ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
861καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
862ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
863ΧΟΡΌΣ: καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
864καὶ ταῖς εὐχαῖς
865φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
866ὅτι γενναίως ἐκ τοῦ πολέμου
867καὶ τοῦ νείκους ξυνεβήτην.
868ΒΔΕΛΥΚΛΈΩΝ: εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
869ΧΟΡΌΣ: ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ
870τὸ πρᾶγμʼ ὃ μηχανᾶται
871ἔμπροσθεν οὗτος τῶν θυρῶν,
872ἅπασιν ἡμῖν ἁρμόσαι
873παυσαμένοις πλάνων.
874ἰήιε Παιάν.
875ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν, παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας· ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
879aἤπιον αὐτόν, τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας
883aἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι.
Part 16
885ΧΟΡΌΣ: ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
886νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
887εὖνοι γάρ ἐσμεν ἐξ οὗ
888τὸν δῆμον ᾐσθόμεσθά σου
889φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890τῶν γε νεωτέρων.
890aἰήιε Παιάν.
891ΒΔΕΛΥΚΛΈΩΝ: εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
892ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
893ΦΙΛΟΚΛΈΩΝ: τίς ἆρʼ ὁ φεύγων;
893bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος.
893cΦΙΛΟΚΛΈΩΝ: ὅσον ἁλώσεται.
894ΒΔΕΛΥΚΛΈΩΝ: ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
895κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
896τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
897τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
898ΦΙΛΟΚΛΈΩΝ: θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
899ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
900ΦΙΛΟΚΛΈΩΝ: ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,
901οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
902ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
902aΚΎΩΝ: αὗ αὗ.
903ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστιν οὗτος.
903bΦΙΛΟΚΛΈΩΝ: ἕτερος οὗτος αὖ Λάβης.
904ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
905σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.
906ΦΙΛΟΚΛΈΩΝ: φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
907ΣΩΣΊΑΣ: τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην
908ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
909ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
911κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —
912ΦΙΛΟΚΛΈΩΝ: νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοι
913τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
914ὁ βδελυρὸς οὗτος.
914bΣΩΣΊΑΣ: κοὐ μετέδωκʼ αἰτοῦντί μοι.
915καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
916ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
917ΦΙΛΟΚΛΈΩΝ: οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
918θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
919ΒΔΕΛΥΚΛΈΩΝ: πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,
920πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
920bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ ὦγαθὲ
921τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
Part 17
922ΣΩΣΊΑΣ: μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ
923κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
924ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
926ΦΙΛΟΚΛΈΩΝ: ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
927ΣΩΣΊΑΣ: πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
928τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
929ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
930ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
931ΦΙΛΟΚΛΈΩΝ: ἰοὺ ἰού.
932ὅσας κατηγόρησε τὰς πανουργίας.
933κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
934ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
935ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
936ΒΔΕΛΥΚΛΈΩΝ: αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
937Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
938δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
939καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
940ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
941ΦΙΛΟΚΛΈΩΝ: τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
942ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
943καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
944ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
945ΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
946ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
947ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
948ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
949πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
950χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
951ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
952ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
953ΦΙΛΟΚΛΈΩΝ: κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
954ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
955οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
956ΦΙΛΟΚΛΈΩΝ: τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
957ΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
958καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
959ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
960ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
961ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
962ΒΔΕΛΥΚΛΈΩΝ: ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
963ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
964σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,
965εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
966φησὶ κατακνῆσαι.
966bΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ἀλλὰ ψεύδεται.
967ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
968οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει
969καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
970ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
971αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
972τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
973ΦΙΛΟΚΛΈΩΝ: αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
974κακόν τι περιβαίνει με κἀναπείθομαι.
975ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,
976καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
977ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
978αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
979ΦΙΛΟΚΛΈΩΝ: κατάβα κατάβα κατάβα κατάβα.
Part 18
979bΒΔΕΛΥΚΛΈΩΝ: καταβήσομαι.
980καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
981ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
982ΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
983ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
984οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
985ΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν ἀποφεύγει δῆτα;
985bΦΙΛΟΚΛΈΩΝ: χαλεπὸν εἰδέναι.
986ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
987τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
988μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.
989ΦΙΛΟΚΛΈΩΝ: οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
990ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
991ΦΙΛΟΚΛΈΩΝ: ὅδʼ ἔσθʼ ὁ πρότερος;
991bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος·
991cΦΙΛΟΚΛΈΩΝ: αὕτη ʼνταῦθʼ ἔνι.
992ΒΔΕΛΥΚΛΈΩΝ: ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
993φέρʼ ἐξεράσω.
993bΦΙΛΟΚΛΈΩΝ: πῶς ἄρʼ ἠγωνίσμεθα;
994ΒΔΕΛΥΚΛΈΩΝ: δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
995πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
996ἔπαιρε σαυτόν.
996bΦΙΛΟΚΛΈΩΝ: εἰπέ νυν ἐκεῖνό μοι,
997ὄντως ἀπέφυγε;
997bΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ·
997cΦΙΛΟΚΛΈΩΝ: οὐδέν εἰμʼ ἄρα.
998ΒΔΕΛΥΚΛΈΩΝ: μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
999ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
1000φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
1001ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
1002ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
1003ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
1004θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
1005ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
1006ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
1007κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
1008ἀλλʼ εἰσίωμεν.
1008bΦΙΛΟΚΛΈΩΝ: ταῦτά νυν, εἴπερ δοκεῖ.
Part 19
1009ΧΟΡΌΣ: ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
1010ὑμεῖς δὲ τέως ὦ μυριάδες
1010aἀναρίθμητοι,
1011νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι
1012μὴ πέσῃ φαύλως χαμᾶζʼ
1013εὐλαβεῖσθε.
1013aτοῦτο γὰρ σκαιῶν θεατῶν
1014ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
1015ΧΟΡΌΣ: νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε. μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς, τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς, μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι· μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθʼ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλʼ οἰκείων Μουσῶν στόμαθʼ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτʼ ἐν ὑμῖν, οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδʼ ὀγκῶσαι τὸ φρόνημα,
1025οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδʼ εἴ τις ἐραστὴς κωμῳδεῖσθαι παιδίχʼ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τινʼ ἔχων ἐπιεικῆ, ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ. οὐδʼ ὅτε πρῶτόν γʼ ἦρξε διδάσκειν, ἀνθρώποις φήσʼ ἐπιθέσθαι,
1030ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπʼ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
1035φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλʼ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ· φησίν τε μετʼ αὐτὸν τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τʼ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
1040κατακλινόμενοί τʼ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστʼ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν, πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
1045ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς· καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι. τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα, ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
1050εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
1051ΧΟΡΌΣ: ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
1052ὦ δαιμόνιοι τοὺς ζητοῦντας
1053καινόν τι λέγειν κἀξευρίσκειν
1054στέργετε μᾶλλον καὶ θεραπεύετε,
1055καὶ τὰ νοήματα σῴζεσθʼ αὐτῶν,
1056ἐσβάλλετέ τʼ ἐς τὰς κιβωτοὺς
1057μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθʼ,
1058ὑμῖν διʼ ἔτους τῶν ἱματίων
1059ὀζήσει δεξιότητος.
1060ΧΟΡΌΣ: ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δʼ ἐν μάχαις, καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι· πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
1065αἵδʼ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
1069aκικίννους νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.
1071ΧΟΡΌΣ: εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν. ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
1076Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν, ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
1081εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων· ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν. ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
1086γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο· εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους, οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι· ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
1091ΧΟΡΌΣ: ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν; οὐ γὰρ ἦν ἡμῖν ὅπως ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ
1096συκοφαντήσειν τινὰ φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες αἰτιώτατοι φέρεσθαι
1100τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.
1102ΧΟΡΌΣ: πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον· εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
1107ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια, οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
1112ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι. πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
1117τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών. ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
1122ΦΙΛΟΚΛΈΩΝ: οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
1123ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
1124ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
1125ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
1126ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
1127καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
1128ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
1129ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
1130ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
1131ΦΙΛΟΚΛΈΩΝ: τί οὖν κελεύεις δρᾶν με;
1131bΒΔΕΛΥΚΛΈΩΝ: τὸν τρίβωνʼ ἄφες,
1132τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
1133ΦΙΛΟΚΛΈΩΝ: ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
1134ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
1135ΒΔΕΛΥΚΛΈΩΝ: ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
1136ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
1137ΒΔΕΛΥΚΛΈΩΝ: οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
1138ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
1139ΒΔΕΛΥΚΛΈΩΝ: κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις.
1140bΦΙΛΟΚΛΈΩΝ: ἐγώ;
1141μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
1142ἐοικέναι μάλιστα Μορύχου σάγματι.
Part 20
1143ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.
1144ΦΙΛΟΚΛΈΩΝ: ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
1145ΒΔΕΛΥΚΛΈΩΝ: πόθεν ὦγάθʼ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1146ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
1147ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
1148ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖν
1149δικαιότερον ἢ καυνάκην;
1149bΒΔΕΛΥΚΛΈΩΝ: ἔχʼ ὦγαθέ,
1150καὶ στῆθʼ ἀναμπισχόμενος.
1150bΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος·
1151ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
1152ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἀναβαλεῖ;
1152bΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ οὐκ ἔγωγʼ. ἀλλʼ ὦγαθέ,
1153εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
1154ΒΔΕΛΥΚΛΈΩΝ: φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.
1155ΦΙΛΟΚΛΈΩΝ: παράθου γε μέντοι καὶ κρεάγραν.
1155bΒΔΕΛΥΚΛΈΩΝ: τιὴ τί δή;
1156ΦΙΛΟΚΛΈΩΝ: ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
1157ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
1158τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
1159ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
1161ΒΔΕΛΥΚΛΈΩΝ: ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως
1162ἐς τὴν Λακωνικὴν ἀνύσας.
1162bΦΙΛΟΚΛΈΩΝ: ἀκικεῖς γέ με
1163ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
1164ΒΔΕΛΥΚΛΈΩΝ: φέρε καὶ τὸν ἕτερον.
1164bΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
1165πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
1166ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
1166bΦΙΛΟΚΛΈΩΝ: κακοδαίμων ἐγώ,
1167ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Part 21
1168ΒΔΕΛΥΚΛΈΩΝ: ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως
1169ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
1170ΦΙΛΟΚΛΈΩΝ: ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ
1171μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
1172ΒΔΕΛΥΚΛΈΩΝ: ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
1173ΦΙΛΟΚΛΈΩΝ: καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
1174ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
1176ΦΙΛΟΚΛΈΩΝ: ἔγωγε.
1176bΒΔΕΛΥΚΛΈΩΝ: τίνα δῆτʼ ἂν λέγοις;
1176cΦΙΛΟΚΛΈΩΝ: πολλοὺς πάνυ.
1177πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,
1178ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
1179ΒΔΕΛΥΚΛΈΩΝ: μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.
1181ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίαν
1182ἐκεῖνον ὡς οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.
1183ΒΔΕΛΥΚΛΈΩΝ: ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
1184τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
1185μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
1186ΦΙΛΟΚΛΈΩΝ: ποίους τινὰς δὲ χρὴ λέγειν;
1186bΒΔΕΛΥΚΛΈΩΝ: μεγαλοπρεπεῖς,
1187ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
1188ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ
1189πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
1190ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα
1191Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
1192ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
1193πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
1194θώρακʼ ἄριστον.
1194bΦΙΛΟΚΛΈΩΝ: παῦε παῦʼ, οὐδὲν λέγεις.
1195πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
1196ΒΔΕΛΥΚΛΈΩΝ: οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
1197ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
1198πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
1199ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
1200ΦΙΛΟΚΛΈΩΝ: ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,
1201ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
1202ΒΔΕΛΥΚΛΈΩΝ: ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
1203ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
1204ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
1205ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
1206ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
1207εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Part 22
1208ΒΔΕΛΥΚΛΈΩΝ: παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
1209ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
1210ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.
1210bΒΔΕΛΥΚΛΈΩΝ: εὐσχημόνως.
1211ΦΙΛΟΚΛΈΩΝ: ὡδὶ κελεύεις κατακλινῆναι;
1211bΒΔΕΛΥΚΛΈΩΝ: μηδαμῶς.
1212ΦΙΛΟΚΛΈΩΝ: πῶς δαί;
1212bΒΔΕΛΥΚΛΈΩΝ: τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
1213ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
1214ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
1216ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
1217δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
1218ΦΙΛΟΚΛΈΩΝ: πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
1219ΒΔΕΛΥΚΛΈΩΝ: αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
1220εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
1221ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
1222τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
1223ΦΙΛΟΚΛΈΩΝ: ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
1224ΒΔΕΛΥΚΛΈΩΝ: ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
1225ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.
1226οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—
1227ΦΙΛΟΚΛΈΩΝ: οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
1228ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
1229φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
1230bΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δέ γε,
1231ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·
1232ΦΙΛΟΚΛΈΩΝ: ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
1235ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.
1236ΒΔΕΛΥΚΛΈΩΝ: τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
1237ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
1238ΒΔΕΛΥΚΛΈΩΝ: Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
1239ΒΔΕΛΥΚΛΈΩΝ: τούτῳ τί λέξεις σκόλιον;
1239bΦΙΛΟΚΛΈΩΝ: ᾠδικῶς ἐγώ.
1240ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἔστιν ἀλωπεκίζειν,
1241οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
Part 23
1242ΒΔΕΛΥΚΛΈΩΝ: μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
1244ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
1245ΒΔΕΛΥΚΛΈΩΝ: χρήματα καὶ βίαν
1246Κλειταγόρᾳ τε κἀμοὶ
1247μετὰ Θετταλῶν—
1248ΦΙΛΟΚΛΈΩΝ: πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
1249ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
1250ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
1251παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
1252ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
1252bΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς.
1253κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
1254καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
1256ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
1257ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
1258ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
1259Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
1260ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
1261τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
1262ΦΙΛΟΚΛΈΩΝ: μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
1263εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
1264ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
1265ΧΟΡΌΣ: πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι καὶ σκαιὸς οὐδεπώποτε· ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων, οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς δειπνοῦντα μετὰ Λεωγόρου·
1270πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν· ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ μόνος μόνοις τοῖς Πενέσταισι ξυνῆν τοῖς Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
1275ΧΟΡΌΣ: ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
1276παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
1277πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
1278τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
1279τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
1280εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
1281ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,
1282ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
1283γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.
1283aΧΟΡΌΣ: [...]
1284ΧΟΡΌΣ: εἰσί τινες οἵ μʼ ἔλεγον ὡς καταδιηλλάγην,
1285ἡνίκα Κλέων μʼ ὑπετάραττεν ἐπικείμενος
1286† καί με κακίσταις † ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,
1287οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
1288οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
1289σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·
1291εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
1292ΞΑΝΘΊΑΣ: ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
1293καὶ τρὶς μακάριαι τοῦ ʼπὶ ταῖς πλευραῖς τέγους.
1294ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
1296ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
1297ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
1298καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
1299ΞΑΝΘΊΑΣ: οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸν καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
1304εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν, ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλα ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν. εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·
1309ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ κλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι. ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
1314οἱ δʼ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου· οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼ
1319τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει, σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
1324ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται. ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
1326ΦΙΛΟΚΛΈΩΝ: ἄνεχε πάρεχε·
1327κλαύσεταί τις τῶν ὄπισθεν
1328ἐπακολουθούντων ἐμοί·
1329οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
1330ὦ πόνηροι ταυτῃὶ τῇ
1331δᾳδὶ φρυκτοὺς σκευάσω.
1332ΞΥΜΌΤΗΣ ΤΙΣ: ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
1333ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
1334ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
1335ΦΙΛΟΚΛΈΩΝ: ἰὴ ἰεῦ, καλούμενοι. ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ ὡς οὐδʼ ἀκούων ἀνέχομαι δικῶν; ἰαιβοῖ, αἰβοῖ. τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
1340οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν ἡλιαστής; ἐκποδών. ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου. ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
1344ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται. ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας· ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
1349ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα· πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
1354νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτων νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα. τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
1359πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ. ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμʼ ἔοικε θεῖν. ἀλλʼ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦσʼ, ἵνʼ αὐτὸν τωθάσω νεανικῶς, οἵοις ποθʼ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
1364ΒΔΕΛΥΚΛΈΩΝ: ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ.
1366οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
1367ΦΙΛΟΚΛΈΩΝ: ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Part 24
1368ΒΔΕΛΥΚΛΈΩΝ: οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
1369τῶν ξυμποτῶν κλέψαντα;
1369bΦΙΛΟΚΛΈΩΝ: ποίαν αὐλητρίδα;
1370τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
1371ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.
1372ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
1373ΒΔΕΛΥΚΛΈΩΝ: δᾲς ἥδε;
1373bΦΙΛΟΚΛΈΩΝ: δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
1374ΒΔΕΛΥΚΛΈΩΝ: τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
1375ΦΙΛΟΚΛΈΩΝ: ἡ πίττα δήπου καομένης ἐξέρχεται.
1376ΒΔΕΛΥΚΛΈΩΝ: ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
1377ΦΙΛΟΚΛΈΩΝ: ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
1378ΒΔΕΛΥΚΛΈΩΝ: τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
1379ΦΙΛΟΚΛΈΩΝ: ἆ ἆ τί μέλλεις δρᾶν;
1379bΒΔΕΛΥΚΛΈΩΝ: ἄγειν ταύτην λαβὼν
1380ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
1381κοὐδὲν δύνασθαι δρᾶν.
1381bΦΙΛΟΚΛΈΩΝ: ἄκουσόν νυν ἐμοῦ.
1382Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
1383Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
1384ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
1385ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
1386πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
1387ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
1388ΑΡΤΌΠΩΛΙΣ: ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
1389ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
1390τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
1391ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
1392ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
1393ἔχειν διὰ τὸν σὸν οἶνον.
1393bΦΙΛΟΚΛΈΩΝ: οὐδαμῶς γʼ, ἐπεὶ
1394λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
1395ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
1396ΑΡΤΌΠΩΛΙΣ: οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
1397τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
1398οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
1399ΦΙΛΟΚΛΈΩΝ: ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
1400λέξαι χαρίεντα.
Part 25
1400bΑΡΤΌΠΩΛΙΣ: μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
1401ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
1402θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
1403κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,
1404εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
1406ΑΡΤΌΠΩΛΙΣ: καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
1407πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
1408κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
1409ΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
1411ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.
1412ΑΡΤΌΠΩΛΙΣ: ἄληθες οὗτος;
1412bΦΙΛΟΚΛΈΩΝ: καὶ σὺ δή μοι Χαιρεφῶν
1413γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
1414Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
1415ΒΔΕΛΥΚΛΈΩΝ: ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
1416καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
1417ΚΑΤΉΓΟΡΟΣ: οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
1418ὕβρεως.
1418bΒΔΕΛΥΚΛΈΩΝ: ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
1419ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
1420ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
1421ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
1422ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
1423ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
1424ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
1425εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
1426ΚΑΤΉΓΟΡΟΣ: σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
1427ΦΙΛΟΚΛΈΩΝ: ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
1428καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
1429ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
1431ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
1432οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
1433ΒΔΕΛΥΚΛΈΩΝ: οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
1434ΚΑΤΉΓΟΡΟΣ: ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
1435ΦΙΛΟΚΛΈΩΝ: ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
1436κατέαξʼ ἐχῖνον.
1436bΚΑΤΉΓΟΡΟΣ: ταῦτʼ ἐγὼ μαρτύρομαι.
1437ΦΙΛΟΚΛΈΩΝ: οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
1438εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
1439τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.
1441ΚΑΤΉΓΟΡΟΣ: ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
1442ΒΔΕΛΥΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
1443ἀλλʼ ἀράμενος οἴσω σε —
1443bΦΙΛΟΚΛΈΩΝ: τί ποιεῖς;
Part 26
1443cΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι ποιῶ;
1444εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
1445κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
1446ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον οἱ Δελφοί ποτʼ —
1446bΒΔΕΛΥΚΛΈΩΝ: ὀλίγον μοι μέλει.
1447ΦΙΛΟΚΛΈΩΝ: φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
1448ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
1449ΒΔΕΛΥΚΛΈΩΝ: οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.
1450ΧΟΡΌΣ: ζηλῶ γε τῆς εὐτυχίας τὸν πρέσβυν οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς· ἕτερα δὲ νῦν ἀντιμαθὼν ἦ μέγα τι μεταπεσεῖται
1455ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν. τάχα δʼ ἂν ἴσως οὐκ ἐθέλοι. τὸ γὰρ ἀποστῆναι χαλεπὸν φύσεος, ἣν ἔχοι τις ἀεί. καίτοι πολλοὶ ταῦτʼ ἔπαθον·
1460ξυνόντες γνώμαις ἑτέρων μετεβάλοντο τοὺς τρόπους.
1462ΧΟΡΌΣ: πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶ καὶ τοῖσιν εὖ φρονοῦσιν τυχὼν ἄπεισιν διὰ τὴν φιλοπατρίαν καὶ σοφίαν ὁ παῖς ὁ Φιλοκλέωνος.
1467οὐδενὶ γὰρ οὕτως ἀγανῷ ξυνεγενόμην, οὐδὲ τρόποις ἐπεμάνην οὐδʼ ἐξεχύθην. τί γὰρ ἐκεῖνος ἀντιλέγων οὐ κρείττων ἦν, βουλόμενος
1472τὸν φύσαντα σεμνοτέροις κατακοσμῆσαι πράγμασιν;
1474ΞΑΝΘΊΑΣ: νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματα
1475δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
1476ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
1477ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
1478ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
1479τἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·
1480καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1481τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
1482ΦΙΛΟΚΛΈΩΝ: τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
1483ΞΑΝΘΊΑΣ: τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
1484ΦΙΛΟΚΛΈΩΝ: κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485σχήματος ἀρχὴ —
1486ΞΑΝΘΊΑΣ: μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
1487ΦΙΛΟΚΛΈΩΝ: πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
1488οἶον μυκτὴρ μυκᾶται καὶ
1489σφόνδυλος ἀχεῖ.
1489bΞΑΝΘΊΑΣ: πῖθʼ ἑλλέβορον.
1490ΦΙΛΟΚΛΈΩΝ: πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
1491ΞΑΝΘΊΑΣ: τάχα βαλλήσεις.
1492ΦΙΛΟΚΛΈΩΝ: σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
1493πρωκτὸς χάσκει.
1493bΞΑΝΘΊΑΣ: κατὰ σαυτὸν ὅρα.
1494ΦΙΛΟΚΛΈΩΝ: νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495στρέφεται χαλαρὰ κοτυληδών.
1496ΦΙΛΟΚΛΈΩΝ: οὐκ εὖ;
Part 27
1496bΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
1497ΦΙΛΟΚΛΈΩΝ: θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
1498εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
1499ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
1500φησίν τις ἢ οὐδείς;
1500bΞΑΝΘΊΑΣ: εἶς γʼ ἐκεινοσὶ μόνος.
1501ΦΙΛΟΚΛΈΩΝ: τίς ὁ κακοδαίμων ἐστίν;
1501bΞΑΝΘΊΑΣ: υἱὸς Καρκίνου
1502ὁ μέσατος.
1502bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ οὗτός γε καταποθήσεται·
1503ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
1504ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
1504bΞΑΝΘΊΑΣ: ἀλλʼ ᾠζυρὲ
1505ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
1506ἀδελφὸς αὐτοῦ.
1506bΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
1507ΞΑΝΘΊΑΣ: μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
1508προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
1509ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
1510ΞΑΝΘΊΑΣ: ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
1511ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
1512ΦΙΛΟΚΛΈΩΝ: ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
1513ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
1514ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
1515ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
1516ΧΟΡΌΣ: φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
1517ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
1518ΧΟΡΌΣ: ἄγʼ ὦ μεγαλώνυμα τέκνα
1519τοῦ θαλασσίου θεοῦ,
1520πηδᾶτε παρὰ ψάμαθον
1521καὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,
1522καρίδων ἀδελφοί·
1523ΧΟΡΌΣ: ταχὺν πόδα κυκλοσοβεῖτε,
1524καὶ τὸ Φρυνίχειον
1525ἐκλακτισάτω τις, ὅπως
1526ἰδόντες ἄνω σκέλος ὤζωσιν
1527οἱ θεαταί.
1528ΧΟΡΌΣ: στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
1530ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.
1531καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
1532ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
1535ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζε
1536ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
1537ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.
Peace
Contents — 30 sections
Part 1
1ΟἸΚΈΤΗΣ Α: αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
2ΟἸΚΈΤΗΣ Β: ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ
3καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
4ΟἸΚΈΤΗΣ Α: δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
5ΟἸΚΈΤΗΣ Β: ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
6κατέφαγεν;
6bΟἸΚΈΤΗΣ Α: οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
7ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
8ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
9ΟἸΚΈΤΗΣ Β: ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
10εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
11ΟἸΚΈΤΗΣ Α: ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
12τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
12bΟἸΚΈΤΗΣ Β: ἰδού.
13ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
14οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
15ΟἸΚΈΤΗΣ Α: αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
16καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
16bΟἸΚΈΤΗΣ Β: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
17οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
18ΟἸΚΈΤΗΣ Α: αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
19ΟἸΚΈΤΗΣ Β: νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός. ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω, πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
24ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
29ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ. ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων τέως ἕως σαυτὸν λάθοις διαρραγείς. οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
34ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας. μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
39χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε.
41bΟἸΚΈΤΗΣ Α: τοῦ γάρ ἐστʼ;
41cΟἸΚΈΤΗΣ Β: οὐκ ἔσθʼ ὅπως
42τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
43ΟἸΚΈΤΗΣ Α: οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
44νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
45ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
46Ἰωνικός τίς φησι παρακαθήμενος·
47δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
48ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
49ΟἸΚΈΤΗΣ Β: ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
50ΟἸΚΈΤΗΣ Α: ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
55οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ. διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν; κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.
60ἔα ἔα. σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
62ΤΡΥΓΑΙ͂ΟΣ: ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
64ΟἸΚΈΤΗΣ Α: τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή, πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί· πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
69ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
74κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν, καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν, ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών. ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
79οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες· ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.
82ΤΡΥΓΑΙ͂ΟΣ: ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
83μή μοι σοβαρῶς χώρει λίαν
84εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,
85πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
86ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
87καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
88εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
89αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Part 2
90ΟἸΚΈΤΗΣ Α: ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.
91ΤΡΥΓΑΙ͂ΟΣ: σίγα σίγα.
92ΟἸΚΈΤΗΣ Α: ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
93ΤΡΥΓΑΙ͂ΟΣ: ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
94τόλμημα νέον παλαμησάμενος.
95ΟἸΚΈΤΗΣ Α: τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;
96ΤΡΥΓΑΙ͂ΟΣ: εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
97μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·
98τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
99τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
100καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
101καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.
102ΟἸΚΈΤΗΣ Α: οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς
103ὅποι πέτεσθαι διανοεῖ.
103bΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἄλλο γʼ ἢ
104ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν;
104bΟἸΚΈΤΗΣ Α: τίνα νοῦν ἔχων;
105ΤΡΥΓΑΙ͂ΟΣ: ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι
106ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται.
107ΟἸΚΈΤΗΣ Α: ἐὰν δὲ μή σοι καταγορεύῃ;
107bΤΡΥΓΑΙ͂ΟΣ: γράψομαι
108Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
109ΟἸΚΈΤΗΣ Α: μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.
110ΤΡΥΓΑΙ͂ΟΣ: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ.
110bΟἸΚΈΤΗΣ Α: ἰοὺ ἰοὺ ἰού·
111ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
112ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
113ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.
114ΠΑΙΔΊΟΝ: ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε
115δώμασιν ἡμετέροις φάτις ἥκει,
116ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ
117ἐς κόρακας βαδιεῖ μεταμώνιος;
118ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.
119ΤΡΥΓΑΙ͂ΟΣ: δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,
120ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,
121ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
122ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
123κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
124ΠΑΙΔΊΟΝ: καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
126ΤΡΥΓΑΙ͂ΟΣ: πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
127ΠΑΙΔΊΟΝ: τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
128ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Part 3
129ΤΡΥΓΑΙ͂ΟΣ: ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
131ΠΑΙΔΊΟΝ: ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
132ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
133ΤΡΥΓΑΙ͂ΟΣ: ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
134ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
135ΠΑΙΔΊΟΝ: οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
136ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
137ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·
138νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
139τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
140ΠΑΙΔΊΟΝ: τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
141πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
142ΤΡΥΓΑΙ͂ΟΣ: ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
143τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
144ΠΑΙΔΊΟΝ: λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
145ΤΡΥΓΑΙ͂ΟΣ: ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
146ΠΑΙΔΊΟΝ: ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
147ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
148λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
149ΤΡΥΓΑΙ͂ΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
150ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
151μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
152ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
153κατωκάρα ῥίψας με βουκολήσεται.
154ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν. τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
159ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων, ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
164ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
169καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
173ΤΡΥΓΑΙ͂ΟΣ: οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
174ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·
175ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
176κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
177ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
178καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
179τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
180ἙΡΜΗ͂Σ: πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις
181τουτὶ τί ἐστι τὸ κακόν;
181bΤΡΥΓΑΙ͂ΟΣ: ἱπποκάνθαρος.
182ἙΡΜΗ͂Σ: ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
183καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
184πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
185τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;
185bΤΡΥΓΑΙ͂ΟΣ: μιαρώτατος.
186ἙΡΜΗ͂Σ: ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
186bΤΡΥΓΑΙ͂ΟΣ: μιαρώτατος.
187ἙΡΜΗ͂Σ: πατὴρ δέ σοι τίς ἐστʼ;
Part 4
187bΤΡΥΓΑΙ͂ΟΣ: ἐμοί; μιαρώτατος.
188ἙΡΜΗ͂Σ: οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,
189εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.
190ΤΡΥΓΑΙ͂ΟΣ: Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
191οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.
192ἙΡΜΗ͂Σ: ἥκεις δὲ κατὰ τί;
192bΤΡΥΓΑΙ͂ΟΣ: τὰ κρέα ταυτί σοι φέρων.
193ἙΡΜΗ͂Σ: ὦ δειλακρίων πῶς ἦλθες;
193bΤΡΥΓΑΙ͂ΟΣ: ὦ γλίσχρων ὁρᾷς
194ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;
195ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ.
195bἙΡΜΗ͂Σ: ἰὴ ἰὴ ἰή,
196ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·
197φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.
198ΤΡΥΓΑΙ͂ΟΣ: ποῖ γῆς;
198bἙΡΜΗ͂Σ: ἰδοὺ γῆς.
198cΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ ποῖ;
198dἙΡΜΗ͂Σ: πόρρω πάνυ;
199ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
200ΤΡΥΓΑΙ͂ΟΣ: πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;
201ἙΡΜΗ͂Σ: τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
202χυτρίδια καὶ σανίδια κἀμφορείδια.
203ΤΡΥΓΑΙ͂ΟΣ: ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
204ἙΡΜΗ͂Σ: Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
205ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
206ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
207αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
208ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
209μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
210ΤΡΥΓΑΙ͂ΟΣ: τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.
211ἙΡΜΗ͂Σ: ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
212σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
213ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
214ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.
215εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί
216κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
217ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα
218νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·
219ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’
220ΤΡΥΓΑΙ͂ΟΣ: ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
221ἙΡΜΗ͂Σ: ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
222τὸ λοιπὸν ὄψεσθʼ.
Part 5
222bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ ποῖ γὰρ οἴχεται;
223ἙΡΜΗ͂Σ: ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
224ΤΡΥΓΑΙ͂ΟΣ: ἐς ποῖον;
224bἙΡΜΗ͂Σ: ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς
225ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
226ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.
226bΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι,
227ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
228ἙΡΜΗ͂Σ: οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
229ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
230ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
231ἙΡΜΗ͂Σ: τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
232ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
233μέλλει· θορυβεῖ γοῦν ἔνδον.
233bΤΡΥΓΑΙ͂ΟΣ: οἴμοι δείλαιος.
234φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
235καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
236ΠΌΛΕΜΟΣ: ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
237ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
238ΤΡΥΓΑΙ͂ΟΣ: ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
239ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
240ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,
241ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
242ΠΌΛΕΜΟΣ: ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
243καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
244ΤΡΥΓΑΙ͂ΟΣ: τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·
245τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.
246ΠΌΛΕΜΟΣ: ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα
247ἁπαξάπαντα καταμεμυττωτευμένα.
248ΤΡΥΓΑΙ͂ΟΣ: βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
249τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
250ΠΌΛΕΜΟΣ: ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
251ΤΡΥΓΑΙ͂ΟΣ: οἵα πόλις τάλαινα διακναισθήσεται.
252ΠΌΛΕΜΟΣ: φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
253ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
254τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
255ΠΌΛΕΜΟΣ: παῖ παῖ Κυδοιμέ.
Part 6
255bΚΎΔΟΙΜΟΣ: τί με καλεῖς;
255cΠΌΛΕΜΟΣ: κλαύσει μακρά.
256ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
257ΚΎΔΟΙΜΟΣ: ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.
258μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
259ΠΌΛΕΜΟΣ: οἴσεις ἀλετρίβανον τρέχων;
259bΚΎΔΟΙΜΟΣ: ἀλλʼ ὦ μέλε
260οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
261ΠΌΛΕΜΟΣ: οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
262ΚΎΔΟΙΜΟΣ: ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
263ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
264ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
266τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
267ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
268ΠΌΛΕΜΟΣ: οὗτος.
268bΚΎΔΟΙΜΟΣ: τί ἔστιν;
268cΠΌΛΕΜΟΣ: οὐ φέρεις;
268dΚΎΔΟΙΜΟΣ: τὸ δεῖνα γὰρ
269ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
270ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
271ΤΡΥΓΑΙ͂ΟΣ: εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν
272ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
273ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
274ΠΌΛΕΜΟΣ: οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει
275ἀνύσας τι;
275bΚΎΔΟΙΜΟΣ: ταῦτʼ ὦ δέσποθʼ.
275cΠΌΛΕΜΟΣ: ἧκέ νυν ταχύ.
276ΤΡΥΓΑΙ͂ΟΣ: ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
277ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
278μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
279ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
280ΚΎΔΟΙΜΟΣ: οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
281ΠΌΛΕΜΟΣ: τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
281bΚΎΔΟΙΜΟΣ: ἀπόλωλε γὰρ
282καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
Part 7
283ΠΌΛΕΜΟΣ: πῶς ὦ πανοῦργʼ;
283bΚΎΔΟΙΜΟΣ: ἐς τἀπὶ Θρᾴκης χωρία
284χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
285ΤΡΥΓΑΙ͂ΟΣ: εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.
286ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.
287ΠΌΛΕΜΟΣ: ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
288ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
289ΤΡΥΓΑΙ͂ΟΣ: νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος, ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας, ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
294ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
299ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία· νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
301ΧΟΡΌΣ: δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
302ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
303τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
304ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
305πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
306οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
307πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
308τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
309ΤΡΥΓΑΙ͂ΟΣ: οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
310τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
311ΧΟΡΌΣ: ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
312οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
313ΤΡΥΓΑΙ͂ΟΣ: εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
314μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
315ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
316ΧΟΡΌΣ: οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
317ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
318ΤΡΥΓΑΙ͂ΟΣ: ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
319ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
320ΧΟΡΌΣ: ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
321οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
322ΤΡΥΓΑΙ͂ΟΣ: τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
323πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
324ΧΟΡΌΣ: ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
325οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
326ΤΡΥΓΑΙ͂ΟΣ: μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
327ΧΟΡΌΣ: ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
327bΤΡΥΓΑΙ͂ΟΣ: φῄς γε, παύει δʼ οὐδέπω.
328ΧΟΡΌΣ: ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
329ΤΡΥΓΑΙ͂ΟΣ: τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
330ΧΟΡΌΣ: οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
Part 8
331ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
331bΧΟΡΌΣ: τουτογὶ νὴ τὸν Δία
332τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
333ΤΡΥΓΑΙ͂ΟΣ: ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
334ΧΟΡΌΣ: ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
335ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
336μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
337ΤΡΥΓΑΙ͂ΟΣ: μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
338ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
339ΤΡΥΓΑΙ͂ΟΣ: καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
340γὰρ ἐξέσται τόθʼ ὑμῖν
341πλεῖν μένειν βινεῖν καθεύδειν,
342ἐς πανηγύρεις θεωρεῖν,
343ἑστιᾶσθαι κοτταβίζειν,
344†συβαρίζειν†
345ἰοῦ ἰοῦ κεκραγέναι.
346ΧΟΡΌΣ: εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν . πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς ἔλαχε Φορμίων· κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον, οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
351ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον, ἀπαλλαγέντα πραγμάτων. καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι. ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
360φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
361ΤΡΥΓΑΙ͂ΟΣ: φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
362ἙΡΜΗ͂Σ: ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
363ΤΡΥΓΑΙ͂ΟΣ: οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
364ἙΡΜΗ͂Σ: ἀπόλωλας ὦ κακόδαιμον.
364bΤΡΥΓΑΙ͂ΟΣ: οὐκοῦν ἢν λάχω.
365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
366ἙΡΜΗ͂Σ: ἀπόλωλας, ἐξόλωλας.
366bΤΡΥΓΑΙ͂ΟΣ: ἐς τίνʼ ἡμέραν;
367ἙΡΜΗ͂Σ: εἰς αὐτίκα μάλʼ.
367bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
368οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
369ἙΡΜΗ͂Σ: καὶ μὴν ἐπιτέτριψαί γε.
369bΤΡΥΓΑΙ͂ΟΣ: κᾆτα τῷ τρόπῳ
370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
371ἙΡΜΗ͂Σ: ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
372ταύτην ἀνορύττων εὑρεθῇ;
373ΤΡΥΓΑΙ͂ΟΣ: νῦν ἆρά με
373bἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
Part 9
374ἙΡΜΗ͂Σ: εὖ ἴσθʼ ὅτι.
374bΤΡΥΓΑΙ͂ΟΣ: ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
376ἙΡΜΗ͂Σ: ὦ Ζεῦ κεραυνοβρόντα.
376bΤΡΥΓΑΙ͂ΟΣ: μὴ πρὸς τῶν θεῶν
377ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
378ἙΡΜΗ͂Σ: οὐκ ἂν σιωπήσαιμι.
378bΤΡΥΓΑΙ͂ΟΣ: ναὶ πρὸς τῶν κρεῶν,
379ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
380ἙΡΜΗ͂Σ: ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
381εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
382ΤΡΥΓΑΙ͂ΟΣ: μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
383ΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.
384ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
385ΧΟΡΌΣ: μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
386εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,
387τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.
388ΤΡΥΓΑΙ͂ΟΣ: οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
390ΧΟΡΌΣ: †μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†
391ὥστε τήνδε μὴ λαβεῖν·
392ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
396καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
397διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
400ΤΡΥΓΑΙ͂ΟΣ: ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
401ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
402κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
403καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
404ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
405ἙΡΜΗ͂Σ: ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
406ΤΡΥΓΑΙ͂ΟΣ: ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
407ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
408τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
409ἙΡΜΗ͂Σ: ἵνα δὴ τί τοῦτο δρᾶτον;
409bΤΡΥΓΑΙ͂ΟΣ: ὁτιὴ νὴ Δία
410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
411οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως
412βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
413ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
414ἙΡΜΗ͂Σ: ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
415καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.
416ΤΡΥΓΑΙ͂ΟΣ: ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε
417ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
418καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
419πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
420μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·
421ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
422ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
423χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
424δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
425ἙΡΜΗ͂Σ: οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
Part 10
426ἙΡΜΗ͂Σ: ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις
427εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
428ΧΟΡΌΣ: ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε
429ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
430τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
431ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
432ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
433ἙΡΜΗ͂Σ: σπονδὴ σπονδή·
434εὐφημεῖτε εὐφημεῖτε.
435ΤΡΥΓΑΙ͂ΟΣ: σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
436Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
437χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
438τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
439ΧΟΡΌΣ: μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
440ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
441ΤΡΥΓΑΙ͂ΟΣ: ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
442ΧΟΡΌΣ: μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
443ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
444ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
445ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις
446ΧΟΡΌΣ: πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
447ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
448ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
449ΧΟΡΌΣ: ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
450ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
451ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
452ΧΟΡΌΣ: ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
453ΤΡΥΓΑΙ͂ΟΣ: ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
454ΧΟΡΌΣ: ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
455ΤΡΥΓΑΙ͂ΟΣ: ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
456Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
457Ἄρει δέ;
457bΧΟΡΌΣ: μὴ μή.
457cΤΡΥΓΑΙ͂ΟΣ: μηδʼ Ἐνυαλίῳ γε;
457dΧΟΡΌΣ: μή.
Part 11
458ΤΡΥΓΑΙ͂ΟΣ: ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
459ἙΡΜΗ͂Σ: ὦ εἶα.
460ΧΟΡΌΣ: εἶα μάλα.
461ἙΡΜΗ͂Σ: ὦ εἶα.
462ΧΟΡΌΣ: εἶα ἔτι μάλα.
463ἙΡΜΗ͂Σ: ὦ εἶα, ὦ εἶα.
464ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
465οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·
466οἰμώξεσθʼ οἱ Βοιωτοί.
467ἙΡΜΗ͂Σ: εἶά νυν.
468ΤΡΥΓΑΙ͂ΟΣ: εἶα ὦ.
469ΧΟΡΌΣ: ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
470ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν ἕλκω κἀξαρτῶμαι
471κἀπεμπίπτω καὶ σπουδάζω;
472ΧΟΡΌΣ: πῶς οὖν οὐ χωρεῖ τοὔργον;
473ΤΡΥΓΑΙ͂ΟΣ: ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
474οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
475ἙΡΜΗ͂Σ: οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
476ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
477καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
478ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
479ΧΟΡΌΣ: ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
480μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
481ἙΡΜΗ͂Σ: οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως
482γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
483ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
484ΤΡΥΓΑΙ͂ΟΣ: οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸν
485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
486ἙΡΜΗ͂Σ: ὦ εἶα.
487ΤΡΥΓΑΙ͂ΟΣ: εἶα μάλα.
Part 12
488ἙΡΜΗ͂Σ: ὦ εἶα.
489ΤΡΥΓΑΙ͂ΟΣ: εἶα νὴ Δία.
490ΧΟΡΌΣ: μικρόν γε κινοῦμεν.
491ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δεινὸν [...]
492τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;
493πληγὰς λήψεσθʼ ὦργεῖοι.
494ἙΡΜΗ͂Σ: εἶά νυν.
495ΤΡΥΓΑΙ͂ΟΣ: εἶα ὦ.
496ΧΟΡΌΣ: ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
497ΤΡΥΓΑΙ͂ΟΣ: ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
498τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
499ΧΟΡΌΣ: ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
500ἙΡΜΗ͂Σ: ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
501μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
502πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
503καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
504ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
506ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
507πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
508ΧΟΡΌΣ: ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
509ἙΡΜΗ͂Σ: χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
510ΧΟΡΌΣ: χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
511ΤΡΥΓΑΙ͂ΟΣ: οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
512ΧΟΡΌΣ: ἄγε νυν ἄγε πᾶς.
513ἙΡΜΗ͂Σ: καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
514ΧΟΡΌΣ: μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμεν
515ἀνδρικώτερον.
516ἙΡΜΗ͂Σ: ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
517ΧΟΡΌΣ: ὦ εἶα νῦν, ὦ εἶα πᾶς.
518ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.
519ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.
520ΤΡΥΓΑΙ͂ΟΣ: ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;
521πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
522ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
523ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
524οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
526γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Part 13
527ἙΡΜΗ͂Σ: μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
528ΤΡΥΓΑΙ͂ΟΣ: ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
529τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
530ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
531αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
532ἐπυλλίων Εὐριπίδου—
532bἙΡΜΗ͂Σ: κλαύσἄρα σὺ
533ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
534αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
535ΤΡΥΓΑΙ͂ΟΣ: κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
536† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
537δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
538ἄλλων τε πολλῶν κἀγαθῶν—
539ἙΡΜΗ͂Σ: ἴθι νυν ἄθρει
539bοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
541καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
542ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
543ΤΡΥΓΑΙ͂ΟΣ: καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
544τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.
544bἙΡΜΗ͂Σ: αἰβοῖ τάλας,
545ΤΡΥΓΑΙ͂ΟΣ: ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
546τίλλονθʼ ἑαυτόν;
546bἙΡΜΗ͂Σ: ὁ δέ γε τὰς σμινύας ποιῶν
547κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
548ΤΡΥΓΑΙ͂ΟΣ: ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
549καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
550ἙΡΜΗ͂Σ: ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
551ΤΡΥΓΑΙ͂ΟΣ: ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
552τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
553ΤΡΥΓΑΙ͂ΟΣ: ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
554ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
555ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
556ΧΟΡΌΣ: ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
557ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,
558τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,
559ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
560ΤΡΥΓΑΙ͂ΟΣ: νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,
561ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
562εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,
563ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
564ἙΡΜΗ͂Σ: ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
565καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
566ΤΡΥΓΑΙ͂ΟΣ: νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
567αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
568ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
569ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
570καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
571ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἀναμνησθέντες ὦνδρες τῆς διαίτης τῆς παλαιᾶς, ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν, τῶν τε παλασίων ἐκείνων τῶν τε σύκων τῶν τε μύρτων,
576τῆς τρυγός τε τῆς γλυκείας τῆς ἰωνιᾶς τε τῆς πρὸς τῷ φρέατι τῶν τʼ ἐλαῶν ὧν ποθοῦμεν, ἀντὶ τούτων τήνδε νυνὶ
581τὴν θεὸν προσείπατε.
582ΧΟΡΌΣ: χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη. σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι [...] ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.
590μόνη γὰρ ἡμᾶς ὠφέλεις. πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα. τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία. ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ
600προσγελάσεται λαβόντʼ ἄσμενα.
601ΧΟΡΌΣ: ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
602ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.
Part 14
603ἙΡΜΗ͂Σ: ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς· εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
608πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν. ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος, ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε. ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος
613καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
615ΤΡΥΓΑΙ͂ΟΣ: ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,
616οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
617ΧΟΡΌΣ: οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
618οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.
619ἙΡΜΗ͂Σ: κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
620ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,
621πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
622κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
623οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
624τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·
625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·
626αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
627οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
628ΤΡΥΓΑΙ͂ΟΣ: ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
629ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
630ΧΟΡΌΣ: νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον
631ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
632ἙΡΜΗ͂Σ: κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
637τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους, αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου. εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
642ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν. οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν
647ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν βυρσοπώλης.
648bΤΡΥΓΑΙ͂ΟΣ: παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
649ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·
650οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
651ΤΡΥΓΑΙ͂ΟΣ: ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
652κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
653καὶ λάλος καὶ συκοφάντης
654καὶ κύκηθρον καὶ τάρακτρον,
655ταῦθʼ ἁπαξάπαντα νυνὶ
656τοὺς σεαυτοῦ λοιδορεῖς.
657ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
658ἙΡΜΗ͂Σ: ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
659ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
660ΤΡΥΓΑΙ͂ΟΣ: ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
661ἙΡΜΗ͂Σ: εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
662ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
663εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
664ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
665ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
666σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
667ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
668ΤΡΥΓΑΙ͂ΟΣ: ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
669ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
670ἙΡΜΗ͂Σ: ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
671ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
672χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
673ΤΡΥΓΑΙ͂ΟΣ: εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
674ἙΡΜΗ͂Σ: ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675ὁ Κλεώνυμος;
675bΤΡΥΓΑΙ͂ΟΣ: ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι
676οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
677εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
678ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
679ἙΡΜΗ͂Σ: ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
680ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.
681ΤΡΥΓΑΙ͂ΟΣ: Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
682αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
Part 15
683ἙΡΜΗ͂Σ: ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι
684αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
685ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
686ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
687τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
688ἙΡΜΗ͂Σ: πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
689ΤΡΥΓΑΙ͂ΟΣ: εὐβουλότεροι γενησόμεθα.
689bἙΡΜΗ͂Σ: τρόπῳ τίνι;
690ΤΡΥΓΑΙ͂ΟΣ: ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
691ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
692νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
692aἙΡΜΗ͂Σ: ὢ ὤ,
693οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
693bΤΡΥΓΑΙ͂ΟΣ: τὰ τί;
694ἙΡΜΗ͂Σ: πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
695πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
696ΤΡΥΓΑΙ͂ΟΣ: εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
696bἙΡΜΗ͂Σ: τὸ τί;
697ΤΡΥΓΑΙ͂ΟΣ: ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
698ἙΡΜΗ͂Σ: Σιμωνίδης; πῶς;
698bΤΡΥΓΑΙ͂ΟΣ: ὅτι γέρων ὢν καὶ σαπρὸς
699κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
700ἙΡΜΗ͂Σ: τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;
700bΤΡΥΓΑΙ͂ΟΣ: ἀπέθανεν
701ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.
701bἙΡΜΗ͂Σ: τί παθών;
701cΤΡΥΓΑΙ͂ΟΣ: ὅ τι;
702ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
703ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
704χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
705ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.
706ἙΡΜΗ͂Σ: ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
707γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
708ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
709ΤΡΥΓΑΙ͂ΟΣ: ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
710ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
711ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
Part 16
712ἙΡΜΗ͂Σ: οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
713ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
714ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
715ΤΡΥΓΑΙ͂ΟΣ: ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
716ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
717ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
718ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
718bἙΡΜΗ͂Σ: καὶ σύ γε
719ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
720ΤΡΥΓΑΙ͂ΟΣ: ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
721ἙΡΜΗ͂Σ: οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
721bΤΡΥΓΑΙ͂ΟΣ: ποῖ γὰρ οἴχεται;
722ἙΡΜΗ͂Σ: ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
723ΤΡΥΓΑΙ͂ΟΣ: πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
724ἙΡΜΗ͂Σ: τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
725ΤΡΥΓΑΙ͂ΟΣ: πῶς δῆτʼ ἐγὼ καταβήσομαι;
725bἙΡΜΗ͂Σ: θάρρει, καλῶς·
726τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
726bΤΡΥΓΑΙ͂ΟΣ: δεῦρʼ ὦ κόραι
727ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
728ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
729ΧΟΡΌΣ: ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
730τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
731περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
732ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς
733ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
734ΧΟΡΌΣ: χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις· εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται, ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
739πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας, τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,
744οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί, ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο, ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον; τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ
749ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
754καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
759τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι. καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
764παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
765ΧΟΡΌΣ: πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ
766καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·
767καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
768ξυσπουδάζειν περὶ τῆς νίκης.
769πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
770κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,
771φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ
772τῶν τρωγαλίων, καὶ μἀφαίρει
773γενναιοτάτου τῶν ποιητῶν
773bἀνδρὸς τὸ μέτωπον ἔχοντος.
775ΧΟΡΌΣ: Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει. ἢν δέ σε Καρκίνος ἐλθὼν
782ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι, μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
790ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας. καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
797ΧΟΡΌΣ: τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποιητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος μηδὲ Μελάνθιος, οὗ δὴ
805πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελφός τε και αὐτός, ἄμφω Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,
811γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
819ΤΡΥΓΑΙ͂ΟΣ: ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
820ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
821μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
822ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
823ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
824ΟἸΚΈΤΗΣ: ὦ δέσποθʼ ἥκεις;
824bΤΡΥΓΑΙ͂ΟΣ: ὡς ἐγὼ ʼπυθόμην τινός.
Part 17
825ΟἸΚΈΤΗΣ: τί δʼ ἔπαθες;
825bΤΡΥΓΑΙ͂ΟΣ: ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
826διεληλυθώς.
826bΟἸΚΈΤΗΣ: ἴθι νυν κάτειπέ μοι—
826cΤΡΥΓΑΙ͂ΟΣ: τὸ τί;
827ΟἸΚΈΤΗΣ: ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
828πλανώμενον πλὴν σαυτόν;
828bΤΡΥΓΑΙ͂ΟΣ: οὔκ, εἰ μή γέ που
829ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
830ΟἸΚΈΤΗΣ: τί δʼ ἔδρων;
830bΤΡΥΓΑΙ͂ΟΣ: ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι
831τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
832ΟἸΚΈΤΗΣ: οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
833ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
834ΤΡΥΓΑΙ͂ΟΣ: μάλιστα.
834bΟἸΚΈΤΗΣ: καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
835ΤΡΥΓΑΙ͂ΟΣ: Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι
836ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
837ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
838ΟἸΚΈΤΗΣ: τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
839οἳ καόμενοι θέουσιν;
839bΤΡΥΓΑΙ͂ΟΣ: ἀπὸ δείπνου τινὲς
840τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,
841ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
842ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
843καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
844στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
845καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
846ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
847ΟἸΚΈΤΗΣ: πόθεν δʼ ἔλαβες ταύτας;
847bΤΡΥΓΑΙ͂ΟΣ: ὁπόθεν; ἐκ τοὐρανοῦ.
848ΟἸΚΈΤΗΣ: οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
849εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
850ΤΡΥΓΑΙ͂ΟΣ: οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
851ἄγε νυν ἴωμεν.
851bΟἸΚΈΤΗΣ: εἰπέ μοι, δῶ καταφαγεῖν
852ταύτῃ τι;
852bΤΡΥΓΑΙ͂ΟΣ: μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
853οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
854παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Part 18
855ΟἸΚΈΤΗΣ: λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
856ΧΟΡΌΣ: εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,
857ὅσα γʼ ὧδʼ ἰδεῖν,
858τὰ νῦν τάδε πράττει.
859ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
860ΧΟΡΌΣ: ζηλωτὸς ἔσει, γέρον,
861αὖθις νέος ὢν πάλιν,
862μύρῳ κατάλειπτος.
863ΤΡΥΓΑΙ͂ΟΣ: οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
864ΧΟΡΌΣ: εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
865ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δικαίως; ὅστις εἰς
865aὄχημα κανθάρου ʼπιβὰς
866ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ
866aἐν τοῖς ἀγροῖσιν αὐτοὺς
867ἅπαντας ὄντας ἀσφαλῶς
867aβινεῖν τε καὶ καθεύδειν.
868ΟἸΚΈΤΗΣ: ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
869ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
870καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
871ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
872ἀνύσαντε τῇ βουλῇ.
872bΟἸΚΈΤΗΣ: τίς αὑτηί;
872cΤΡΥΓΑΙ͂ΟΣ: τί φῄς;
873αὕτη Θεωρία ʼστίν.
873bΟἸΚΈΤΗΣ: ἣν ἡμεῖς ποτε
874ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
875ΤΡΥΓΑΙ͂ΟΣ: σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.
875bΟἸΚΈΤΗΣ: ὦ δέσποτα
876ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
877ΤΡΥΓΑΙ͂ΟΣ: εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
878τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
879οὗτος τί περιγράφεις;
879bΟἸΚΈΤΗΣ: τὸ δεῖνʼ εἰς Ἴσθμια
880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
881ΤΡΥΓΑΙ͂ΟΣ: οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
882καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
883ΟἸΚΈΤΗΣ: ἐκεινοσὶ νεύει.
883bΤΡΥΓΑΙ͂ΟΣ: τίς;
883cΟἸΚΈΤΗΣ: ὅστις; Ἀριφράδης,
884ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
Part 19
884bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ μέλε
885τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
886ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
887βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
888σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
889ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
890ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
891τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
892ΟἸΚΈΤΗΣ: διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν
893πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
894ΤΡΥΓΑΙ͂ΟΣ: ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι, πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι, καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
899παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει· τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε, ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται·
904ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες. ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν. θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο. ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
909ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
910ΧΟΡΌΣ: ἦ χρηστὸς ἀνὴρ πολίτης
911ἐστὶν ἅπασιν ὅστις
911aγʼ ἐστὶ τοιοῦτος.
912ΤΡΥΓΑΙ͂ΟΣ: ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
913ΧΟΡΌΣ: καὶ νῦν σύ γε δῆλος εἶ·
914σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις
915γεγένησαι.
916ΤΡΥΓΑΙ͂ΟΣ: φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
917ΧΟΡΌΣ: καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
918ΤΡΥΓΑΙ͂ΟΣ: πολλῶν γὰρ ὑμῖν ἄξιος
919Τρυγαῖος ἁθμονεὺς ἐγώ,
920δεινῶν ἀπαλλάξας πόνων
920aτὸν δημότην ὅμιλον,
921καὶ τὸν γεωργικὸν λεὼν
921aὙπέρβολόν τε παύσας.
922ΟἸΚΈΤΗΣ: ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
923ΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
924ΧΟΡΌΣ: χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
925ΤΡΥΓΑΙ͂ΟΣ: τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;
926ΧΟΡΌΣ: βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
927ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
927bΧΟΡΌΣ: μὴ μή.
927cΤΡΥΓΑΙ͂ΟΣ: τιή;
928ΧΟΡΌΣ: ἵνα μὴ γένηται Θεογένους ὑηνία.
929ΤΡΥΓΑΙ͂ΟΣ: τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
929bΧΟΡΌΣ: ὀί.
Part 20
930ΤΡΥΓΑΙ͂ΟΣ: ὀί;
930bΧΟΡΌΣ: ναὶ μὰ Δίʼ.
930cΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν
931τὸ ῥῆμʼ.
931bΧΟΡΌΣ: ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ
932ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
933ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
934ΤΡΥΓΑΙ͂ΟΣ: εὖ τοι λέγεις.
934bΧΟΡΌΣ: καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
935ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
936καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
937ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·
938ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
939ΧΟΡΌΣ: ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
940χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
941τούτων κατὰ καιρὸν ἀπαντᾷ.
942ΤΡΥΓΑΙ͂ΟΣ: ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
943ΧΟΡΌΣ: ἐπείγετέ νυν ἐν ὅσῳ
944σοβαρὰ θεόθεν κατέχει
945πολέμου μετάτροπος αὔρα.
946νῦν γὰρ δαίμων φανερῶς
947εἰς ἀγαθὰ μεταβιβάζει.
948ΤΡΥΓΑΙ͂ΟΣ: τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
949καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
950ΧΟΡΌΣ: οὔκουν ἁμιλλήσεσθον; ὡς
951ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
952πρόσεισιν αὐλήσων ἄκλητος,
953κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
954φυσῶντι καὶ πονουμένῳ
955προσδώσετε δήπου.
956ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
957περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
958ΟἸΚΈΤΗΣ: ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
959ΤΡΥΓΑΙ͂ΟΣ: φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,
960σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,
961καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
962καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
962bΟἸΚΈΤΗΣ: ἰδού.
963ΤΡΥΓΑΙ͂ΟΣ: ἔδωκας ἤδη;
963bΟἸΚΈΤΗΣ: νὴ τὸν Ἑρμῆν ὥστε γε
964τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
965οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
966ΤΡΥΓΑΙ͂ΟΣ: οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.
966bΟἸΚΈΤΗΣ: ἀλλʼ εἰς ἑσπέραν
967δώσουσιν αὐταῖς ἅνδρες.
Part 21
967bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ εὐχώμεθα.
968τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
969ΟἸΚΈΤΗΣ: τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
970ΤΡΥΓΑΙ͂ΟΣ: τούτους ἀγαθοὺς ἐνόμισας;
970bΟἸΚΈΤΗΣ: οὐ γάρ, οἵτινες
971ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
972ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;
973ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.
973bΧΟΡΌΣ: εὐχώμεσθα δή.
974ΤΡΥΓΑΙ͂ΟΣ: ὦ σεμνοτάτη βασίλεια θεὰ
975πότνιʼ Εἰρήνη,
976δέσποινα χορῶν, δέσποινα γάμων,
977δέξαι θυσίαν τὴν ἡμετέραν.
978ΧΟΡΌΣ: δέξαι δῆτʼ ὦ πολυτιμήτη
979νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ
980μοιχευόμεναι δρῶσι γυναῖκες.
981καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
982τῆς αὐλείας παρακύπτουσιν,
983κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
984ἀναχωροῦσιν,
985κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.
986τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
987ΤΡΥΓΑΙ͂ΟΣ: μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη τρία καὶ δέκʼ ἔτη, λῦσον δὲ μάχας καὶ κορκορυγάς,
992ἵνα Λυσιμάχην σε καλῶμεν. παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους· μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας
997πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν· καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν ἐμπλησθῆναι, μεγάλων σκορόδων,
1001σικύων πρῴων, μήλων, ῥοιῶν. δούλοισι χλανισκιδίων μικρῶν· κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας νήττας φάττας τροχίλους· καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
1006καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς· κᾆτα Μελάνθιον ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,
1011τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας, ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας· τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.
1016ΤΡΥΓΑΙ͂ΟΣ: ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.
1017ΟἸΚΈΤΗΣ: λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς
1018σφάξεις τὸν οἶν.
1018bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐ θέμις.
1018cΟἸΚΈΤΗΣ: τιὴ τί δή;
1019ΤΡΥΓΑΙ͂ΟΣ: οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
1020οὐδʼ αἱματοῦται βωμός. ἀλλʼ εἴσω φέρων
1021θύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε,
1022χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
1023ΧΟΡΌΣ: σέ τοι θύρασι χρὴ [...] μένοντα τοίνυν
1024σχίζας δευρὶ τιθέναι ταχέως
1025τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.
1026ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
1027ΧΟΡΌΣ: πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼ
1028ὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐ
1029σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
1030τόν γε σοφῇ δόκιμον
1031φρενὶ πορίμῳ τε τόλμῃ;
1032ΤΡΥΓΑΙ͂ΟΣ: ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
1033καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
1034ΧΟΡΌΣ: τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
1035ἄνδρα τοιοῦτον, ὅστις
1035aπόλλʼ ἀνατλὰς ἔσωσε
1036τὴν ἱερὰν πόλιν;
1037ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν
1038ζηλωτὸς ἅπασιν.
1039ΟἸΚΈΤΗΣ: ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
1040ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.
Part 22
1041ΤΡΥΓΑΙ͂ΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.
1042ΟἸΚΈΤΗΣ: ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
1043ΤΡΥΓΑΙ͂ΟΣ: ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ
1044προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
1045τίς ἄρα ποτʼ ἐστίν;
1045bΟἸΚΈΤΗΣ: ὡς ἀλαζὼν φαίνεται·
1046μάντις τίς ἐστιν.
1046bΤΡΥΓΑΙ͂ΟΣ: οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης
1047οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
1048ΟἸΚΈΤΗΣ: τί ποτʼ ἄρα λέξει;
1048bΤΡΥΓΑΙ͂ΟΣ: δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
1049ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
1050ΟἸΚΈΤΗΣ: οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
1051ΤΡΥΓΑΙ͂ΟΣ: μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
1051bΟἸΚΈΤΗΣ: εὖ λέγεις.
1052ἹΕΡΟΚΛΗ͂Σ: τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
1053ΤΡΥΓΑΙ͂ΟΣ: ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
1054ἹΕΡΟΚΛΗ͂Σ: ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;
1054bΤΡΥΓΑΙ͂ΟΣ: ἡ κέρκος ποιεῖ
1055καλῶς;
1055bΟἸΚΈΤΗΣ: καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.
1056ἹΕΡΟΚΛΗ͂Σ: ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
1057ΤΡΥΓΑΙ͂ΟΣ: ὀπτᾶν ἄμεινον πρῶτον.
1057bἹΕΡΟΚΛΗ͂Σ: ἀλλὰ ταυταγὶ
1058ἤδη ʼστὶν ὀπτά.
1058bΤΡΥΓΑΙ͂ΟΣ: πολλὰ πράττεις, ὅστις εἶ.
1059κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.
1060ἹΕΡΟΚΛΗ͂Σ: ἡ γλῶττα χωρὶς τέμνεται.
Part 23
1060bΤΡΥΓΑΙ͂ΟΣ: μεμνήμεθα.
1061ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;
1061bἹΕΡΟΚΛΗ͂Σ: ἢν φράσῃς.
1061cΤΡΥΓΑΙ͂ΟΣ: μὴ διαλέγου
1062νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
1063ἹΕΡΟΚΛΗ͂Σ: ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
1063bΤΡΥΓΑΙ͂ΟΣ: ἐς κεφαλὴν σοί.
1064ἹΕΡΟΚΛΗ͂Σ: οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
1065συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις,
1066ΤΡΥΓΑΙ͂ΟΣ: αἰβοιβοῖ.
1066bἹΕΡΟΚΛΗ͂Σ: τί γελᾷς;
1066cΤΡΥΓΑΙ͂ΟΣ: ἥσθην χαροποῖσι πιθήκοις.
1067ἹΕΡΟΚΛΗ͂Σ: καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
1068ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
1068bΤΡΥΓΑΙ͂ΟΣ: εἴθε σου εἶναι
1069ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
1070ἹΕΡΟΚΛΗ͂Σ: εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
1071μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—
1072ΤΡΥΓΑΙ͂ΟΣ: ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.
1073ἹΕΡΟΚΛΗ͂Σ: οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
1074ἀλλὰ τόδε πρότερον—
1074bΤΡΥΓΑΙ͂ΟΣ: τοῖσδʼ ἁλσί γε παστέα ταυτί.
1075ἹΕΡΟΚΛΗ͂Σ: οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
1076φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
1077ΤΡΥΓΑΙ͂ΟΣ: καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
1078ἹΕΡΟΚΛΗ͂Σ: ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
1078a†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
1079τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
1080ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
1081ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
1082ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
1083ἹΕΡΟΚΛΗ͂Σ: οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Part 24
1084ΤΡΥΓΑΙ͂ΟΣ: οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,
1085οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
1086ἹΕΡΟΚΛΗ͂Σ: οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
1087ΤΡΥΓΑΙ͂ΟΣ: ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
1088ἹΕΡΟΚΛΗ͂Σ: ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
1089ΤΡΥΓΑΙ͂ΟΣ: ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·
1090ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
1091Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
1092αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
1093ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·
1094χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
1095ἹΕΡΟΚΛΗ͂Σ: οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
1096ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
1097ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
1098ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
1099ἹΕΡΟΚΛΗ͂Σ: φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
1100ἰκτῖνος μάρψῃ.
1100bΤΡΥΓΑΙ͂ΟΣ: τουτὶ μέντοι σὺ φυλάττου,
1101ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
1102ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
1103ἹΕΡΟΚΛΗ͂Σ: ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
1104ΤΡΥΓΑΙ͂ΟΣ: σπονδὴ σπονδή.
1105ἹΕΡΟΚΛΗ͂Σ: ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
1106ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
1107ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
1108ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
1109ἹΕΡΟΚΛΗ͂Σ: πρόσφερε τὴν γλῶτταν.
1109bΤΡΥΓΑΙ͂ΟΣ: σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
1110ἹΕΡΟΚΛΗ͂Σ: σπονδή.
1110bΤΡΥΓΑΙ͂ΟΣ: καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
1111ἹΕΡΟΚΛΗ͂Σ: οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
1111bΤΡΥΓΑΙ͂ΟΣ: οὐ γὰρ οἷόν τε
1112ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
1113ἹΕΡΟΚΛΗ͂Σ: ναὶ πρὸς τῶν γονάτων.
Part 25
1113bΤΡΥΓΑΙ͂ΟΣ: ἄλλως ὦ τᾶν ἱκετεύεις·
1114οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
1115ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε
1116μετὰ νῷν.
1116bἹΕΡΟΚΛΗ͂Σ: τί δὴ ʼγώ;
1116cΤΡΥΓΑΙ͂ΟΣ: τὴν Σίβυλλαν ἔσθιε.
1117ἹΕΡΟΚΛΗ͂Σ: οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
1118ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
1119ΤΡΥΓΑΙ͂ΟΣ: ὦ παῖε τὸν Βάκιν.
1119bἹΕΡΟΚΛΗ͂Σ: μαρτύρομαι.
1120ΤΡΥΓΑΙ͂ΟΣ: κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
1121παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
1122ΟἸΚΈΤΗΣ: σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
1123ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
1124οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
1125ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
1126οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
1127ΧΟΡΌΣ: ἥδομαί γʼ ἥδομαι κράνους ἀπηλλαγμένος τυροῦ τε καὶ κρομμύων. οὐ γὰρ φιληδῶ μάχαις, ἀλλὰ πρὸς πῦρ διέλκων
1132μετʼ ἀνδρῶν ἑταίρων φίλων, ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ δανότατα τοῦ θέρους †ἐκπεπρισμένα†, κἀνθρακίζων τοὐρεβίνθου
1137τήν τε φηγὸν ἐμπυρεύων, χἄμα τὴν Θρᾷτταν κυνῶν τῆς γυναικὸς λουμένης.
1140ΧΟΡΌΣ: οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα, τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα, εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη; ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς. ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,
1145τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου. οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον. κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
1150ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας· ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα· ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
1155χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
1156ΧΟΡΌΣ: ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,
1157εὖ ποιοῦντος κὠφελοῦντος
1158τοῦ φεοῦ τἀρώματα.
1159ΧΟΡΌΣ: ἡνίκʼ ἂν δʼ ἀχέτας ᾄδῃ τὸν ἡδὺν νόμον, διασκοπῶν ἥδομαι τὰς Λημυνίας ἀμπέλους, εἰ πεπαίνουσιν ἤ-
1164δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ, τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ· εἶθʼ ὁπόταν ᾖ πέπων, ἐσθίω κἀπέχω χἄμα φήμʼ, ὧραι φίλαι· καὶ
1169τοῦ θύμου τρίβων κυκῶμαι· κᾆτα γίγνομαι παχὺς τηνικαῦτα τοῦ θέρους
1172ΧΟΡΌΣ: μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ, ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν· ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα, τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
1177κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.† ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά, τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
1182τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών· εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν. ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
1187ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
1188ΧΟΡΌΣ: πολλὰ γὰρ δή μʼ ἠδίκησαν,
1189ὄντες οἴκοι μὲν λέοντες
1190ἐν μάχῃ δʼ ἀλώπεκες.
1191ΤΡΥΓΑΙ͂ΟΣ: ἰοὺ ἰού.
1192ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.
1193ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
1194πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
1195ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
1196καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
1197ΔΡΕΠΑΝΟΥΡΓΌΣ: ποῦ ποῦ Τρυγαῖός ἐστιν;
1197bΤΡΥΓΑΙ͂ΟΣ: ἀναβράττω κίχλας.
1198ΔΡΕΠΑΝΟΥΡΓΌΣ: ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ
1199δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ
1200οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,
1201νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·
1202ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
1203ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε
1204καὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
1205ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν
1206τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
1207ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε
1208ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ
1209ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Part 26
1210ΛΟΦΟΠΟΙΌΣ: οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας.
1211ΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;
1212ΛΟΦΟΠΟΙΌΣ: ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
1213καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.
1214ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
1215ΛΟΦΟΠΟΙΌΣ: αὐτὸς σὺ τί δίδως;
1215bΤΡΥΓΑΙ͂ΟΣ: ὅ τι δίδωμʼ; αἰσχύνομαι.
1216ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,
1217δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.
1218ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
1219ΛΟΦΟΠΟΙΌΣ: ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
1220κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν.
1221ΤΡΥΓΑΙ͂ΟΣ: ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
1222τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
1223οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.
1224ΘΩΡΑΚΟΠΏΛΗΣ: τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
1225ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
1226ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
1227ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
1228ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—
1229ΘΩΡΑΚΟΠΏΛΗΣ: παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
1230ΤΡΥΓΑΙ͂ΟΣ: ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;
1231ΘΩΡΑΚΟΠΏΛΗΣ: ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;
1232ΤΡΥΓΑΙ͂ΟΣ: τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
1233καὶ τῇδʼ.
1233bΘΩΡΑΚΟΠΏΛΗΣ: ἅμʼ ἀμφοῖν δῆτʼ;
1233cΤΡΥΓΑΙ͂ΟΣ: ἔγωγε νὴ Δία,
1234ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
1235ΘΩΡΑΚΟΠΏΛΗΣ: ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
1236ΤΡΥΓΑΙ͂ΟΣ: ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν
1237τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
1238ΘΩΡΑΚΟΠΏΛΗΣ: ἴθι δὴ ʼξένεγκε τἀργύριον.
1238bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦγαθὲ
1239θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.
Part 27
1240ΣΑΛΠΙΓΓΟΠΟΙΌΣ: τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
1241ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
1242ΤΡΥΓΑΙ͂ΟΣ: μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
1243ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
1244γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
1245ΣΑΛΠΙΓΓΟΠΟΙΌΣ: οἴμοι καταγελᾷς.
1245bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἕτερον παραινέσω.
1246τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
1247ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
1248πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
1249τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
1250ΚΡΑΝΟΠΟΙΌΣ: ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,
1251ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·
1252καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;
1253ΤΡΥΓΑΙ͂ΟΣ: πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
1254ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
1255ΔΟΡΥΞΌΣ: οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.
1256ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
1256bΔΟΡΥΞΌΣ: ἀλλὰ τί
1257ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
1258ΤΡΥΓΑΙ͂ΟΣ: ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
1259ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
1260ΚΡΑΝΟΠΟΙΌΣ: ἀπίωμεν ὦ δορυξέ.
1260bΤΡΥΓΑΙ͂ΟΣ: μηδαμῶς γʼ, ἐπεὶ
1261τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
1262ΔΟΡΥΞΌΣ: πόσον δίδως δῆτʼ;
1262bΤΡΥΓΑΙ͂ΟΣ: εἰ διαπρισθεῖεν δίχα,
1263λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.
1264ΔΟΡΥΞΌΣ: ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
1265ΤΡΥΓΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται
1266οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
1267ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.
1268ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,
1269αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
1270ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
1270bΤΡΥΓΑΙ͂ΟΣ: παῦσαι
1271ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
1272εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.
1273ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
1274σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
1275ΤΡΥΓΑΙ͂ΟΣ: ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
Part 28
1276ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
1277ΤΡΥΓΑΙ͂ΟΣ: ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
1278οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
1279ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
1280ΤΡΥΓΑΙ͂ΟΣ: ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί·
1281ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.
1282ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
1283ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
1284ΤΡΥΓΑΙ͂ΟΣ: εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.
1285ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι.
1286ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: θωρήσσοντʼ ἄρʼ ὄτειτα πεπαυμένοι—
1286bΤΡΥΓΑΙ͂ΟΣ: ἄσμενοι, οἶμαι.
1287ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
1288ΤΡΥΓΑΙ͂ΟΣ: κάκιστʼ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·
1289οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτʼ εἶ;
1290ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἐγώ;
1290bΤΡΥΓΑΙ͂ΟΣ: σὺ μέντοι νὴ Δίʼ.
1290cΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: υἱὸς Λαμάχου.
1291ΤΡΥΓΑΙ͂ΟΣ: αἰβοῖ·
1292ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
1293ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
1294ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.
1295ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;
1296ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι
1297οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
1298ΠΑΙ͂Σ ΚΛΕΩΝΎΜΟΥ: ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
1299ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
1300ΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρʼ ᾄδεις;
1301ΠΑΙ͂Σ ΚΛΕΩΝΎΜΟΥ: ψυχὴν δʼ ἐξεσάωσα—
1301bΤΡΥΓΑΙ͂ΟΣ: κατῄσχυνας δὲ τοκῆας.
1302ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ εἰσίωμεν. εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶς
1303ὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος
1304οὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.
1305ΤΡΥΓΑΙ͂ΟΣ: ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντων
1306φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.
1307ἀλλʼ ἀνδρικῶς ἐμβάλλετε
1308καὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γὰρ ὦ πόνηροι
1310λευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται.
Part 29
1311ΧΟΡΌΣ: ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
1312ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·
1313ὡς οὐχὶ πᾶσαν ἡμέραν
1314πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
1315πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν.
1316ΧΟΡΌΣ: εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
1317δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.
1318καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
1319ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
1320ΧΟΡΌΣ: κἀπευξαμένους τοῖσι θεοῖσιν
1321διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
1322κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς
1323πάντας ὁμοίως οἶνόν τε πολύν,
1324σῦκά τε τρώγειν,
1325τάς τε γυναῖκας τίκτειν ἡμῖν,
1326καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν
1327συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
1328λῆξαί τʼ αἴθωνα σίδηρον.
1329ΤΡΥΓΑΙ͂ΟΣ: δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,
1330χὤπως μετʼ ἐμοῦ καλὴ
1331καλῶς κατακείσει.
1332Ὑμὴν Ὑμέναιʼ ὦ.
1333ἩΜΙΧΌΡΙΟΝ Β: ὦ τρὶς μάκαρ ὡς δικαίως
1334τἀγαθὰ νῦν ἔχεις.
1335ἩΜΙΧΌΡΙΟΝ Α: Ὑμὴν Ὑμέναιʼ ὦ.
1335aἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ.
1336ἩΜΙΧΌΡΙΟΝ Α: τί δράσομεν αὐτήν;
1337ἩΜΙΧΌΡΙΟΝ Β: τί δράσομεν αὐτήν;
1338ἩΜΙΧΌΡΙΟΝ Α: τρυγήσομεν αὐτήν,
1339ἩΜΙΧΌΡΙΟΝ Β: τρυγήσομεν αὐτήν.
1340ἩΜΙΧΌΡΙΟΝ Α: ἀλλʼ ἀράμενοι φέρωμεν
1340aοἱ προτεταγμένοι
1341τὸν νυμφίον ὦνδρες.
1342ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,
1343ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,
1344ΤΡΥΓΑΙ͂ΟΣ: οἰκήσετε γοῦν καλῶς
1345οὐ πράγματʼ ἔχοντες, ἀλλὰ
1346συκολογοῦντες.
1347ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,
1348ἩΜΙΧΌΡΙΟΝ Α: Ὑμὴν Ὑμέναιʼ ὦ.
1349ἩΜΙΧΌΡΙΟΝ Β: τοῦ μὲν μέγα καὶ παχύ.
1350ἩΜΙΧΌΡΙΟΝ Α: τῆς δʼ ἡδὺ τὸ σῦκον.
Part 30
1351ΤΡΥΓΑΙ͂ΟΣ: φήσεις γʼ ὅταν ἐσθίῃς
1352οἶνόν τε πίῃς πολύν.
1353ΧΟΡΌΣ: Ὑμὴν Ὑμέναιʼ ὦ,
1354Ὑμὴν Ὑμέναιʼ ὦ.
1355ΤΡΥΓΑΙ͂ΟΣ: ὦ χαίρετε χαίρετʼ ἄνδρες,
1356κἂν ξυνέπησθέ μοι
1357πλακοῦντας ἔδεσθε.
Birds
Contents — 38 sections
Part 1
1EUELPIDES: Do you think I should walk straight for yon tree?
2PISTHETAERUS: Cursed beast, what are you croaking to me? . . . to retrace my steps?
3EUELPIDES: Why, you wretch, we are wandering at random, we are exerting ourselves only to return to the same spot; we're wasting our time.
5PISTHETAERUS: To think that I should trust to this crow, which has made me cover more than a thousand furlongs!
7EUELPIDES: And that I, in obedience to this jay, should have worn my toes down to the nails!
9PISTHETAERUS: If only I knew where we were . . .
10EUELPIDES: Could you find your country again from here?
11PISTHETAERUS: No, I feel quite sure I could not, any more than could Execestides find his.
12EUELPIDES: Alas!
12bPISTHETAERUS: Aye, aye, my friend, it's surely the road of alases we are following.
13EUELPIDES: That Philocrates, the bird-seller, played us a scurvy trick,
15when he pretended these two guides could help us to find Tereus, the Epops, who is a bird, without being born of one. He has indeed sold us this jay, a true son of Tharrhelides, for an obolus, and this crow for three, but what can they do? Why, nothing whatever but bite and scratch!
20What's the matter with you then, that you keep opening your beak? Do you want us to fling ourselves headlong down these rocks? There is no road that way.
22bPISTHETAERUS: Not even the vestige of a trail in any direction
23EUELPIDES: And what does the crow say about the road to follow?
24PISTHETAERUS: By Zeus, it no longer croaks the same thing it did.
25EUELPIDES: And which way does it tell us to go now?
25bPISTHETAERUS: It says that, by dint of gnawing, it will devour my fingers.
27EUELPIDES: What misfortune is ours! we strain every nerve to get to the crows, do everything we can to that end, and we cannot find our way!
30Yes, spectators, our madness is quite different from that of Sacas. He is not a citizen, and would fain be one at any cost; we, on the contrary, born of an honorable tribe and family and living in the midst of our fellow-citizens,
35we have fled from our country as hard as ever we could go. It's not that we hate it; we recognize it to be great and rich, likewise that everyone has the right to ruin himself paying taxes; but the crickets only chirrup among the fig-trees for a month or two,
40whereas the Athenians spend their whole lives in chanting forth judgments from their law-courts. That is why we started off with a basket, a stew-pot and some myrtle boughs and have come to seek a quiet country
45in which to settle. We are going to Tereus, the Epops, to learn from him, whether, in his aerial flights, he has noticed some town of this kind.
49PISTHETAERUS: Here! look!
49bEUELPIDES: What's the matter?
49cPISTHETAERUS: Why, the crow has been directing me
50to something up there for some time now.
Part 2
50bEUELPIDES: And the jay is also opening it beak and craning its neck to show me I know not what. Clearly, there are some birds about here. We shall soon know, if we kick up a noise to start them.
54PISTHETAERUS: Do you know what to do? Knock your leg against this rock.
55EUELPIDES: And you your head to double the noise.
56PISTHETAERUS: Well then use a stone instead; take one and hammer with it.
56bEUELPIDES: Good idea! He does so. Ho there, within! Slave! slave!
57bPISTHETAERUS: What's that, friend! You say, slave, to summon Epops? It would be much better to shout, Epops, Epops!
59EUELPIDES: Well then, Epops! Must I knock again? Epops!
60bTROCHILUS: Rushing out of a thicket. Who's there? Who calls my master?
61PISTHETAERUS: Apollo the Deliverer! what an enormous beak!
62TROCHILUS: Good god! they are bird-catchers.
63EUELPIDES: But is it so terrible? Wouldn't it be better to explain things?
64TROCHILUS: You're done for.
64bEUELPIDES: But we are not men.
64cTROCHILUS: What are you, then?
65EUELPIDES: I am the Fearling, an African bird.
66TROCHILUS: You talk nonsense.
66bEUELPIDES: Well, then, just ask it of my feet.
67TROCHILUS: And this other one, what bird is it? To Pisthetaerus. Speak up!
68PISTHETAERUS: I? I am a Crapple, from the land of the pheasants.
69EUELPIDES: But you yourself, in the name of the gods! what animal are you?
Part 3
70TROCHILUS: Why, I am a slave-bird.
70bEUELPIDES: Why, have you been conquered by a cock?
71bTROCHILUS: No, but when my master was turned into a hoopoe, he begged me to become a bird also, to follow and to serve him.
74EUELPIDES: Does a bird need a servant, then?
75TROCHILUS: That's no doubt because he was once a man. At times he wants to eat a dish of sardines from Phalerum; I seize my dish and fly to fetch him some. Again he wants some pea-soup; I seize a ladle and a pot and run to get it.
79bEUELPIDES: This is, then,
80truly a running-bird. Come, Trochilus, do us the kindness to call your master.
81bTROCHILUS: Why, he has just fallen asleep after a feed of myrtle-berries and a few grubs.
83EUELPIDES: Never mind; wake him up.
83bTROCHILUS: I am certain he will be angry. However, I will wake him to please you.
85PISTHETAERUS: You cursed brute! why, I am almost dead with terror!
86EUELPIDES: Oh! my god! it was sheer fear that made me lose my jay.
87bPISTHETAERUS: Ah! you big coward! were you so frightened that you let go your jay?
88bEUELPIDES: And did you not lose your crow, when you fell sprawling on the ground? Tell me that.
90PISTHETAERUS: Not at all.
90bEUELPIDES: Where is it, then?
90cPISTHETAERUS: It flew away.
91EUELPIDES: And you did not let it go? Oh! you brave fellow!
92EPOPS: Open the thicket, that I may go out!
93EUELPIDES: By Heracles! what a creature! what plumage! What means this triple crest?
95EPOPS: Who wants me?
Part 4
95bEUELPIDES: The twelve great gods have used you ill, it seems.
96bEPOPS: Are you twitting me about my feathers? I have been a man, strangers.
98bEUELPIDES: It's not you we are jeering at.
98cEPOPS: At what, then?
99EUELPIDES: Why, it's your beak that looks so ridiculous to us.
100EPOPS: This is how Sophocles outrages me in his tragedies. Know, I once was Tereus.
102EUELPIDES: You were Tereus, and what are you now? a bird or a peacock?
103EPOPS: I am a bird.
103bEUELPIDES: Then where are your feathers? I don't see any.
104EPOPS: They have fallen off.
104bEUELPIDES: Through illness?
105EPOPS: No. All birds moult their feathers, you know, every winter, and others grow in their place. But tell me, who are you?
107bEUELPIDES: We? We are mortals.
108EPOPS: From what country?
108bEUELPIDES: From the land of the beautiful galleys.
109EPOPS: Are you dicasts?
109bEUELPIDES: No, if anything,
110we are anti-dicasts.
110bEPOPS: Is that kind of seed sown among you?
111bEUELPIDES: You have to look hard to find even a little in our fields.
112EPOPS: What brings you here?
Part 5
113EUELPIDES: We wish to pay you a visit.
114EPOPS: What for?
114bEUELPIDES: Because you formerly were a man, like we are,
115formerly you had debts, as we have, formerly you did not want to pay them, like ourselves; furthermore, being turned into a bird, you have when flying seen all lands and seas. Thus you have all human knowledge as well as that of birds.
120And hence we have come to you to beg you to direct us to some cosy town, in which one can repose as if on thick coverlets.
123EPOPS: And are you looking for a greater city than Athens?
124EUELPIDES: No, not a greater, but one more pleasant to live in.
125EPOPS: Then you are looking for an aristocratic country.
125bEUELPIDES: I? Not at all! I hold the son of Scellias in horror.
127EPOPS: But, after all, what sort of city would please you best?
128EUELPIDES: A place where the following would be the most important business transacted. —Some friend would come knocking at the door quite early in the morning
130saying, By Olympian Zeus, be at my house early, as soon as you have bathed, and bring your children too. I am giving a nuptial feast, so don't fail, or else don't cross my threshold when I am in distress.
135EPOPS: Ah! that's what may be called being fond of hardships! To Pisthetaerus. And what say you?
136bPISTHETAERUS: My tastes are similar.
136cEPOPS: And they are?
137PISTHETAERUS: I want a town where the father of a handsome lad will stop in the street and say to me reproachfully as if I had failed him, Ah! Is this well done, Stilbonides?
140You met my son coming from the bath after the gymnasium and you neither spoke to him, nor kissed him, nor took him with you, nor ever once felt his balls. Would anyone call you an old friend of mine?
143EPOPS: Ah! wag, I see you are fond of suffering. But there is a city of delights such as you want.
145It's on the Red Sea.
145bEUELPIDES: Oh, no. Not a sea-port, where some fine morning the Salaminian galley can appear, bringing a process-server along. Have you no Greek town you can propose to us?
149EPOPS: Why not choose Lepreum in Elis for your settlement?
150bEUELPIDES: By Zeus! I could not look at Lepreum without disgust, because of Melanthius.
152EPOPS: Then, again, there is the Opuntian Locris, where you could live.
153bEUELPIDES: I would not be Opuntian for a talent.
155But come, what is it like to live with the birds? You should know pretty well.
156bEPOPS: Why, it's not a disagreeable life. In the first place, one has no purse.
Part 6
158EUELPIDES: That does away with a lot of roguery.
159EPOPS: For food the gardens yield us white sesame,
160myrtle-berries, poppies and mint.
161EUELPIDES: Why, 'tis the life of the newly-wed indeed.
161bPISTHETAERUS: Ha! I am beginning to see a great plan, which will transfer the supreme power to the birds, if you will but take my advice.
164EPOPS: Take your advice? In what way?
164bPISTHETAERUS: In what way? Well, firstly,
165do not fly in all directions with open beak; it is not dignified. Among us, when we see a thoughtless man, we ask, What sort of bird is this? and Teleas answers, It's a man who has no brain, a bird that has lost his head, a creature
170you cannot catch, for it never remains in any one place.
171EPOPS: By Zeus himself! your jest hits the mark. What then is to be done?
172bPISTHETAERUS: Found a city.
173EPOPS: We birds? But what sort of city should we build?
174PISTHETAERUS: Oh, really, really! you talk like such a fool!
175Look down.
175bEPOPS: I am looking.
175cPISTHETAERUS: Now look up.
176EPOPS: I am looking.
176bPISTHETAERUS: Turn your head round.
176cEPOPS: Ah! it will be pleasant for me if I end in twisting my neck off!
178PISTHETAERUS: What have you seen?
178bEPOPS: The clouds and the sky.
179PISTHETAERUS: Very well! is not this the pole of the birds then?
180EPOPS: How their pole?
180bPISTHETAERUS: Or, if you like it, their place. And since it turns and passes through the whole universe, it is called ‘pole.’ If you build and fortify it, you will turn your pole into a city.
185In this way you will reign over mankind as you do over the grasshoppers and you will cause the gods to die of rabid hunger.
Part 7
187EPOPS: How so?
187bPISTHETAERUS: The air is between earth and heaven. When we want to go to Delphi, we ask the Boeotians for leave of passage;
190in the same way, when men sacrifice to the gods, unless the latter pay you tribute, you exercise the right of every nation towards strangers and don't allow the smoke of the sacrifices to pass through your city and territory.
194EPOPS: By earth! by snares! by network! by cages!
195I never heard of anything more cleverly conceived; and, if the other birds approve, I am going to build the city along with you.
198PISTHETAERUS: Who will explain the matter to them?
198bEPOPS: You must yourself. Before I came they were quite ignorant,
200but since I have lived with them I have taught them to speak.
201PISTHETAERUS: But how can they be gathered together?
201bEPOPS: Easily. I will hasten down to the thicket to waken my dear Procne
205and as soon as they hear our voices, they will come to us hot wing.
206PISTHETAERUS: My dear bird, lose no time, please! Fly at once into the thicket and awaken Procne.
209EPOPS: Chase off drowsy sleep, dear companion.
210Let the sacred hymn gush from thy divine throat in melodious strains; roll forth in soft cadence your refreshing melodies to bewail the fate of Itys, which has been the cause of so many tears to us both.
215Your pure notes rise through the thick leaves of the yew-tree right up to the throne of Zeus, where Phoebus listens to you, Phoebus with his golden hair. And his ivory lyre responds to your plaintive accents;
220he gathers the choir of the gods and from their immortal lips pours forth a sacred chant of blessed voices.
223PISTHETAERUS: Oh! by Zeus! what a throat that little bird possesses. He has filled the whole thicket with honey-sweet melody!
225EUELPIDES: Hush!
225bPISTHETAERUS: What's the matter?
225cEUELPIDES: Be still!
225dPISTHETAERUS: What for?
226EUELPIDES: Epops is going to sing again.
227EPOPS: Epopopoi popoi popopopoi popoi, here, here, quick, quick, quick, my comrades in the air;
230all you who pillage the fertile lands of the husbandmen, the numberless tribes who gather and devour the barley seeds, the swift flying race that sings so sweetly. And you whose gentle twitter
235resounds through the fields with the little cry of tiotiotiotiotiotiotiotio; and you who hop about the branches of the ivy in the gardens;
240the mountain birds, who feed on the wild olive-berries or the arbutus, hurry to come at my call, trioto, trioto, totobrix; you also, who snap up the sharp-stinging
245gnats in the marshy vales, and you who dwell in the fine plain of Marathon, all damp with dew, and you, the francolin with speckled wings;
250you too, the halcyons, who flit over the swelling waves of the sea, come hither to hear the tidings; let all the tribes of long-necked birds assemble here;
255know that a clever old man has come to us, bringing an entirely new idea and proposing great reforms. Let all come to the debate here, here, here, here.
260Torotorotorotorotix, kikkabau, kikkabau, torotorotorolililix.
263PISTHETAERUS: Can you see any bird?
263bEUELPIDES: By Phoebus, no! and yet I am straining my eyesight to scan the sky.
265PISTHETAERUS: It was hardly worth Epops' while to go and bury himself in the thicket like a hatching plover.
267A BIRD: Torotix, torotix.
Part 8
268PISTHETAERUS: Wait, friend, there's a bird.
269EUELPIDES: By Zeus, it is a bird, but what kind? Isn't it a peacock?
270PISTHETAERUS: Epops will tell us. What is this bird?
271EPOPS: It's not one of those you are used to seeing; it's a bird from the marshes.
272bEUELPIDES: Oh! oh! but he is very handsome with his wings as crimson as flame.
273EPOPS: Undoubtedly; indeed he is called flamingo.
274EUELPIDES: Hi! I say! You!
274bPISTHETAERUS: What are you shouting for?
274cEUELPIDES: Why, here's another bird.
275PISTHETAERUS: Aye, indeed; this one's a foreign bird too. To Epops. What is this bird from beyond the mountains with a look as solemn as it is stupid?
277EPOPS: He is called the Mede.
277bEUELPIDES: The Mede! But, by Heracles, how, if a Mede, has he flown here without a camel?
279PISTHETAERUS: Here's another bird with a crest.
280EUELPIDES: Ah! that's curious. I say, Epops, you are not the only one of your kind then?
281bEPOPS: This bird is the son of Philocles, who is the son of Epops; so that, you see, I am his grandfather; just as one might say, Hipponicus, the son of Callias, who is the son of Hipponicus.
284EUELPIDES: Then this bird is Callias! Why, what a lot of his feathers he has lost!
285EPOPS: That's because he is honest; so the informers set upon him and the women too pluck out his feathers.
287EUELPIDES: By Poseidon, do you see that many-coloured bird? What is his name?
288bEPOPS: This one? That's the glutton.
289EUELPIDES: Is there another glutton besides Cleonymus?
290But why, if he is Cleonymus, has he not thrown away his crest?
291But what is the meaning of all these crests? Have these birds come to contend for the double stadium prize?
Part 9
292bEPOPS: They are like the Carians, who cling to the crests of their mountains for greater safety.
294PISTHETAERUS: Oh, Poseidon! look what awful swarms of birds are gathering here!
295bEUELPIDES: By Phoebus! what a cloud! The entrance to the stage is no longer visible so closely do they fly together.
297PISTHETAERUS: Here is the partridge.
297aEUELPIDES: Why, there is the francolin.
298PISTHETAERUS: There is the poachard.
298aEUELPIDES: Here is the kingfisher.
299To Epops. What's that bird behind the kingfisher?
299bEPOPS: That's the barber.
300EUELPIDES: What? a bird a barber?
300bPISTHETAERUS: Why, Sporgilus is one.
301EPOPS: Here comes the owl.
301bEUELPIDES: And who is it brings an owl to Athens?
302EPOPS: Here is the magpie, the turtle-dove, the swallow, the horned-owl, the buzzard, the pigeon, the falcon, the ring-dove, the cuckoo, the red-foot, the red-cap, the purple-cap, the kestrel, the diver, the ousel, the osprey, the woodpecker . . .
305PISTHETAERUS: Oh! what a lot of birds! Oh! what a lot of blackbirds! How they scold, how they come rushing up! What a noise! what a noise! Can they be bearing us ill-will? Oh! there! there! they are opening their beaks and staring at us.
308bEUELPIDES: Why, so they are.
310LEADER OF THE CHORUS: Popopopopopo. Where is he who called me? Where am I to find him?
312EPOPS: I have been waiting for you a long while! I never fail in my word to my friends.
313LEADER OF THE CHORUS: Tititititititi. What good news
315have you for me?
316EPOPS: Something that concerns our common safety, and that is just as pleasant as it is to the point. Two men, who are subtle reasoners, have come here to seek me.
318LEADER OF THE CHORUS: Where? How? What are you saying?
Part 10
320EPOPS: I say, two old men have come from the abode of humans to propose a vast and splendid scheme to us.
322LEADER OF THE CHORUS: Oh! it's a horrible, unheard-of crime! What are you saying?
323bEPOPS: Never let my words scare you.
323cLEADER OF THE CHORUS: What have you done to me?
324EPOPS: I have welcomed two men, who wish to live with us.
325LEADER OF THE CHORUS: And you have dared to do that!
325bEPOPS: Yes, and I am delighted at having done so.
326LEADER OF THE CHORUS: And are they already with us?
326bEPOPS: Just as much as I am.
327CHORUS: Ah! ah! we are betrayed; 'tis sacrilege! Our friend,
330he who picked up corn-seeds in the same plains as ourselves, has violated our ancient laws; he has broken the oaths that bind all birds; he has laid a snare for me, he has handed us over to the attacks of that impious race which, throughout all time,
335has never ceased to war against us.
336LEADER OF THE CHORUS: As for this traitorous bird, we will decide his case later, but the two old men shall be punished forthwith; we are going to tear them to pieces.
338bPISTHETAERUS: It's all over with us.
339EUELPIDES: You are the sole cause of all our trouble.
340Why did you bring me from down yonder?
340bPISTHETAERUS: To have you with me.
341EUELPIDES: Say rather to have me melt into tears.
341bPISTHETAERUS: Go on! you are talking nonsense. How will you weep with your eyes pecked out?
343CHORUS: Io! io! forward to the attack, throw yourselves upon the foe,
345spill his blood; take to your wings and surround them on all sides. Woe to them! let us get to work with our beaks, let us devour them.
350Nothing can save them from our wrath, neither the mountain forests, nor the clouds that float in the sky, nor the foaming deep.
352LEADER OF THE CHORUS: Come, peck, tear to ribbons. Where is the chief of the cohort? Let him engage the right wing.
354EUELPIDES: This is the fatal moment. Where shall I fly to, unfortunate wretch that I am?
354bPISTHETAERUS: Wait! Stay here!
Part 11
355EUELPIDES: That they may tear me to pieces?
355bPISTHETAERUS: And how do you think to escape them?
356bEUELPIDES: I don't know at all.
356cPISTHETAERUS: Come, I will tell you. We must stop and fight them. Let us arm ourselves with these stew-pots.
358EUELPIDES: Why with the stew-pots?
358bPISTHETAERUS: The owl will not attack us then.
359EUELPIDES: But do you see all those hooked claws?
359bPISTHETAERUS: Take the spit
360and pierce the foe on your side.
360bEUELPIDES: And how about my eyes?
361PISTHETAERUS: Protect them with this dish or this vinegar-pot.
362EUELPIDES: Oh! what cleverness! what inventive genius! You are a great general, even greater than Nicias, where stratagem is concerned.
364LEADER OF THE CHORUS: Forward, forward, charge with your beaks! Come, no delay.
365Tear, pluck, strike, flay them, and first of all smash the stew-pot.
366EPOPS: Oh, most cruel of all animals, why tear these two men to pieces, why kill them? What have they done to you? They belong to the same tribe, to the same family as my wife.
369LEADER OF THE CHORUS: Are wolves to be spared? Are they not our most mortal foes?
370So let us punish them.
371EPOPS: If they are your foes by nature, they are your friends in heart, and they come here to give you useful advice.
373LEADER OF THE CHORUS: Advice or a useful word from their lips, from them, the enemies of my forebears?
375EPOPS: The wise can often profit by the lessons of a foe, for caution is the mother of safety. It is just such a thing as one will not learn from a friend and which an enemy compels you to know. To begin with, it's the foe and not the friend that taught cities to build high walls, to equip long vessels of war;
380and it's this knowledge that protects our children, our slaves and our wealth.
381LEADER OF THE CHORUS: Well then, I agree, let us first hear them, for that is best; one can even learn something in an enemy's school.
383PISTHETAERUS: Their wrath seems to cool. Draw back a little.
384EPOPS: It's only justice, and you will thank me later.
Part 12
385LEADER OF THE CHORUS: Never have we opposed your advice up to now.
386PISTHETAERUS: They are in a more peaceful mood; put down your stew-pot and your two dishes; spit in hand, doing duty for a spear, let us mount guard inside the camp
390close to the pot and watch in our arsenal closely; for we must not fly.
393EUELPIDES: You are right. But where shall we be buried, if we die?
395PISTHETAERUS: In the Ceramicus; for, to get a public funeral, we shall tell the Strategi that we fell at Orneae, fighting the country's foes.
400LEADER OF THE CHORUS: Return to your ranks and lay down your courage beside your wrath as the hoplites do. Then let us ask these men who they are, whence they come,
405and with what intent. Here, Epops, answer me.
407EPOPS: Are you calling me? What do you want of me?
408LEADER OF THE CHORUS: Who are they? From what country?
409EPOPS: Strangers, who have come from Greece, the land of the wise.
410LEADER OF THE CHORUS: And what fate has led them hither to the land of the birds?
412bEPOPS: Their love for you and their wish to share your kind of life; to dwell and
415remain with you always.
416LEADER OF THE CHORUS: Indeed, and what are their plans?
417EPOPS: They are wonderful, incredible, unheard of.
418LEADER OF THE CHORUS: Why, do they think to see some advantage that determines them to settle here? Are they hoping with our help
420to triumph over their foes or to be useful to their friends?
422EPOPS: They speak of benefits so great it is impossible either to describe or conceive them; all shall be yours,
425all that we see here, there, above and below us; this they vouch for.
427LEADER OF THE CHORUS: Are they mad?
428EPOPS: They are the sanest people in the world.
429LEADER OF THE CHORUS: Clever men?
430EPOPS: The slyest of foxes, cleverness its very self, men of the world, cunning, the cream of knowing folk.
432LEADER OF THE CHORUS: Tell them to speak and speak quickly; why, as I listen to you, I am beside myself with delight.
435EPOPS: Here, you there, take all these weapons and hang them up inside close to the fire, near the figure of the god who presides there and under his protection; To Pisthetaerus. as for you, address the birds, tell them why I have gathered them together.
Part 13
439bPISTHETAERUS: Not I, by Apollo,
440unless they agree with me as the little ape of an armorer agreed with his wife, not to bite me, nor pull me by the balls, nor shove things into my . . .
442bEUELPIDES: Do you mean this?
443bPISTHETAERUS: No, I mean my eyes.
444LEADER OF THE CHORUS: Agreed.
444bPISTHETAERUS: Swear it.
445LEADER OF THE CHORUS: I swear it and, if I keep my promise, let judges and spectators give me the victory unanimously.
446bPISTHETAERUS: It is a bargain.
447LEADER OF THE CHORUS: And if I break my word, may I succeed by one vote only.
448EPOPS: Hearken, ye people! Hoplites, pick up your weapons and return to your firesides;
450do not fail to read the decrees of dismissal we have posted.
451CHORUS: Man is a truly cunning creature, but nevertheless explain. Perhaps you are going to show me some good way
455to extend my power, some way that I have not had the wit to find out and which you have discovered. Speak! 'tis to your own interest as well as to mine, for if you secure me some advantage, I will surely share it with you.
460LEADER OF THE CHORUS: But what object can have induced you to come among us? Speak boldly, for I shall not break the truce, —until you have told us all.
462PISTHETAERUS: I am bursting with desire to speak; I have already mixed the dough of my address and nothing prevents me from kneading it.... Slave! bring the chaplet and water, which you must pour over my hands. Be quick!
464bEUELPIDES: Is it a question of feasting? What does it all mean?
465PISTHETAERUS: By Zeus, no! but I am hunting for fine, tasty words to break down the hardness of their hearts. To the Chorus. I grieve so much for you, who at one time were kings...
467bLEADER OF THE CHORUS: We kings? Over whom?
467cPISTHETAERUS: ... of all that exists, firstly of me and of this man, even of Zeus himself. Your race is older than Saturn, the Titans and the Earth.
470bLEADER OF THE CHORUS: What, older than the Earth!
470cPISTHETAERUS: By Phoebus, yes.
470dLEADER OF THE CHORUS: By Zeus, but I never knew that before!
471PISTHETAERUS: That's because you are ignorant and heedless, and have never read your Aesop. He is the one who tells us that the lark was born before all other creatures, indeed before the Earth; his father died of sickness, but the Earth did not exist then; he remained unburied for five days, when the bird in its dilemma decided,
475for want of a better place, to entomb its father in its own head.
Part 14
476EUELPIDES: So that the lark's father is buried at Cephalae.
477PISTHETAERUS: Hence, if they existed before the Earth, before the gods, the kingship belongs to them by right of priority.
479EUELPIDES: Undoubtedly, but sharpen your beak well;
480Zeus won't be in a hurry to hand over his scepter to the woodpecker.
481PISTHETAERUS: It was not the gods, but the birds, who were formerly the masters and kings over men; of this I have a thousand proofs. First of all, I will point you to the cock, who governed the Persians before all other monarchs, before Darius and Megabazus.
485It's in memory of his reign that he is called the Persian bird.
486EUELPIDES: For this reason also, even to-day, he alone of all the birds wears his tiara straight on his head, like the Great King.
488PISTHETAERUS: He was so strong, so great, so feared, that even now, on account of his ancient power,
490everyone jumps out of bed as soon as ever he crows at daybreak. Blacksmiths, potters, tanners, shoemakers, bathmen, corn-dealers, lyre-makers and armorers, all put on their shoes and go to work before it is daylight.
492bEUELPIDES: I can tell you something about that. It was the cock's fault that I lost a splendid tunic of Phrygian wool. I was at a feast in town, given to celebrate the birth of a child; I had drunk pretty freely
495and had just fallen asleep, when a cock, I suppose in a greater hurry than the rest, began to crow. I thought it was dawn and set out for Halimus. I had hardly got beyond the walls, when a footpad struck me in the back with his bludgeon; down I went and wanted to shout, but he had already made off with my mantle.
499PISTHETAERUS: Formerly also the kite was ruler and king over the Greeks.
500LEADER OF THE CHORUS: The Greeks?
500bPISTHETAERUS: And when he was king, he was the one who first taught them to fall on their knees before the kites.
501bEUELPIDES: By Zeus! that's what I did myself one day on seeing a kite; but at the moment I was on my knees, and leaning backwards with mouth agape, I bolted an obolus and was forced to carry my meal-sack home empty.
504PISTHETAERUS: The cuckoo was king of Egypt and of the whole of Phoenicia.
505When he called out cuckoo, all the Phoenicians hurried to the fields to reap their wheat and their barley.
507EUELPIDES: Hence no doubt the proverb, Cuckoo! cuckoo! go to the fields, ye circumcised.
508PISTHETAERUS: So powerful were the birds that the kings of Grecian cities, Agamemnon, Menelaus, for instance,
510carried a bird on the tip of their scepters, who had his share of all presents.
511EUELPIDES: That I didn't know and was much astonished when I saw Priam come upon the stage in the tragedies with a bird, which kept watching Lysicrates to see if he got any present.
514PISTHETAERUS: But the strongest proof of all is that Zeus, who now reigns,
515is represented as standing with an eagle on his head as a symbol of his royalty; his daughter has an owl, and Phoebus, as his servant, has a hawk.
517EUELPIDES: By Demeter, the point is well taken. But what are all these birds doing in heaven?
518PISTHETAERUS: When anyone sacrifices and, according to the rite, offers the entrails to the gods, these birds take their share before Zeus.
520Formerly men always swore by the birds and never by the gods. And even now Lampon swears by the goose whenever he wishes to deceive someone. Thus it is clear that you were once great and sacred,
523PISTHETAERUS: but now you are looked upon as slaves, as fools, as Maneses; stones
525are thrown at you as at raving madmen, even in holy places. A crowd of bird-catchers sets snares, traps, limed twigs and nets of all sorts for you; you are caught, you are sold in heaps
530and the buyers finger you over to be certain you are fat. Again, if they would but serve you up simply roasted; but they rasp cheese into a mixture of oil, vinegar and laserwort,
535to which another sweet and greasy sauce is added, and the whole is poured scalding hot over your back, for all the world as if you were diseased meat.
539CHORUS: Man, your words have
540made my heart bleed; I have groaned over the treachery of our fathers, who knew not how to transmit to us the high rank they held from their forefathers. But 'tis a benevolent Genius, a happy Fate, that sends you to us;
545you shall be our deliverer and I place the destiny of my little ones and my own in your hands with every confidence.
Part 15
548LEADER OF THE CHORUS: But hasten to tell me what must be done; we should not be worthy to live, if we did not seek to regain our royalty by every possible means.
550PISTHETAERUS: First I advise that the birds gather together in one city and that they build a wall of great bricks, like that at Babylon, round the plains of the air and the whole region of space that divides earth from heaven.
553EPOPS: Oh, Cebriones! oh, Porphyrion! what a terribly strong place!
554PISTHETAERUS: Then, when this has been well done and completed, you demand back the empire from Zeus;
555if he will not agree, if he refuses and does not at once confess himself beaten, you declare a sacred war against him and forbid the gods henceforward to pass through your country with their tools up, as hitherto, for the purpose of laying their Alcmenas, their Alopes, or their Semeles! if they try to pass through,
560you put rings on their tools so that they can't make love any longer. You send another messenger to mankind, who will proclaim to them that the birds are kings, that for the future they must first of all sacrifice to them, and only afterwards to the gods; that it is fitting to appoint to each deity the bird that has most in common with it.
565For instance, are they sacrificing to Aphrodite, let them at the same time offer barley to the coot; are they immolating a sheep to Poseidon, let them consecrate wheat in honor of the duck; if a steer is being offered to Heracles, let honey-cakes be dedicated to the gull; if a goat is being slain for King Zeus, there is a King-Bird, the wren, to whom the sacrifice of a male gnat is due before Zeus himself even.
570EUELPIDES: This notion of an immolated gnat delights me! And now let the great Zeus thunder!
571LEADER OF THE CHORUS: But how will mankind recognize us as gods and not as jays? Us, who have wings and fly?
572bPISTHETAERUS: You talk rubbish! Hermes is a god and has wings and flies, and so do many other gods. First of all, Victory flies with golden wings, Eros is undoubtedly winged too,
575and Iris is compared by Homer to a timorous dove.
576EUELPIDES: But will not Zeus thunder and send his winged bolts against us?
577PISTHETAERUS: If men in their blindness do not recognize us as gods and so continue to worship the dwellers in Olympus? Then a cloud of sparrows greedy for corn must descend upon their fields and eat up all their seeds;
580we shall see then if Demeter will mete them out any wheat.
581EUELPIDES: By Zeus, she'll take good care she does not, and you will see her inventing a thousand excuses.
582PISTHETAERUS: The crows too will prove your divinity to them by pecking out the eyes of their flocks and of their draught-oxen; and then let Apollo cure them, since he is a physician and is paid for the purpose.
585EUELPIDES: Oh! don't do that! Wait first until I have sold my two young bullocks.
586PISTHETAERUS: If on the other hand they recognize that you are God, the principle of life, that you are Earth, Kronos, Poseidon, they shall be loaded with benefits.
587bEPOPS: Name me one of these then.
588PISTHETAERUS: Firstly, the locusts shall not eat up their vine-blossoms; a legion of owls and kestrels will devour them.
590Moreover, the gnats and the gallbugs shall no longer ravage the figs; a flock of thrushes shall swallow the whole host down to the very last.
592EPOPS: And how shall we give wealth to mankind? This is their strongest passion.
593PISTHETAERUS: When they consult the omens, you will point them to the richest mines, you will reveal the paying ventures to the diviner,
595and not another shipwreck will happen or sailor perish.
595bEPOPS: No more shall perish? How is that?
596PISTHETAERUS: When the auguries are examined before starting on a voyage, some bird will not fail to say, Don't start! there will be a storm, or else, Go! you will make a most profitable venture.
598EUELPIDES: I shall buy a trading-vessel and go to sea. I will not stay with you.
Part 16
599PISTHETAERUS: You will discover treasures to them, which were buried in former times,
600for you know them. Do not all men say, None knows where my treasure lies, unless perchance it be some bird.
602EUELPIDES: I shall sell my boat and buy a spade to unearth the vessels.
603LEADER OF THE CHORUS: And how are we to give them health, which belongs to the gods?
604PISTHETAERUS: If they are happy, is not that the chief thing towards health?
605The miserable man is never well.
606LEADER OF THE CHORUS: Old Age also dwells in Olympus. How will they get at it? Must they die in early youth?
607bPISTHETAERUS: Why, the birds, by Zeus,
608will add three hundred years to their life.
608bLEADER OF THE CHORUS: From whom will they take them?
608cPISTHETAERUS: From whom? Why, from themselves. Don't you know the cawing crow lives five times as long as a man?
610EUELPIDES: Ah! ah! these are far better kings for us than Zeus!
611PISTHETAERUS: Far better, are they not? And firstly, we shall not have to build them temples of hewn stone, closed with gates of gold;
615they will dwell amongst the bushes and in the thickets of green oak; the most venerated of birds will have no other temple than the foliage of the olive tree; we shall not go to Delphi or to Ammon
620to sacrifice; but standing erect in the midst of arbutus and wild olives and holding forth our hands filled with wheat and barley, we shall pray them to admit us to a share of the blessings they enjoy
625and shall at once obtain them for a few grains of wheat.
627LEADER OF THE CHORUS: Old man, whom I detested, you are now to me the dearest of all; never shall I, if I can help it, fail to follow your advice.
629CHORUS: Inspirited by your words,
630I threaten my rivals the gods, and I swear that if you march in alliance with me against the gods and are faithful to our just, loyal and sacred bond, we shall soon have shattered their scepter.
637LEADER OF THE CHORUS: We shall charge ourselves with the performance of everything that requires force; that which demands thought and deliberation shall be yours to supply.
639EPOPS: By Zeus! it's no longer
640the time to delay and loiter like Nicias; let us act as promptly as possible.... In the first place, come, enter my nest built of brushwood and blades of straw, and tell me your names.
643bPISTHETAERUS: That is soon done; my name is Pisthetaerus, and his,
645Euelpides, of the deme Crioa.
645bEPOPS: Good! and good luck to you.
646bPISTHETAERUS: We accept the omen.
646cEPOPS: Come in here.
647PISTHETAERUS: Very well, you are the one who must lead us and introduce us.
647bEPOPS: Come then.
Part 17
648PISTHETAERUS: Oh! my god! do come back here. Hi! tell us how
650we are to follow you. You can fly, but we cannot.
651EPOPS: Well, well.
651bPISTHETAERUS: Remember Aesop's fables. It is told there that the fox fared very badly, because he had made an alliance with the eagle.
654EPOPS: Be at ease. You shall eat a certain root
655and wings will grow on your shoulders.
656PISTHETAERUS: Then let us enter. Xanthias and Manodorus, pick up our baggage.
658LEADER OF THE CHORUS: Hi! Epops! do you hear me?
658bEPOPS: What's the matter?
658cLEADER OF THE CHORUS: Take them off to dine well and call your mate, the melodious Procne, whose songs are worthy of the Muses;
660she will delight our leisure moments.
661PISTHETAERUS: Oh! I conjure you, accede to their wish; for this delightful bird will leave her rushes at the sound of your voice;
663for the sake of the gods, let her come here, so that we may contemplate the nightingale.
665EPOPS: Let it be as you desire. Come forth, Procne, show yourself to these strangers.
667PISTHETAERUS: Oh! great Zeus! what a beautiful little bird! what a dainty form! what brilliant plumage!
668bDo you know how dearly I should like to get between her thighs?
670EUELPIDES: She is dazzling all over with gold, like a young girl.
671Oh! how I should like to kiss her!
672PISTHETAERUS: Why, wretched man, she has two little sharp points on her beak!
673EUELPIDES: I would treat her like an egg, the shell of which we remove before eating it; I would take off her mask and then kiss her pretty face.
675EPOPS: Let us go in.
675bPISTHETAERUS: Lead the way, and may success attend us. Epops goes into the thicket, followed by Pisthetaerus and Euelpides.
676CHORUS: Lovable golden bird, whom I cherish above all others, you, whom I associate with all my songs, nightingale,
680you have come, you have come, to show yourself to me and to charm me with your notes. Come, you, who play spring melodies upon the harmonious flute, lead off our anapests.
685LEADER OF THE CHORUS: Weak mortals, chained to the earth, creatures of clay as frail as the foliage of the woods, you unfortunate race, whose life is but darkness, as unreal as a shadow, the illusion of a dream, hearken to us, who are immortal beings, ethereal, ever young and occupied with eternal thoughts, for we shall teach you about all celestial matters;
690you shall know thoroughly what is the nature of the birds, what the origin of the gods, of the rivers, of Erebus, and Chaos; thanks to us, even Prodicus will envy you your knowledge.
693At the beginning there was only Chaos, Night, dark Erebus, and deep Tartarus. Earth, the air and heaven had no existence.
695Firstly, blackwinged Night laid a germless egg in the bosom of the infinite deeps of Erebus, and from this, after the revolution of long ages, sprang the graceful Eros with his glittering golden wings, swift as the whirlwinds of the tempest. He mated in deep Tartarus with dark Chaos, winged like himself, and thus hatched forth our race, which was the first to see the light.
700That of the Immortals did not exist until Eros had brought together all the ingredients of the world, and from their marriage Heaven, Ocean, Earth and the imperishable race of blessed gods sprang into being. Thus our origin is very much older than that of the dwellers in Olympus. We are the offspring of Eros; there are a thousand proofs to show it. We have wings and we lend assistance to lovers.
705How many handsome youths, who had sworn to remain insensible, have opened their thighs because of our power and have yielded themselves to their lovers when almost at the end of their youth, being led away by the gift of a quail, a waterfowl, a goose, or a cock.
708CHORUS: And what important services do not the birds render to mortals! First of all, they mark the seasons for them, springtime, winter, and autumn.
710Does the screaming crane migrate to Libya, —it warns the husbandman to sow, the pilot to take his ease beside his tiller hung up in his dwelling, and Orestes to weave a tunic, so that the rigorous cold may not drive him any more to strip other folk. When the kite reappears, he tells of the return of spring and of the period when the fleece of the sheep must be clipped. Is the swallow in sight?
715All hasten to sell their warm tunic and to buy some light clothing. We are your Ammon, Delphi, Dodona, your Phoebus Apollo. Before undertaking anything, whether a business transaction, a marriage, or the purchase of food, you consult the birds by reading the omens, and you give this name of omen to all signs that tell of the future.
720With you a word is an omen, you call a sneeze an omen, a meeting an omen, an unknown sound an omen, a slave or an ass an omen. Is it not clear that we are a prophetic Apollo to you?
723CHORUS: If you recognize us as gods, we shall be your divining Muses, through us you will know the winds and the seasons, summer,
725winter, and the temperate months. We shall not withdraw ourselves to the highest clouds like Zeus, but shall be among you and shall give to you
730and to your children and the children of your children, health and wealth, long life, peace, youth, laughter, songs and feasts; in short, you will all be so well off,
735that you will be weary and cloyed with enjoyment.
Part 18
737FIRST SEMI-CHORUS: Oh, rustic Muse of such varied note, tiotiotiotiotiotinx, I sing with you
740in the groves and on the mountain tops, tiotiotiotinx. I poured forth sacred strains from my golden throat
745in honor of the god Pan, tiotiotiotinx, from the top of the thickly leaved ash, and my voice mingles with the mighty choirs who extol Cybele on the mountain tops, totototototototototinx. 'Tis to our concerts that Phrynichus comes to pillage like a bee the ambrosia of his songs,
750the sweetness of which so charms the ear, tiotiotiotinx.
752LEADER OF FIRST SEMI-CHORUS: If there is one of you spectators who wishes to spend the rest of his life quietly among the birds, let him come to us.
755All that is disgraceful and forbidden by law on earth is on the contrary honorable among us, the birds. For instance, among you it's a crime to beat your father, but with us it's an estimable deed; it's considered fine to run straight at your father and hit him, saying, Come, lift your spur if you want to fight.
760The runaway slave, whom you brand, is only a spotted francolin with us. Are you Phrygian like Spintharus? Among us you would be the Phrygian bird, the goldfinch, of the race of Philemon. Are you a slave and a Carian like Execestides?
765Among us you can create yourself forefathers; you can always find relations. Does the son of Pisias want to betray the gates of the city to the foe? Let him become a partridge, the fitting offspring of his father; among us there is no shame in escaping as cleverly as a partridge.
769SECOND SEMI-CHORUS: So the swans on the banks of the Hebrus,
770tiotiotiotiotiotinx, mingle their voices to serenade Apollo, tiotiotiotinx, flapping their wings the while,
775tiotiotiotinx; their notes reach beyond the clouds of heaven; they startle the various tribes of the beasts; a windless sky calms the waves, totototototototototinx;
780all Olympus resounds, and astonishment seizes its rulers; the Olympian graces and Muses cry aloud the strain, tiotiotiotinx.
785LEADER OF SECOND SEMI-CHORUS: There is nothing more useful nor more pleasant than to have wings. To begin with, just let us suppose a spectator to be dying with hunger and to be weary of the choruses of the tragic poets; if he were winged, he would fly off, go home to dine and come back with his stomach filled.
790Some Patroclides, needing to take a crap, would not have to spill it out on his cloak, but could fly off, satisfy his requirements, let a few farts and, having recovered his breath, return. If one of you, it matters not who, had adulterous relations and saw the husband of his mistress in the seats of the senators,
795he might stretch his wings, fly to her, and, having laid her, resume his place. Is it not the most priceless gift of all, to be winged? Look at Diitrephes! His wings were only wicker-work ones, and yet he got himself chosen Phylarch and then Hipparch; from being nobody,
800he has risen to be famous; he's now the finest gilded cock of his tribe.
801PISTHETAERUS: Halloa! What's this? By Zeus! I never saw anything so funny in all my life.
803EUELPIDES: What makes you laugh?
803bPISTHETAERUS: Your little wings. D'you know what you look like?
805Like a goose painted by some dauber.
806EUELPIDES: And you look like a close-shaven blackbird.
807PISTHETAERUS: We ourselves asked for this transformation, and, as Aeschylus has it, These are no borrowed feathers, but truly our own.
809EPOPS: Come now, what must be done?
809bPISTHETAERUS: First give our city
810a great and famous name, then sacrifice to the gods.
811bEUELPIDES: I think so too.
812LEADER OF THE CHORUS: Let's see. What shall our city be called?
813PISTHETAERUS: Will you have a high-sounding Laconian name? Shall we call it Sparta?
814bEUELPIDES: What!
815call my town Sparta? Why, I would not use esparto for my bed, even though I had nothing but bands of rushes.
817PISTHETAERUS: Well then, what name can you suggest?
817bEUELPIDES: Some name borrowed from the clouds, from these lofty regions in which we dwell —in short, some well-known name.
819bPISTHETAERUS: Do you like Nephelococcygia?
820LEADER OF THE CHORUS: Oh! capital!
820atruly that's a brilliant thought!
821EUELPIDES: Is it in Nephelococcygia that all the wealth of Theogenes and most of Aeschines' is?
Part 19
823PISTHETAERUS: No, it's rather the plain of Phlegra, where the gods
825withered the pride of the sons of the Earth with their shafts.
826LEADER OF THE CHORUS: Oh! what a splendid city! But what god shall be its patron? for whom shall we weave the peplus?
828EUELPIDES: Why not choose Athena Polias?
829PISTHETAERUS: Oh! what a well-ordered town it would be
830to have a female deity armed from head to foot, while Clisthenes was spinning!
832LEADER OF THE CHORUS: Who then shall guard the Pelargicon?
832aPISTHETAERUS: A bird
832aaLEADER OF THE CHORUS: One of us? What kind of bird?
833PISTHETAERUS: A bird of Persian strain, who is everywhere proclaimed to be the bravest of all,
835a true chick of Ares.
835bEUELPIDES: Oh! noble chick!
837PISTHETAERUS: Because he is a god well suited to live on the rocks. Come! into the air with you to help the workers who are building the wall; carry up rubble, strip yourself to mix the mortar,
840take up the hod, tumble down the ladder, if you like, post sentinels, keep the fire smouldering beneath the ashes, go round the walls, bell in hand, and go to sleep up there yourself; then despatch two heralds, one to the gods above, the other to mankind on earth
845and come back here.
845bEUELPIDES: As for yourself, remain here, and may the plague take you for a troublesome fellow! He departs.
846bPISTHETAERUS: Go, friend, go where I send you, for without you my orders cannot be obeyed. For myself, I want to sacrifice to the new god, and I am going to summon the priest who must preside at the ceremony.
850Slaves! slaves! bring forward the basket and the lustral water.
851CHORUS: I do as you do, and I wish as you wish, and I implore you to address powerful and solemn prayers to the gods, and in addition
855to immolate a sheep as a token of our gratitude. Let us sing the Pythian chant in honor of the god, and let Chaeris accompany our voices.
859PISTHETAERUS: Enough! but, by Heracles! what is this?
860Great gods! I have seen many prodigious things, but I never saw a muzzled raven. The Priest arrives. Priest! it's high time! Sacrifice to the new gods.
864PRIEST: I begin, but where is the man with the basket? Pray to the Hestia of the birds, to the kite, who presides over the hearth, and to all the god and goddess-birds who dwell in Olympus . . .
866PISTHETAERUS: Oh! Hawk, the sacred guardian of Sunium, oh, god of the storks!
867PRIEST: . . . to the swan of Delos, to Leto the mother of the quails, and to Artemis, the goldfinch . . .
868PISTHETAERUS: It's no longer Artemis Colaenis, but Artemis the goldfinch.
876PRIEST: . . . to Bacchus, the finch and Cybele, the ostrich and mother of the gods and mankind. . .
877PISTHETAERUS: Oh! sovereign ostrich Cybele, mother of Cleocritus!
Part 20
878PRIEST: . . . to grant health and safety to the Nephelococcygians as well as to the dwellers in Chios . . .
880PISTHETAERUS: The dwellers in Chios! Ah! I am delighted they should be thus mentioned on all occasions.
881PRIEST: . . . to the heroes, the birds, to the sons of heroes, to the porphyrion, the pelican, the spoon-bill, the redbreast, the grouse, the peacock, the horned-owl, the teal, the bittern, the heron, the stormy petrel, the fig-pecker, the titmouse . . .
889PISTHETAERUS: Stop! stop! you drive me crazy with your endless list. Why, wretch,
890to what sacred feast are you inviting the vultures and the sea-eagles? Don't you see that a single kite could easily carry off the lot at once? Begone, you and your fillets and all; I shall know how to complete the sacrifice by myself.
895CHORUS: It is imperative that I sing another sacred chant for the rite of the lustral water, and that I invoke
900the immortals, or at least one of them, provided always that you have some suitable food to offer him; from what I see here, in the shape of gifts, there is naught whatever but horn and hair.
903PISTHETAERUS: Let us address our sacrifices and our prayers to the winged gods.
904POET: Oh, Muse! celebrate happy Nephelococcygia in your hymns.
906PISTHETAERUS: What have we here? Where did you come from, tell me? Who are you?
907POET: I am he whose language is sweeter than honey, the zealous slave of the Muses,
910as Homer has it.
911PISTHETAERUS: You a slave! and yet you wear your hair long?
912POET: No, but the fact is all we poets are the assiduous slaves of the Muses, according to Homer.
915PISTHETAERUS: In truth your little cloak is quite holy too through zeal! But, poet, what ill wind drove you here?
917POET: I have composed verses in honor of your Nephelococcygia, a host of splendid dithyrambs and parthenia worthy of Simonides himself.
920PISTHETAERUS: And when did you compose them? How long since?
921POET: Oh! 'tis long, aye, very long, that I have sung in honor of this city.
922PISTHETAERUS: But I am only celebrating its foundation with this sacrifice; I have only just named it, as is done with little babies.
924POET: Just as the chargers fly with the speed of the wind, so does the voice of the Muses take its flight. Oh! thou noble founder of the town of Aetna thou, whose name recalls the holy sacrifices,
930make us such gift as thy generous heart shall suggest. He puts out his hand.
931PISTHETAERUS: He will drive us silly if we do not get rid of him by some present. To the Priest's acolyte. Here! you, who have a fur as well as your tunic, take it off and give it to this clever poet. Come,
935take this fur; you look to me to be shivering with cold.
936POET: My Muse will gladly accept this gift; but engrave these verses of Pindar's on your mind.
940PISTHETAERUS: Oh! what a pest! It's impossible then to get rid of him!
Part 21
941POET: Straton wanders among the Scythian nomads, but has no linen garment. He is sad at only wearing an animal's pelt and no tunic.
945Do you get what I mean?
946PISTHETAERUS: I understand that you want me to offer you a tunic. Hi! you To the acolyte. take off yours; we must help the poet. . . . Come, you, take it and get out.
948bPOET: I am going, and these are the verses that I address to this city:
950Phoebus of the golden throne, celebrate this shivery, freezing city; I have travelled through fruitful and snow-covered plains. Tralala! Tralala! He departs.
952PISTHETAERUS: What are you chanting us
955about frosts? Thanks to the tunic, you no longer fear them. Ah! by Zeus! I could not have believed this cursed fellow could so soon have learnt the way to our city. To a slave. Come, take the lustral water and circle the altar. Let all keep silence!
959bORACLE-MONGER: Let not the goat be sacrificed.
960PISTHETAERUS: Who are you?
960bORACLE-MONGER: Who am I? An oracle-monger.
960cPISTHETAERUS: Get out!
961ORACLE-MONGER: Wretched man, insult not sacred things. For there is an oracle of Bacis, which exactly applies to Nephelococcygia.
963bPISTHETAERUS: Why did you not reveal it to me before
965I founded my city?
965bORACLE-MONGER: The divine spirit was against it.
966PISTHETAERUS: Well, I suppose there's nothing to do but hear the terms of the oracle.
967ORACLE-MONGER: But when the wolves and the white crows shall dwell together between Corinth and Sicyon ...
969PISTHETAERUS: But how do the Corinthians concern me?
970ORACLE-MONGER: It is the regions of the air that Bacis indicates in this manner. They must first sacrifice a white-fleeced goat to Pandora, and give the prophet who first reveals my words a good cloak and new sandals.
974PISTHETAERUS: Does it say sandals there?
974bORACLE-MONGER: Look at the book.
975And besides this a goblet of wine and a good share of the entrails of the victim.
976PISTHETAERUS: Of the entrails —does it say that?
976bORACLE-MONGER: Look at the book. If you do as I command, divine youth, you shall be an eagle among the clouds; if not, you shall be neither turtle-dove, nor eagle, nor woodpecker.
980PISTHETAERUS: Does it say all that?
Part 22
980bORACLE-MONGER: Look at the book.
981PISTHETAERUS: This oracle in no sort of way resembles the one Apollo dictated to me: If an impostor comes without invitation to annoy you during the sacrifice and to demand a share of the victim,
985apply a stout stick to his ribs.
986ORACLE-MONGER: You are drivelling.
986bPISTHETAERUS: Look at the book. And don't spare him, were he an eagle from out of the clouds, were it Lampon himself or the great Diopithes.
989ORACLE-MONGER: Does it say that?
989bPISTHETAERUS: Look at the book
990and go and hang yourself.
990bORACLE-MONGER: Oh! unfortunate wretch that I am. He departs.
991PISTHETAERUS: Away with you, and take your prophecies elsewhere.
992METON: I have come to you . . .
992bPISTHETAERUS: Yet another pest! What have you come to do? What's your plan? What's the purpose of your journey? Why these splendid buskins?
995METON: I want to survey the plains of the air for you and to parcel them into lots.
996bPISTHETAERUS: In the name of the gods, who are you?
997bMETON: Who am I? Meton, known throughout Greece and at Colonus.
998bPISTHETAERUS: What are these things?
999bMETON: Tools for measuring the air.
1000In truth, the spaces in the air have precisely the form of a furnace. With this bent ruler I draw a line from top to bottom; from one of its points I describe a circle with the compass. Do you understand?
1004PISTHETAERUS: Not in the least.
1004bMETON: With the straight ruler I set to work to inscribe
1005a square within this circle; in its center will be the market-place, into which all the straight streets will lead, converging to this center like a star, which, although only orbicular, sends forth its rays in a straight line from all sides.
1009bPISTHETAERUS: A regular Thales!
1010Meton . . .
1010bMETON: What d'you want with me?
1010cPISTHETAERUS: I want to give you a proof of my friendship. Use your legs.
Part 23
1012METON: Why, what have I to fear?
1012bPISTHETAERUS: It's the same here as in Sparta. Strangers are driven away, and blows rain down as thick as hail.
1014bMETON: Is there sedition in your city?
1015PISTHETAERUS: No, certainly not.
1015bMETON: What's wrong then?
1015cPISTHETAERUS: We are agreed to sweep all quacks and impostors far from our borders.
1017METON: Then I'll be going.
1017bPISTHETAERUS: I'm afraid it's too late. The thunder growls already.
1019METON: Oh, woe! oh, woe!
1019bPISTHETAERUS: I warned you.
1020Now, be off, and do your surveying somewhere else.
1021INSPECTOR: Where are the Proxeni?
1021bPISTHETAERUS: Who is this Sardanapalus?
1022INSPECTOR: I have been appointed by lot to come to Nephelococcygia as inspector.
1023bPISTHETAERUS: An inspector! and who sends you here, you rascal?
1024bINSPECTOR: A decree of Teleas.
1025bPISTHETAERUS: Will you just pocket your salary, do nothing, and get out?
1026bINSPECTOR: Indeed I will; I am urgently needed to be at Athens to attend the Assembly; for I am charged with the interests of Pharnaces.
1029PISTHETAERUS: Take it then, and get on your way. This is your salary. He beats him.
1030INSPECTOR: What does this mean?
1030bPISTHETAERUS: This is the assembly where you have to defend Pharnaces.
Part 24
1031INSPECTOR: You shall testify that they dare to strike me, the inspector.
1032PISTHETAERUS: Are you not going to get out with your urns? It's not to be believed; they send us inspectors before we have so much as paid sacrifice to the gods.
1035DEALER IN DECREES: If the Nephelococcygian does wrong to the Athenian ...
1036PISTHETAERUS: What trouble now? What book is that?
1037DEALER IN DECREES: I am a dealer in decrees, and I have come here to sell you the new laws.
1038bPISTHETAERUS: Which?
1040DEALER IN DECREES: The Nephelococcygians shall adopt the same weights, measures and decrees as the Olophyxians.
1042PISTHETAERUS: And you shall soon be imitating the Ototyxians.
1043DEALER IN DECREES: Ow! what are you doing?
1044PISTHETAERUS: Now will you get out of here with your decrees? For I am going to let you see some severe ones.
1046INSPECTOR: I summon Pisthetaerus for outrage for the month of Munychion.
1047PISTHETAERUS: Ha! my friend! are you still here?
1050DEALER IN DECREES: Should anyone drive away the magistrates and not receive them, according to the decree duly posted ...
1052PISTHETAERUS: What! rascal! you are back too?
1052aINSPECTOR: Woe to you! I'll have you condemned to a fine of ten thousand drachmae.
1053PISTHETAERUS: And I'll smash your urns.
1054INSPECTOR: Do you recall that evening when you crapped on the column where the decrees are posted?
1055PISTHETAERUS: Here! here! let him be seized. The Inspector runs off. Why, don't you want to stay any longer? But let us get indoors as quick as possible; we will sacrifice the goat inside.
1058FIRST SEMI-CHORUS: Henceforth it is to me that mortals must address
1060their sacrifices and their prayers. Nothing escapes my sight nor my might. My glance embraces the universe, I preserve the fruit in the flower by destroying the thousand kinds of voracious insects the soil produces, which attack the trees
1065and feed on the germ when it has scarcely formed in the calyx; I destroy those who ravage the balmy terrace gardens like a deadly plague;
1070all these gnawing crawling creatures perish beneath the lash of my wing.
1072LEADER OF FIRST SEMI-CHORUS: I hear it proclaimed: A talent for him who shall kill Diagoras of Melos,
1075and a talent for him who destroys one of the dead tyrants. We likewise wish to make our proclamation: A talent to him among you who shall kill Philocrates, the Struthian; four, if he brings him to us alive. For this Philocrates skewers the finches together and sells them at the rate of an obolus for seven.
1080He tortures the thrushes by blowing them out, so that they may look bigger, sticks their own feathers into the nostrils of blackbirds, and collects pigeons, which he shuts up and forces them, fastened in a net, to decoy others. That is what we wish to proclaim. And if anyone is keeping birds
1085shut up in his yard, let him hasten to let them loose; those who disobey shall be seized by the birds and we shall put them in chains, so that in their turn they may decoy other men.
Part 25
1088SECOND SEMI-CHORUS: Happy indeed is the race of winged birds who
1090need no cloak in winter! Neither do I fear the relentless rays of the fiery dog-days;
1095when the divine grasshopper, intoxicated with the sunlight, as noon is burning the ground, is breaking out into shrill melody; my home is beneath the foliage in the flowery meadows. I winter in deep caverns, where I frolic with the mountain nymphs, while in spring I despoil
1100the gardens of the Graces and gather the white, virgin berry on the myrtle bushes.
1102LEADER OF SECOND SEMI-CHORUS: I want now to speak to the judges about the prize they are going to award; if they are favourable to us, we will load them with benefits far greater than those Paris received.
1105Firstly, the owls of Laurium, which every judge desires above all things, shall never be wanting to you; you shall see them homing with you, building their nests in your money-bags and laying coins. Besides, you shall be housed like the gods,
1110for we shall erect gables over your dwellings; if you hold some public post and want to do a little pilfering, we will give you the sharp claws of a hawk. Are you dining in town, we will provide you with stomachs as capacious as a bird's crop. But, if your award is against us, don't fail to have metal covers fashioned for yourselves,
1115like those they place over statues; else, look out! for the day you wear a white tunic all the birds will soil it with their droppings.
1118PISTHETAERUS: Birds! the sacrifice is propitious. But I see
1120no messenger coming from the wall to tell us what is happening. Ah! here comes one running himself out of breath as though he were in the Olympic stadium.
1122MESSENGER: Where, where, where is he? Where, where, where is he? Where, where, where is he? Where is Pisthetaerus, our leader?
1123bPISTHETAERUS: Here am I.
1124MESSENGER: The wall is finished.
1124bPISTHETAERUS: That's good news.
1125MESSENGER: It's a most beautiful, a most magnificent work of art. The wall is so broad that Proxenides, the Braggartian, and Theogenes could pass each other in their chariots, even if they were drawn by steeds as big as the Trojan horse.
1129bPISTHETAERUS: That's fine!
1130MESSENGER: Its length is one hundred stadia; I measured it myself.
1131bPISTHETAERUS: A decent length, by Poseidon! And who built such a wall?
1133MESSENGER: Birds —birds only; they had neither Egyptian brickmaker, nor stonemason, nor carpenter;
1135the birds did it all themselves; I could hardly believe my eyes. Thirty thousand cranes came from Libya with a supply of stones, intended for the foundations. The water-rails chiselled them with their beaks. Ten thousand storks were busy making bricks;
1140plovers and other water fowl carried water into the air.
1142PISTHETAERUS: And who carried the mortar?
1142bMESSENGER: Herons, in hods.
1143bPISTHETAERUS: But how could they put the mortar into the hods?
1144MESSENGER: Oh! it was a truly clever invention;
1145the geese used their feet like spades; they buried them in the pile of mortar and then emptied them into the hods.
1147PISTHETAERUS: Ah! to what use cannot feet be put?
1148MESSENGER: You should have seen how eagerly the ducks carried bricks. To complete the tale,
1150the swallows came flying to the work, their beaks full of mortar and their trowels on their backs, just the way little children are carried.
1152PISTHETAERUS: Who would want paid servants after this? But tell me, who did the woodwork?
1154bMESSENGER: Birds again,
1155and clever carpenters too, the pelicans, for they squared up the gates with their beaks in such a fashion that one would have thought they were using axes; the noise was just like a dockyard. Now the whole wall is tight everywhere, securely bolted and well guarded;
1160it is patrolled, bell in hand; the sentinels stand everywhere and beacons burn on the towers. But I must run off to clean myself; the rest is your business.
Part 26
1164LEADER OF THE CHORUS: Well! what do you say to it? Are you not astonished
1165at the wall being completed so quickly?
1166PISTHETAERUS: By the gods, yes, and with good reason. It's really not to be believed. But here comes another messenger from the wall to bring us some further news! What a fighting look he has!
1170SECOND MESSENGER: Alas! alas! alas! alas! alas! alas!
1171PISTHETAERUS: What's the matter?
1171bSECOND MESSENGER: A horrible outrage has occurred; a god sent by Zeus has passed through our gates and has penetrated the realms of the air without the knowledge of the jays, who are on guard in the daytime.
1175PISTHETAERUS: It's a terrible and criminal deed. What god was it?
1176bSECOND MESSENGER: We don't know that. All we know is, that he has got wings.
1177bPISTHETAERUS: Why were not patrolmen sent against him at once?
1178bSECOND MESSENGER: We have despatched thirty thousand hawks of the legion of Mounted Archers.
1180All the hook-clawed birds are moving against him, the kestrel, the buzzard, the vulture, the great-horned owl; they cleave the air so that it resounds with the flapping of their wings; they are looking everywhere for the god, who cannot be far away; indeed, if I mistake not,
1185he is coming from yonder side.
1185bPISTHETAERUS: To arms, all, with slings and bows! This way, all our soldiers; shoot and strike! Some one give me a sling!
1189CHORUS: War, a terrible war is breaking out
1190between us and the gods! Come, let each one guard Air, the son of Erebus, in which the clouds float.
1195Take care no immortal enters it without your knowledge.
1196LEADER OF THE CHORUS: Scan all sides with your glance. Hark! methinks I can hear the rustle of the swift wings of a god from heaven.
1199PISTHETAERUS: Hi! you woman! where, where, where are you flying to? Halt, don't stir!
1200keep motionless! not a beat of your wing! She pauses in her flight. Who are you and from what country? You must say whence you come.
1202IRIS: I come from the abode of the Olympian gods.
1203PISTHETAERUS: What's your name, ship or head-dress?
1204IRIS: I am swift Iris.
1204bPISTHETAERUS: Paralus or Salaminia?
1205IRIS: What do you mean?
1205bPISTHETAERUS: Let a buzzard rush at her and seize her.
1206bIRIS: Seize me? But what do all these insults mean?
Part 27
1207bPISTHETAERUS: Woe to you!
1208IRIS: I do not understand it.
1208bPISTHETAERUS: By which gate did you pass through the wall, wretched woman?
1210IRIS: By which gate? Why, great gods, I don't know.
1211PISTHETAERUS: You hear how she holds us in derision. Did you present yourself to the officers in command of the jays? You don't answer. Have you a permit, bearing the seal of the storks?
1213bIRIS: Am I dreaming?
1214PISTHETAERUS: Did you get one?
1214bIRIS: Are you mad?
1214cPISTHETAERUS: No
1215head-bird gave you a safe-conduct?
1216IRIS: A safe-conduct to me. You poor fool!
1217PISTHETAERUS: Ah! and so you slipped into this city on the sly and into these realms of air-land that don't belong to you.
1219IRIS: And what other roads can the gods travel?
1220PISTHETAERUS: By Zeus! I know nothing about that, not I. But they won't pass this way. And you still dare to complain? Why, if you were treated according to your deserts, no Iris would ever have more justly suffered death.
1224IRIS: I am immortal.
1224bPISTHETAERUS: You would have died nevertheless. —
1225Oh! that would be truly intolerable! What! should the universe obey us and the gods alone continue their insolence and not understand that they must submit to the law of the strongest in their due turn? But tell me, where are you flying to?
1230IRIS: I? The messenger of Zeus to mankind, I am going to tell them to sacrifice sheep and oxen on the altars and to fill their streets with the rich smoke of burning fat.
1233bPISTHETAERUS: Of which gods are you speaking?
1234IRIS: Of which? Why, of ourselves, the gods of heaven.
1235PISTHETAERUS: You, gods?
1235bIRIS: Are there others then?
Part 28
1236PISTHETAERUS: Men now adore the birds as gods, and it's to them, by Zeus, that they must offer sacrifices, and not to Zeus at all!
1238IRIS: Oh! fool! fool! Rouse not
1240the wrath of the gods, for it is terrible indeed. Armed with the brand of Zeus, Justice would annihilate your race; the lightning would strike you as it did Licymnius and consume both your body and the porticos of your palace.
1243PISTHETAERUS: Here! that's enough tall talk. Just you listen and keep quiet! Do you take me for a Lydian or a Phrygian
1245and think to frighten me with your big words? Know, that if Zeus worries me again, I shall go at the head of my eagles, who are armed with lightning, and reduce his dwelling and that of Amphion to cinders. I shall send more than six hundred porphyrions
1250clothed in leopards' skins up to heaven against him; and formerly a single Porphyrion gave him enough to do. As for you, his messenger, if you annoy me, I shall begin by getting between your thighs,
1255and even though you are Iris, you will be surprised at the erection the old man can produce; it's three times as good as the ram on a ship's prow!
1257IRIS: May you perish, you wretch, you and your infamous words!
1258PISTHETAERUS: Won't you get out of here quickly? Come, stretch your wings or look out for squalls!
1259IRIS: If my father does not punish you for your insults ...
1260PISTHETAERUS: Ha! ... but just you be off elsewhere to roast younger folk than us with your lightning.
1263CHORUS: We forbid the gods, the sons of Zeus, to pass through our city
1265and the mortals to send them the smoke of their sacrifices by this road.
1269PISTHETAERUS: It's odd that the messenger
1270we sent to the mortals has never returned.
1271HERALD: Oh! blessed Pisthetaerus, very wise, very illustrious, very gracious, thrice happy, very ... Come, prompt me, somebody, do
1273bPISTHETAERUS: Get to your story!
1274HERALD: All peoples are filled with admiration for your wisdom, and they award you this golden crown.
1276PISTHETAERUS: I accept it. But tell me, why do the people admire me?
1277HERALD: Oh you, who have founded so illustrious a city in the air, you know not in what esteem men hold you and how many there are who burn with desire to dwell in it.
1280Before your city was built, all men had a mania for Sparta; long hair and fasting were held in honor, men went dirty like Socrates and carried staves. Now all is changed.
1285Firstly, as soon as it's dawn, they all spring out of bed together to go and seek their food, the same as you do; then they fly off towards the notices and finally devour the decrees.
1290The bird-madness is so clear that many actually bear the names of birds. There is a halting victualler, who styles himself the partridge; Menippus calls himself the swallow; Opuntius the one-eyed crow;
1295Philocles the lark; Theogenes the fox-goose; Lycurgus the ibis; Chaerephon the bat; Syracosius the magpie; Midias the quail; indeed he looks like a quail that has been hit hard on the head.
1300Out of love for the birds they repeat all the songs which concern the swallow, the teal, the goose or the pigeon; in each verse you see wings, or at all events a few feathers. This is what is happening down there.
1305Finally, there are more than ten thousand folk who are coming here from earth to ask you for feathers and hooked claws; so, mind you supply yourself with wings for the immigrants.
1308PISTHETAERUS: Ah! by Zeus, there's no time for idling. To some slaves. Go as quick as possible and fill every hamper,
1310every basket you can find with wings. Manes will bring them to me outside the walls, where I will welcome those who present themselves.
1313CHORUS: This town will soon be inhabited by a crowd of men.
1315Fortune favours us alone
1316and thus they have fallen in love with our city.
1317PISTHETAERUS: Come, hurry up and bring them along.
1318CHORUS: Will not man find here everything that can please him —
1320wisdom, love, the divine Graces, the sweet face of gentle peace?
1323PISTHETAERUS: Oh! you lazy servant! won't you hurry yourself?
1325CHORUS: Let a basket of wings be brought speedily.
1327Come, beat him as I do, and put some life into him;
1328he is as lazy as an ass.
Part 29
1329PISTHETAERUS: Aye, Manes is a great craven.
1330CHORUS: Begin by putting this heap of wings in order; divide them in three parts according to the birds from whom they came; the singing, the prophetic and the aquatic birds; then you must take care to distribute them to the men according to their character.
1335PISTHETAERUS: Oh! by the kestrels! I can keep my hands off you no longer; you are too slow and lazy altogether.
1337PARRICIDE: Oh! might I but become an eagle, who soars in the skies! Oh! might I fly above the azure waves of the barren sea!
1340PISTHETAERUS: Ha! it would seem the news was true; I hear someone coming who talks of wings.
1342PARRICIDE: Nothing is more charming than to fly; I am bird-mad and fly towards you, for I want
1345to live with you and to obey your laws.
1346PISTHETAERUS: Which laws? The birds have many laws.
1347PARRICIDE: All of them; but the one that pleases me most is that among the birds it is considered a fine thing to peck and strangle one's father.
1349PISTHETAERUS: Yes, by Zeus! according to us,
1350he who dares to strike his father, while still a chick, is a brave fellow.
1351PARRICIDE: And therefore I want to dwell here, for I want to strangle my father and inherit his wealth.
1353PISTHETAERUS: But we have also an ancient law written in the code of the storks, which runs thus,
1355When the stork father has reared his young and has taught them to fly, the young must in their turn support the father.
1358PARRICIDE: It's hardly worth while coming all this distance to be compelled to keep my father!
1360PISTHETAERUS: No, no, young friend, since you have come to us with such willingness, I am going to give you these black wings, as though you were an orphan bird; furthermore, some good advice, that I received myself in infancy. Don't strike your father, but take
1365these wings in one hand and these spurs in the other; imagine you have a cock's crest on your head and go and mount guard and fight; live on your pay and respect your father's life. You're a gallant fellow! Very well, then! Fly to Thrace and fight.
1370PARRICIDE: By Bacchus! You're right; I will follow your counsel.
1371bPISTHETAERUS: It's acting wisely, by Zeus..
1373CINESIAS: On my light pinions I soar off to Olympus; in its capricious flight my Muse flutters along the thousand paths of poetry in turn ...
1375PISTHETAERUS: This is a fellow will need a whole shipload of wings.
1376CINESIAS: ... and being fearless and vigorous, it is seeking fresh outlet.
1377PISTHETAERUS: Welcome, Cinesias, you lime-wood man! Why have you come here twisting your game leg in circles?
1380CINESIAS: I want to become a bird, a tuneful nightingale.
Part 30
1381PISTHETAERUS: Enough of that sort of ditty. Tell me what you want.
1382CINESIAS: Give me wings and I will fly into the topmost airs to gather fresh songs in the clouds,
1385in the midst of the vapors and the fleecy snow.
1386PISTHETAERUS: Gather songs in the clouds?
1387CINESIAS: 'Tis on them the whole of our latter-day art depends. The most brilliant dithyrambs are those that flap their wings in empty space and are clothed in mist and dense obscurity.
1390To appreciate this, just listen.
1391PISTHETAERUS: Oh! no, no, no!
1391bCINESIAS: By Hermes! but indeed you shall.
1392CINESIAS: I shall travel through thine ethereal empire
1393like a winged bird, who cleaveth space with his long neck ...
1395aPISTHETAERUS: Stop! Way enough!
1396CINESIAS: ... as I soar over the seas, carried by the breath of the winds ...
1398PISTHETAERUS: By Zeus! I'll cut your breath short. He picks up a pair of wings and begins trying to stop Cinesias' mouth with them.
1399CINESIAS: ... now rushing along the tracks of Notus, now nearing Boreas
1400across the infinite wastes of the ether.
1401Ah! old man, that's a pretty and clever idea truly!
1402PISTHETAERUS: What! are you not delighted to be cleaving the air?
1403CINESIAS: To treat a dithyrambic poet, for whom the tribes dispute with each other, in this style!
1405PISTHETAERUS: Will you stay with us and form a chorus of winged birds as slender as Leotrophides for the Cecropid tribe?
1407bCINESIAS: You are making game of me, that's clear; but know that I shall never leave you in peace if I do not have wings wherewith to traverse the air.
1410INFORMER: What are these birds with downy feathers, who look so pitiable to me? Tell me, oh swallow with the long dappled wings.
1412PISTHETAERUS: Oh! it's a regular invasion that threatens us. Here comes another one, humming along.
1415INFORMER: Swallow with the long dappled wings, once more I summon you.
1416PISTHETAERUS: It's his cloak I believe he's addressing; it stands in great need of the swallows' return.
1418INFORMER: Where is he who gives out wings to all comers?
Part 31
1419PISTHETAERUS: Here I am, but you must tell me for what purpose you want them.
1420INFORMER: Ask no questions. I want wings, and wings I must have.
1421PISTHETAERUS: Do you want to fly straight to Pellene?
1422INFORMER: I? Why, I am an accuser of the islands, an informer ...
1423bPISTHETAERUS: A fine trade, truly!
1424INFORMER: ... a hatcher of lawsuits. Hence I have great need of wings
1425to prowl round the cities and drag them before justice.
1426PISTHETAERUS: Would you do this better if you had wings?
1427INFORMER: No, but I should no longer fear the pirates; I should return with the cranes, loaded with a supply of lawsuits by way of ballast.
1430PISTHETAERUS: So it seems, despite all your youthful vigor, you make it your trade to denounce strangers?
1432INFORMER: Well, and why not? I don't know how to dig.
1433PISTHETAERUS: But, by Zeus! there are
1435honest ways of gaining a living at your age without all this infamous trickery.
1436INFORMER: My friend, I am asking you for wings, not for words.
1437PISTHETAERUS: It's just my words that gives you wings.
1437bINFORMER: And how can you give a man wings with your words?
1438bPISTHETAERUS: They all start this way.
1439bINFORMER: How?
1439cPISTHETAERUS: Have you not often heard
1440the father say to young men in the barbers' shops, It's astonishing how Diitrephes' advice has made my son fly to horse-riding. —Mine, says another, has
1445flown towards tragic poetry on the wings of his imagination.
1446INFORMER: So that words give wings?
1446bPISTHETAERUS: Undoubtedly; words give wings to the mind and make a man soar to heaven. Thus I hope that my wise words will give you wings
1450to fly to some less degrading trade.
1450bINFORMER: But I do not want to.
Part 32
1451PISTHETAERUS: What do you reckon on doing then?
1451bINFORMER: I won't belie my breeding; from generation to generation we have lived by informing. Quick, therefore, give me quickly some light, swift hawk or kestrel wings,
1455so that I may summon the islanders, sustain the accusation here, and haste back there again on flying pinions.
1456bPISTHETAERUS: I see. In this way the stranger will be condemned even before he appears.
1458bINFORMER: That's just it.
1459PISTHETAERUS: And while he is on his way here by sea, you will be flying to the islands
1460to despoil him of his property.
1460bINFORMER: You've hit it, precisely; I must whirl hither and thither like a perfect humming-top.
1461bPISTHETAERUS: I catch the idea. Wait, I've got some fine Corcyraean wings. How do you like them?
1464INFORMER: Oh! woe is me! Why, it's a whip!
1464bPISTHETAERUS: No, no; these are the wings,
1465I tell you, that make the top spin.
1466INFORMER: Oh! oh! oh!
1468bPISTHETAERUS: Take your flight, clear off, you miserable cur, or you will soon see what comes of quibbling and lying. The Informer flees. To his slaves. Come, let us gather up our wings and withdraw.
1470CHORUS: In my ethereal flights I have seen many things new and strange and wondrous beyond belief.
1475There is a tree called Cleonymus belonging to an unknown species; it has no heart, is good for nothing and is as tall as it is cowardly. In springtime it shoots forth calumnies instead of buds and
1480in autumn it strews the ground with bucklers in place of leaves.
1482CHORUS: Far away in the regions of darkness, where no ray of light ever enters, there is a country,
1485where men sit at the table of the heroes and dwell with them always —except in the evening.
1490Should any mortal meet the hero Orestes at night, he would soon be stripped and covered with blows from head to foot.
1494PROMETHEUS: Ah! by the gods! if only Zeus does not see me!
1495Where is Pisthetaerus?
1495bPISTHETAERUS: Ha! what is this? A masked man!
1496bPROMETHEUS: Can you see any god behind me?
1497bPISTHETAERUS: No, none. But who are you, pray?
1498bPROMETHEUS: What's the time, please?
1499PISTHETAERUS: The time? Why, it's past noon.
1500Who are you?
1500bPROMETHEUS: Is it the fall of day? Is it no later than that?
Part 33
1501PISTHETAERUS: This is getting dull!
1501bPROMETHEUS: What is Zeus doing? Is he dispersing the clouds or gathering them?
1503PISTHETAERUS: Watch out for yourself!
1503bPROMETHEUS: Come, I will raise my mask.
1504PISTHETAERUS: Ah! my dear Prometheus!
1504bPROMETHEUS: Sh! Sh! speak lower!
1505PISTHETAERUS: Why, what's the matter, Prometheus?
1505bPROMETHEUS: Sh! sh! Don't call me by my name; you will be my ruin, if Zeus should see me here. But, if you want me to tell you how things are going in heaven, take this umbrella and shield me, so that the gods don't see me.
1510PISTHETAERUS: I can recognize Prometheus in this cunning trick. Come, quick then, and fear nothing; speak on.
1513PROMETHEUS: Then listen.
1513bPISTHETAERUS: I am listening, proceed!
1514PROMETHEUS: Zeus is done for.
1514bPISTHETAERUS: Ah! and since when, pray?
1515PROMETHEUS: Since you founded this city in the air. There is not a man who now sacrifices to the gods; the smoke of the victims no longer reaches us. Not the smallest offering comes! We fast as though it were the festival of Demeter.
1520The barbarian gods, who are dying of hunger, are bawling like Illyrians and threaten to make an armed descent upon Zeus, if he does not open markets where joints of the victims are sold.
1525PISTHETAERUS: What! there are other gods besides you, barbarian gods who dwell above Olympus?
1526bPROMETHEUS: If there were no barbarian gods, who would be the patron of Execestides?
1528PISTHETAERUS: And what is the name of these gods?
1529bPROMETHEUS: Their name? Why, the Triballi.
1529cPISTHETAERUS: Ah, indeed!
1530'tis from that no doubt that we derive the word ‘tribulation.'
1531PROMETHEUS: Most likely. But one thing I can tell you for certain, namely, that Zeus and the celestial Triballi are going to send deputies here to sue for peace. Now don't you treat with them, unless
1535Zeus restores the scepter to the birds and gives you Basileia in marriage.
Part 34
1537PISTHETAERUS: Who is this Basileia?
1537bPROMETHEUS: A very fine young damsel, who makes the lightning for Zeus; all things come from her,
1540wisdom, good laws, virtue, the fleet, calumnies, the public paymaster and the triobolus.
1542PISTHETAERUS: Ah! then she is a sort of general manageress to the god.
1542bPROMETHEUS: Yes, precisely. If he gives you her for your wife, yours will be the almighty power. That is what I have come to tell you;
1545for you know my constant and habitual goodwill towards men.
1546PISTHETAERUS: Oh, yes! it's thanks to you that we roast our meat.
1547PROMETHEUS: I hate the gods, as you know.
1548PISTHETAERUS: Aye, by Zeus, you have always detested them.
1549PROMETHEUS: Towards them I am a veritable Timon; but I must return in all haste,
1550so give me the umbrella; if Zeus should see me from up there, he would think I was escorting one of the Canephori.
1552PISTHETAERUS: Wait, take this stool as well. Prometheus leaves. Pisthetaerus goes into the thicket.
1553CHORUS: Near by the land of the Sciapodes there is a marsh, from the borders whereof the unwashed
1555Socrates evokes the souls of men. Pisander came one day to see his soul, which he had left there when still alive. He offered
1560a little victim, a camel, slit his throat and, following the example of Odysseus, stepped one pace backwards. Then that bat of a Chaerephon came up from hell to drink the camel's blood.
1565POSEIDON: This is the city of Nephelococcygia, to which we come as ambassadors. To Triballus. Hi! what are you up to? you are throwing your cloak over the left shoulder. Come, fling it quick over the right! And why, pray, does it draggle in this fashion? Have you ulcers to hide like Lespodias?
1570Oh! democracy! whither, oh! whither are you leading us? Is it possible that the gods have chosen such an envoy?
1572You are undisturbed?
1572bUgh! you cursed savage! you are by far the most barbarous of all the gods. —
1574Tell me, Heracles, what are we going to do?
1574bHERACLES: I have already told you
1575that I want to strangle the fellow who dared to wall us out.
1577POSEIDON: But, my friend, we are envoys of peace.
1578bHERACLES: All the more reason why I wish to strangle him.
1579PISTHETAERUS: Hand me the cheese-grater; bring me the silphium for sauce;
1580pass me the cheese and watch the coals.
1581HERACLES: Mortal! we who greet you are three gods.
1582bPISTHETAERUS: Wait a bit till I have prepared my silphium pickle.
1583HERACLES: What are these meats?
1583bPISTHETAERUS: These are birds that have been punished with death
1585for attacking the people's friends.
1585bHERACLES: And you are going to season them before answering us?
Part 35
1586bPISTHETAERUS: Ah! Heracles! welcome, welcome! What's the matter?
1587bPOSEIDON: The gods have sent us here as ambassadors to treat for peace.
1589PISTHETAERUS: There's no more oil in the flask.
1590HERACLES: And yet the birds must be thoroughly basted with it.
1591POSEIDON: We have no interest to serve in fighting you; as for you, be friends and we promise that you shall always have rain-water in your pools and the warmest of warm weather.
1595So far as these points go we are plenipotentiaries.
1596PISTHETAERUS: We have never been the aggressors, and even now we are as well disposed for peace as yourselves, provided you agree to one equitable condition, namely,
1600that Zeus yield his scepter to the birds. If only this is agreed to, I invite the ambassadors to dinner.
1603HERACLES: That's good enough for me. I vote for peace.
1604POSEIDON: You wretch! you are nothing but a fool and a glutton.
1605Do you want to dethrone your own father?
1606PISTHETAERUS: What an error. Why, the gods will be much more powerful if the birds govern the earth. At present the mortals are hidden beneath the clouds, escape your observation, and commit perjury in your name;
1610but if you had the birds for your allies, and a man, after having sworn by the crow and Zeus, should fail to keep his oath, the crow would dive down upon him unawares and pluck out his eye.
1614POSEIDON: Well thought of, by Poseidon!
1615HERACLES: My notion too.
1615bPISTHETAERUS: And you, what's your opinion?
1615cTRIBALLUS: Nabasatreu.
1616PISTHETAERUS: D'you see? he also approves. But listen, here is another thing in which we can serve you. If a man vows to offer a sacrifice to some god, and then procrastinates,
1620pretending that the gods can wait, and thus does not keep his word, we shall punish his stinginess.
1621bPOSEIDON: Ah! and how?
1622PISTHETAERUS: While he is counting his money or is in the bath, a kite will relieve him, before he knows it, either in coin or in clothes,
1625of the value of a couple of sheep, and carry it to the god.
1626HERACLES: I vote for restoring them the scepter.
1627bPOSEIDON: Ask Triballus.
1628HERACLES: Hi! Triballus, do you want a thrashing?
1628bTRIBALLUS: Sure, bashum head withum stick.
Part 36
1629bHERACLES: He says, Right willingly.
1630POSEIDON: If that be the opinion of both of you, why, I consent too.
1631HERACLES: Very well! we accord you the scepter.
1632PISTHETAERUS: Ah! I was nearly forgetting another condition. I will leave Here to Zeus, but only if the young Basileia
1635is given me in marriage.
1635bPOSEIDON: Then you don't want peace. Let us withdraw.
1636bPISTHETAERUS: It matters mighty little to me. Cook, look to the gravy.
1638HERACLES: What an odd fellow this Poseidon is! Where are you off to? Are we going to war about a woman?
1640POSEIDON: What else is there to do?
1640bHERACLES: What else? Why, conclude peace.
1641POSEIDON: Oh! you blockhead! do you always want to be fooled? Why, you are seeking your own downfall. If Zeus were to die, after having yielded them the sovereignty, you would be ruined, for you are the heir of
1645all the wealth he will leave behind.
1646PISTHETAERUS: Oh! by the gods! how he is cajoling you. Step aside, that I may have a word with you. Your uncle is getting the better of you, my poor friend.
1650The law will not allow you an obolus of the paternal property, for you are a bastard and not a legitimate child.
1651HERACLES: I a bastard! What's that you tell me?
1651bPISTHETAERUS: Why, certainly; are you not born of a stranger woman? Besides, is not Athena recognized as Zeus' sole heiress? And no daughter would be that, if she had a legitimate brother.
1655HERACLES: But what if my father wished to give me his property on his death-bed, even though I be a bastard?
1656bPISTHETAERUS: The law forbids it, and this same Poseidon would be the first to lay claim to his wealth, in virtue of being his legitimate brother. Listen;
1660thus runs Solon's law: A bastard shall not inherit, if there are
1665legitimate children; and if there are no legitimate children, the property shall pass to the nearest kin.
1667HERACLES: And I get nothing whatever of the paternal property?
1668bPISTHETAERUS: Absolutely nothing. But tell me, has your father had you entered on the registers of his phratry?
1670HERACLES: No, and I have long been surprised at the omission.
1671PISTHETAERUS: Why do you shake your fist at heaven? Do you want to fight? Why, be on my side, I will make you a king and will feed you on bird's milk and honey.
1674HERACLES: Your further condition seems fair to me.
1675I cede you the young damsel.
Part 37
1676bPOSEIDON: But I, I vote against this opinion.
1677PISTHETAERUS: Then it all depends on the Triballus. To the Triballus. What do you say?
1678TRIBALLUS: Givum bird pretty gel bigum queen.
1679bHERACLES: He says give her.
1680POSEIDON: Why no, he does not say anything of the sort, or else, like the swallows he does not know how to walk.
1682PISTHETAERUS: Exactly so. Does he not say she must be given to the swallows?
1683POSEIDON: All right, you two arrange the matter; make peace, since you wish it so; I'll hold my tongue.
1685HERACLES: We are of a mind to grant you all that you ask. But come up there with us to receive Basileia and the celestial bounty.
1688PISTHETAERUS: Here are birds already dressed, and very suitable for a nuptial feast.
1689bHERACLES: You go and, if you like, I will stay here to roast them.
1691PISTHETAERUS: You to roast them? you are too much the glutton; come along with us.
1692bHERACLES: Ah! how well I would have treated myself!
1693PISTHETAERUS: Let some one bring me a beautiful and magnificent tunic for the wedding.
1694CHORUS: At Phanae, near the
1695Clepsydra, there dwells a people who have neither faith nor law, the Englottogastors, who reap, sow, pluck the vines and the figs with their tongues;
1700they belong to a barbaric race, and among them the Philippi and the Gorgiases are to be found; 'tis these Englottogastorian Philippi who introduced the custom all over Attica
1705of cutting out the tongue separately at sacrifices.
1706MESSENGER: Oh, you, whose unbounded happiness I cannot express in words, thrice happy race of airy birds, receive your king in your fortunate dwellings. More brilliant than the brightest
1710star that illumes the earth, he is approaching his glittering golden palace; the sun itself does not shine with more dazzling glory. He is entering with his bride at his side, whose beauty no human tongue can express; in his hand he brandishes the lightning, the winged shaft of Zeus;
1715perfumes of unspeakable sweetness pervade the ethereal realms. 'Tis a glorious spectacle to see the clouds of incense wafting in light whirlwinds before the breath of the zephyr! But here he is himself. Divine Muse! let thy sacred lips begin with songs of happy omen.
1720CHORUS: Fall back! to the right! to the left! advance! Fly around this happy mortal, whom Fortune loads with her blessings. Oh! oh! what grace! what beauty!
1725Oh, marriage so auspicious for our city!
1726CHORUS: All honor to this man! 'tis through him that the birds are called to such glorious destinies. Let your nuptial hymns, your nuptial songs, greet
1730him and his Basileia!
1731CHORUS: 'Twas that the Fates formerly united Olympian Hera to the King who governs the gods from the summit of his inaccessible throne
1735in the midst of such festivities. Oh! Hymen! oh! Hymenaeus!
1737CHORUS: Rosy Eros with the golden wings held the reins and guided the chariot; 'twas he, who presided over
1740the union of Zeus and the fortunate Hera. Oh! Hymen! oh! Hymenaeus!
1743PISTHETAERUS: I am delighted with your songs, I applaud your verses. Now celebrate
1745the thunder that shakes the earth, the flaming lightning of Zeus and the terrible flashing thunderbolt.
Part 38
1748CHORUS: Oh, thou golden flash of the lightning! oh, ye divine shafts of flame, that Zeus has hitherto shot forth!
1750Oh, ye rolling thunders, that bring down the rain! 'Tis by the order of our king that ye shall now stagger the earth! Oh, Hymen! 'tis through thee that he commands the universe and that he makes Basileia, whom he has robbed from Zeus, take her seat at his side. Oh! Hymen! oh! Hymenaeus!
1755PISTHETAERUS: Let all the winged tribes of our fellow-citizens follow the bridal couple to the palace of Zeus and to the nuptial couch! Stretch forth your
1760hands, my dear wife! Take hold of me by my wings and let us dance; I am going to lift you up and carry you through the air.
1763CHORUS: Alalalai ie Paian! Tenella kallinikos!
1765Loftiest art thou of gods!
Contents — 38 sections
Part 1
1ἘΥΕΛΠΊΔΗΣ: ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
2ΠΙΣΘΈΤΑΙΡΟΣ: διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.
3ἘΥΕΛΠΊΔΗΣ: τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;
4ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.
5ΠΙΣΘΈΤΑΙΡΟΣ: τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
6ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
7ἘΥΕΛΠΊΔΗΣ: τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
8ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
9ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.
10ἘΥΕΛΠΊΔΗΣ: ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;
11ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.
12ἘΥΕΛΠΊΔΗΣ: οἴμοι.
12bΠΙΣΘΈΤΑΙΡΟΣ: σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.
13ἘΥΕΛΠΊΔΗΣ: ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων, ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν, ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων· κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ
18κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου. τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν. καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις ὁδός.
22bΠΙΣΘΈΤΑΙΡΟΣ: οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.
23ἘΥΕΛΠΊΔΗΣ: οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;
24ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
25ἘΥΕΛΠΊΔΗΣ: τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
25bΠΙΣΘΈΤΑΙΡΟΣ: τί δʼ ἄλλο γʼ ἢ
26βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
27ἘΥΕΛΠΊΔΗΣ: οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν; ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·
32ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν, αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν
37τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα. οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.
42διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν, κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα, ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν. ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα
47τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω, εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.
49ΠΙΣΘΈΤΑΙΡΟΣ: οὗτος.
49bἘΥΕΛΠΊΔΗΣ: τί ἔστιν;
49cΠΙΣΘΈΤΑΙΡΟΣ: ἡ κορώνη μοι πάλαι
50ἄνω τι φράζει.
Part 2
50bἘΥΕΛΠΊΔΗΣ: χὠ κολοιὸς οὑτοσὶ
51ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
52κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.
53εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.
54ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.
55ἘΥΕΛΠΊΔΗΣ: σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.
56ΠΙΣΘΈΤΑΙΡΟΣ: σὺ δʼ οὖν λίθῳ κόψον λαβών.
56bἘΥΕΛΠΊΔΗΣ: πάνυ γʼ, εἰ δοκεῖ.
57παῖ παῖ.
57bΠΙΣΘΈΤΑΙΡΟΣ: τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;
58οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;
59ἘΥΕΛΠΊΔΗΣ: ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
60ἐποποῖ.
60bΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;
61ἘΥΕΛΠΊΔΗΣ: Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.
62ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.
63ἘΥΕΛΠΊΔΗΣ: οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.
64ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: ἀπολεῖσθον.
64bἘΥΕΛΠΊΔΗΣ: ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.
64cΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: τί δαί;
65ἘΥΕΛΠΊΔΗΣ: Ὑποδεδιὼς ἔγωγε Λιβυκὸν ὄρνεον.
66ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: οὐδὲν λέγεις.
66bἘΥΕΛΠΊΔΗΣ: καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
67ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
68ΠΙΣΘΈΤΑΙΡΟΣ: Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
69ἘΥΕΛΠΊΔΗΣ: ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;
Part 3
70ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: ὄρνις ἔγωγε δοῦλος.
70bἘΥΕΛΠΊΔΗΣ: ἡττήθης τινὸς
71ἀλεκτρυόνος;
71bΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης
72ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο
73ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.
74ἘΥΕΛΠΊΔΗΣ: δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
75ΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,
76τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·
77τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
78ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·
79τρέχω ʼπὶ τορύνην.
79bἘΥΕΛΠΊΔΗΣ: τροχίλος ὄρνις οὑτοσί.
80οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην
81ἡμῖν κάλεσον.
81bΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: ἀλλʼ ἀρτίως νὴ τὸν Δία
82εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
83ἘΥΕΛΠΊΔΗΣ: ὅμως ἐπέγειρον αὐτόν.
83bΘΕΡΆΠΩΝ ἜΠΟΠΟΣ: οἶδα μὲν σαφῶς
84ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.
85ΠΙΣΘΈΤΑΙΡΟΣ: κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.
86ἘΥΕΛΠΊΔΗΣ: οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται
87ὑπὸ τοῦ δέους.
87bΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ δειλότατον σὺ θηρίον,
88δείσας ἀφῆκας τὸν κολοιόν;
88bἘΥΕΛΠΊΔΗΣ: εἰπέ μοι,
89σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
90ΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ Δίʼ οὐκ ἔγωγε.
90bἘΥΕΛΠΊΔΗΣ: ποῦ γάρ ἐστʼ;
90cΠΙΣΘΈΤΑΙΡΟΣ: ἀπέπτετο.
91ἘΥΕΛΠΊΔΗΣ: οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.
92ἜΠΟΨ: ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.
93ἘΥΕΛΠΊΔΗΣ: ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;
94τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;
95ἜΠΟΨ: τίνες εἰσί μʼ οἱ ζητοῦντες;
Part 4
95bἘΥΕΛΠΊΔΗΣ: οἱ δώδεκα θεοὶ
96εἴξασιν ἐπιτρῖψαί σε.
96bἜΠΟΨ: μῶν με σκώπτετον
97ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι
98ἄνθρωπος.
98bἘΥΕΛΠΊΔΗΣ: οὐ σοῦ καταγελῶμεν.
98cἜΠΟΨ: ἀλλὰ τοῦ;
99ἘΥΕΛΠΊΔΗΣ: τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
100ἜΠΟΨ: τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
101ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.
102ἘΥΕΛΠΊΔΗΣ: Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
103ἜΠΟΨ: ὄρνις ἔγωγε.
103bἘΥΕΛΠΊΔΗΣ: κᾆτά σοι ποῦ τὰ πτερά;
104ἜΠΟΨ: ἐξερρύηκε.
104bἘΥΕΛΠΊΔΗΣ: πότερον ὑπὸ νόσου τινός;
105ἜΠΟΨ: οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα
106πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.
107ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;
107bἘΥΕΛΠΊΔΗΣ: νώ; βροτώ.
108ἜΠΟΨ: ποδαπὼ τὸ γένος;
108bἘΥΕΛΠΊΔΗΣ: ὅθεν αἱ τριήρεις αἱ καλαί.
109ἜΠΟΨ: μῶν ἡλιαστά;
109bἘΥΕΛΠΊΔΗΣ: μἀλλὰ θατέρου τρόπου,
110ἀπηλιαστά.
110bἜΠΟΨ: σπείρεται γὰρ τοῦτʼ ἐκεῖ
111τὸ σπέρμʼ;
111bἘΥΕΛΠΊΔΗΣ: ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
112ἜΠΟΨ: πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;
Part 5
113ἘΥΕΛΠΊΔΗΣ: σοὶ ξυγγενέσθαι βουλομένω.
114ἜΠΟΨ: τίνος πέρι;
114bἘΥΕΛΠΊΔΗΣ: ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,
115κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
116κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·
117εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
118καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
119καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·
120ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,
121εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
122ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
123ἜΠΟΨ: ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
124ἘΥΕΛΠΊΔΗΣ: μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
125ἜΠΟΨ: ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
125bἘΥΕΛΠΊΔΗΣ: ἐγώ;
126ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.
127ἜΠΟΨ: ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;
128ἘΥΕΛΠΊΔΗΣ: ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·
129ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
130λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου
131ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
132λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·
133καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,
134μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.
135ἜΠΟΨ: νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
136τί δαὶ σύ;
136bΠΙΣΘΈΤΑΙΡΟΣ: τοιούτων ἐρῶ κἀγώ.
136cἜΠΟΨ: τίνων;
137ΠΙΣΘΈΤΑΙΡΟΣ: ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
138ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·
139καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη
140εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον
141οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
142οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.
143ἜΠΟΨ: ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
144ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις
145παρὰ τὴν ἐρυθρὰν θάλατταν.
145bἘΥΕΛΠΊΔΗΣ: οἴμοι μηδαμῶς
146ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται
147κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.
148Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
149ἜΠΟΨ: τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
150ἐλθόνθʼ;
150bἘΥΕΛΠΊΔΗΣ: ὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼν
151βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
152ἜΠΟΨ: ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
153ἵνα χρὴ κατοικεῖν.
153bἘΥΕΛΠΊΔΗΣ: ἀλλʼ ἔγωγʼ Ὀπούντιος
154οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
155οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος;
156σὺ γὰρ οἶσθʼ ἀκριβῶς.
156bἜΠΟΨ: οὐκ ἄχαρις ἐς τὴν τριβήν·
157οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.
Part 6
158ἘΥΕΛΠΊΔΗΣ: πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
159ἜΠΟΨ: νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμα
160καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
161ἘΥΕΛΠΊΔΗΣ: ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
161bΠΙΣΘΈΤΑΙΡΟΣ: φεῦ φεῦ·
162aἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,
163καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.
164ἜΠΟΨ: τί σοι πιθώμεσθʼ;
164bΠΙΣΘΈΤΑΙΡΟΣ: ὅ τι πίθησθε; πρῶτα μὲν
165μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·
166ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα
167ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
168τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·
169ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
170ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.
171ἜΠΟΨ: νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
172τί ἂν οὖν ποιοῖμεν;
172bΠΙΣΘΈΤΑΙΡΟΣ: οἰκίσατε μίαν πόλιν.
173ἜΠΟΨ: ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
174ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,
175βλέψον κάτω.
175bἜΠΟΨ: καὶ δὴ βλέπω.
175cΠΙΣΘΈΤΑΙΡΟΣ: βλέπε νῦν ἄνω.
176ἜΠΟΨ: βλέπω.
176bΠΙΣΘΈΤΑΙΡΟΣ: περίαγε τὸν τράχηλον.
176cἜΠΟΨ: νὴ Δία
177ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.
178ΠΙΣΘΈΤΑΙΡΟΣ: εἶδές τι;
178bἜΠΟΨ: τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
179ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;
180ἜΠΟΨ: πόλος; τίνα τρόπον;
180bΠΙΣΘΈΤΑΙΡΟΣ: ὥσπερ ἂν εἴποι τις τόπος.
181ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
182ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
183ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,
184ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
185ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
186τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
Part 7
187ἜΠΟΨ: πῶς;
187bΠΙΣΘΈΤΑΙΡΟΣ: ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
188εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
189Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
190οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
191ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
193τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
194ἜΠΟΨ: ἰοὺ ἰού·
194aμὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
195μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·
196ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
197εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
198ΠΙΣΘΈΤΑΙΡΟΣ: τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;
198bἜΠΟΨ: σύ.
199ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
200ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
201ΠΙΣΘΈΤΑΙΡΟΣ: πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;
201bἜΠΟΨ: ῥᾳδίως.
202δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,
203ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
204καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος
205ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
206ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·
207ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμην
208ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.
209ἜΠΟΨ: ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου, λῦσον δὲ νόμους ἱερῶν ὕμνων, οὓς διὰ θείου στόματος θρηνεῖς τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν· ἐλελιζομένης δʼ ἱεροῖς μέλεσιν
214γένυος ξουθῆς καθαρὰ χωρεῖ διὰ φυλλοκόμου μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας, ἵνʼ ὁ χρυσοκόμας Φοῖβος ἀκούων τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων
219ἐλεφαντόδετον φόρμιγγα θεῶν ἵστησι χορούς· διὰ δʼ ἀθανάτων στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ θεία μακάρων ὀλολυγή.
223ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου·
224οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.
225ἘΥΕΛΠΊΔΗΣ: οὗτος.
225bΠΙΣΘΈΤΑΙΡΟΣ: τί ἔστιν;
225cοὐ σιωπήσει;
225dἘΥΕΛΠΊΔΗΣ: τί δαί;
226ΠΙΣΘΈΤΑΙΡΟΣ: οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.
227ἜΠΟΨ: ἐποποῖ ποποποποποποποῖ, ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ, ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων· ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύας νέμεσθε, φῦλα μυρία κριθοτράγων
232σπερμολόγων τε γένη ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν· ὅσα τʼ ἐν ἄλοκι θαμὰ βῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸν ἡδομένᾳ φωνᾷ·
237τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό. ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει, τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα, ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·
243τριοτὸ τριοτὸ τοτοβρίξ· οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμους ἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπους ἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνις πτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς.
250ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσης φῦλα μετʼ ἀλκυόνεσσι ποτῆται, δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα, πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομεν οἰωνῶν ταναοδείρων.
255ἥκει γὰρ τις δριμὺς πρέσβυς καινὸς γνώμην καινῶν τʼ ἔργων ἐγχειρητής. ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα, δεῦρο δεῦρο δεῦρο δεῦρο.
260ΧΟΡΌΣ: τοροτοροτοροτοροτίξ.
261κικκαβαῦ κικκαβαῦ.
262τοροτοροτοροτορολιλιλίξ.
263ΠΙΣΘΈΤΑΙΡΟΣ: ὁρᾷς τινʼ ὄρνιν;
263bἘΥΕΛΠΊΔΗΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
264καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων.
265ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμην
266ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.
267ὌΡΝΙΣ ΤΙΣ: τοροτὶξ τοροτίξ.
Part 8
268ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
269ἘΥΕΛΠΊΔΗΣ: νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;
270ΠΙΣΘΈΤΑΙΡΟΣ: οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;
271ἜΠΟΨ: οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,
272ἀλλὰ λιμναῖος.
272bἘΥΕΛΠΊΔΗΣ: βαβαὶ καλός γε καὶ φοινικιοῦς.
273ἜΠΟΨ: εἰκότως γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.
274ἘΥΕΛΠΊΔΗΣ: οὗτος ὦ σέ τοι.
274bΠΙΣΘΈΤΑΙΡΟΣ: τί βωστρεῖς;
274cἘΥΕΛΠΊΔΗΣ: ἕτερος ὄρνις οὑτοσί.
275ΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.
276τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
277ἜΠΟΨ: ὄνομα τούτῳ Μῆδός ἐστο.
277bΠΙΣΘΈΤΑΙΡΟΣ: Μῆδος; ὦναξ Ἡράκλεις·
278εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
279ἘΥΕΛΠΊΔΗΣ: ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
280ΠΙΣΘΈΤΑΙΡΟΣ: τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,
281ἀλλὰ χοὖτος ἕτερος;
281bἜΠΟΨ: οὑτοσὶ μέν ἐστι Φιλοκλέους
282ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
283Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
284ΠΙΣΘΈΤΑΙΡΟΣ: Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.
285ἘΥΕΛΠΊΔΗΣ: ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,
286αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
287ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
288τίς ὀνομάξεταί ποθʼ οὗτος;
288bἜΠΟΨ: οὑτοσὶ κατωφαγᾶς.
289ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
Part 9
290ἘΥΕΛΠΊΔΗΣ: πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
291ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
292ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;
292bἜΠΟΨ: ὥσπερ οἱ Κᾶρες μὲν οὖν
293ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.
294ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
295ὀρνέων;
295bἘΥΕΛΠΊΔΗΣ: ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
296οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.
297ἜΠΟΨ: οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,
298οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.
299ΠΙΣΘΈΤΑΙΡΟΣ: τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;
299bἜΠΟΨ: ὅστις ἐστί; κειρύλος.
300ΠΙΣΘΈΤΑΙΡΟΣ: κειρύλος γάρ ἐστιν ὄρνις;
300bἜΠΟΨ: οὐ γάρ ἐστι Σποργίλος;
301χαὐτηί γε γλαῦξ.
301bἘΥΕΛΠΊΔΗΣ: τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;
302ἜΠΟΨ: κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
303νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
304πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.
305ΠΙΣΘΈΤΑΙΡΟΣ: ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·
306οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
307ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
308καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
308bἘΥΕΛΠΊΔΗΣ: τοῦτο μὲν κἀμοὶ δοκεῖ.
310ΧΟΡΌΣ: ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς
311ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
312ἜΠΟΨ: οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
313ΧΟΡΌΣ: τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ
315πρὸς ἐμὲ φίλον ἔχων;
316ἜΠΟΨ: κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
317ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.
318ΧΟΡΌΣ: ποῦ; πᾷ; πῶς φῄς;
320ἜΠΟΨ: φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·
321ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.
Part 10
322ΧΟΡΌΣ: ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,
323πῶς λέγεις;
323bἜΠΟΨ: μήπω φοβηθῇς τὸν λόγον.
323cΧΟΡΌΣ: τί μʼ ἠργάσω;
324ἜΠΟΨ: ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
325ΧΟΡΌΣ: καὶ δέδρακας τοῦτο τοὔργον;
325bἜΠΟΨ: καὶ δεδρακώς γʼ ἥδομαι.
326ΧΟΡΌΣ: κἀστὸν ἤδη που παρʼ ἡμῖν;
326bἜΠΟΨ: εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.
327ΧΟΡΌΣ: ἔα ἔα,
328προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·
329ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν
330ἐνέμετο πεδία παρʼ ἡμῖν,
331παρέβη μὲν θεσμοὺς ἀρχαίους,
332παρέβη δʼ ὅρκους ὀρνίθων·
333ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ
334γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶ
335πολέμιον ἐτράφη.
336ΧΟΡΌΣ: ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·
337τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην
338διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.
338bΠΙΣΘΈΤΑΙΡΟΣ: ὡς ἀπωλόμεσθʼ ἄρα.
339ἘΥΕΛΠΊΔΗΣ: αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
340ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;
340bΠΙΣΘΈΤΑΙΡΟΣ: ἵνʼ ἀκολουθοίης ἐμοί.
341ἘΥΕΛΠΊΔΗΣ: ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
341bΠΙΣΘΈΤΑΙΡΟΣ: τοῦτο μὲν ληρεῖς ἔχων
342κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;
343ΧΟΡΌΣ: ἰὼ ἰώ,
344ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον
345ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ
346ἐπίβαλε περί τε κύκλωσαι·
347ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω
348καὶ δοῦναι ῥύγχει φορβάν.
349οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
350οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται
351τώδʼ ἀποφυγόντε με.
352ΧΟΡΌΣ: ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
353ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.
354ἘΥΕΛΠΊΔΗΣ: τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;
354bΠΙΣΘΈΤΑΙΡΟΣ: οὗτος οὐ μενεῖς;
355ἘΥΕΛΠΊΔΗΣ: ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;
Part 11
355bΠΙΣΘΈΤΑΙΡΟΣ: πῶς γὰρ ἂν τούτους δοκεῖς
356ἐκφυγεῖν;
356bἘΥΕΛΠΊΔΗΣ: οὐκ οἶδʼ ὅπως ἄν.
356cΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ἐγώ τοί σοι λέγω,
357ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
358ἘΥΕΛΠΊΔΗΣ: τί δὲ χύτρα νώ γʼ ὠφελήσει;
358bΠΙΣΘΈΤΑΙΡΟΣ: γλαῦξ μὲν οὐ πρόσεισι νῷν.
359ἘΥΕΛΠΊΔΗΣ: τοῖς δὲ γαμψώνυξι τοισδί;
359bΠΙΣΘΈΤΑΙΡΟΣ: τὸν ὀβελίσκον ἁρπάσας
360εἶτα κατάπηξον πρὸ σαυτοῦ.
360bἘΥΕΛΠΊΔΗΣ: τοῖσι δʼ ὀφθαλμοῖσι τί;
361ΠΙΣΘΈΤΑΙΡΟΣ: ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
362ἘΥΕΛΠΊΔΗΣ: ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
363ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.
364ΧΟΡΌΣ: ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.
365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.
366ἜΠΟΨ: εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων
367ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
368τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
369ΧΟΡΌΣ: φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
370ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;
371ἜΠΟΨ: εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,
372καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;
373ΧΟΡΌΣ: πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
374ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
375ἜΠΟΨ: ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
376ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου
377οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
378αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων
379ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·
380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
381ΧΟΡΌΣ: ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
382χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.
383ΠΙΣΘΈΤΑΙΡΟΣ: οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος.
384ἜΠΟΨ: καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
385ΧΟΡΌΣ: ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.
Part 12
386ΠΙΣΘΈΤΑΙΡΟΣ: μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν
387τώ τε τρυβλίω καθίει·
388καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
389περιπατεῖν ἔχοντας ἡμᾶς
390τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν
391τὴν χύτραν ἄκραν ὁρῶντας
392ἐγγύς· ὡς οὐ φευκτέον νῷν.
393ἘΥΕΛΠΊΔΗΣ: ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,
394κατορυχθησόμεσθα ποῦ γῆς;
395ΠΙΣΘΈΤΑΙΡΟΣ: ὁ Κεραμεικὸς δέξεται νώ.
396δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
397φήσομεν πρὸς τοὺς στρατηγοὺς
398μαχομένω τοῖς πολεμίοισιν
399ἀποθανεῖν ἐν Ὀρνεαῖς.
400ΧΟΡΌΣ: ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν,
401καὶ τὸν θυμὸν κατάθου κύψας
402παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·
403κἀναπυθώμεθα τούσδε τίνες ποτὲ
404καὶ πόθεν ἔμολον
405† ἐπὶ τίνα τʼ ἐπίνοιαν. †
406ἰὼ ἔποψ σέ τοι καλῶ.
407ἜΠΟΨ: καλεῖς δὲ τοῦ κλύειν θέλων;
408ΧΟΡΌΣ: τίνες ποθʼ οἵδε καὶ πόθεν;
409ἜΠΟΨ: ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.
410ΧΟΡΌΣ: τύχη δὲ ποία κομίζει
411ποτʼ αὐτὼ πρὸς ὄρνιθας
412ἐλθεῖν;
412bἜΠΟΨ: ἔρως
413βίου διαίτης τε καὶ
414σοῦ ξυνοικεῖν τέ σοι
415καὶ ξυνεῖναι τὸ πᾶν.
416ΧΟΡΌΣ: τί φῄς;
416aλέγουσι δὴ τίνας λόγους;
417ἜΠΟΨ: ἄπιστα καὶ πέρα κλύειν.
418ΧΟΡΌΣ: ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον
419μονῆς, ὅτῳ πέποιθʼ
419aἐμοὶ ξυνὼν [...]
420κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
421φίλοισιν ὠφελεῖν ἔχειν;
422ἜΠΟΨ: λέγει μέγαν τινʼ ὄλβον οὔτε
423λεκτὸν οὔτε πιστόν· ὡς
424σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
425τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
426τὸ δεῦρο προσβιβᾷ λέγων.
427ΧΟΡΌΣ: πότερα μαινόμενος;
428ἜΠΟΨ: ἄφατον ὡς φρόνιμος.
429ΧΟΡΌΣ: ἔνι σοφόν τι φρενί;
430ἜΠΟΨ: πυκνότατον κίναδος,
431σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.
432ΧΟΡΌΣ: λέγειν λέγειν κέλευέ μοι.
433κλύων γὰρ ὧν σύ μοι λέγεις
434λόγων ἀνεπτέρωμαι.
435ἜΠΟΨ: ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
436ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
437ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·
438σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ
439φράσον, δίδαξον.
439bΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
440ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ
441ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
441aὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
442μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —
Part 13
442bΧΟΡΌΣ: οὔτι που
443τόν —; οὐδαμῶς.
443bΠΙΣΘΈΤΑΙΡΟΣ: οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
444ΧΟΡΌΣ: διατίθεμαι ʼγώ.
444bΠΙΣΘΈΤΑΙΡΟΣ: κατόμοσόν νυν ταῦτά μοι.
445ΧΟΡΌΣ: ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
446καὶ τοῖς θεαταῖς πᾶσιν.
446bΠΙΣΘΈΤΑΙΡΟΣ: ἔσται ταυταγί.
447ΧΟΡΌΣ: εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
448ΚΗ͂ΡΥΞ: ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ
449ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,
450σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
451ΧΟΡΌΣ: δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
452πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.
453τάχα γὰρ τύχοις ἂν
454χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
455δύναμίν τινα μείζω
456παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·
457σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.
458ὃ γὰρ ἂν σὺ τύχῃς μοι
459ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
460ΧΟΡΌΣ: ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
461λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
462ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
463ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι
464κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
464bἘΥΕΛΠΊΔΗΣ: δειπνήσειν μέλλομεν; ἢ τί;
465ΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,
466ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,
467οἵτινες ὄντες πρότερον βασιλῆς —
467bΧΟΡΌΣ: ἡμεῖς βασιλῆς; τίνος;
467cΠΙΣΘΈΤΑΙΡΟΣ: ὑμεῖς
468πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
469ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
470καὶ γῆς.
470bΧΟΡΌΣ: καὶ γῆς;
470cΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ τὸν Ἀπόλλω.
470dΧΟΡΌΣ: τουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.
471ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,
472ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
473προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·
474γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν
475ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
476ἘΥΕΛΠΊΔΗΣ: ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
Part 14
477ΠΙΣΘΈΤΑΙΡΟΣ: οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
478ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;
479ἘΥΕΛΠΊΔΗΣ: νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·
480οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
481ΠΙΣΘΈΤΑΙΡΟΣ: ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
482ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.
483αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει
484ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.
486ἘΥΕΛΠΊΔΗΣ: διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει
487ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
488ΠΙΣΘΈΤΑΙΡΟΣ: οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν
489ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,
490ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
491σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί·
492οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.
492bἘΥΕΛΠΊΔΗΣ: ἐμὲ τοῦτό γʼ ἐρώτα.
493χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
494ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
495κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν·
496κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω
497ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·
498κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.
499ΠΙΣΘΈΤΑΙΡΟΣ: ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.
500ΧΟΡΌΣ: τῶν Ἑλλήνων;
500bΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων
501προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.
501bἘΥΕΛΠΊΔΗΣ: νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
502ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων
503ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.
504ΠΙΣΘΈΤΑΙΡΟΣ: Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·
505χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες
506τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.
507ἘΥΕΛΠΊΔΗΣ: τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.
508ΠΙΣΘΈΤΑΙΡΟΣ: ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι
509ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,
510ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.
511ἘΥΕΛΠΊΔΗΣ: τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα,
512ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
513ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.
514ΠΙΣΘΈΤΑΙΡΟΣ: ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων
515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
516ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.
517ἘΥΕΛΠΊΔΗΣ: νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;
518ΠΙΣΘΈΤΑΙΡΟΣ: ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν,
519τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
520ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·
521Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.
522οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον,
523ΠΙΣΘΈΤΑΙΡΟΣ: νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς· ὥσπερ δʼ ἤδη τοὺς μαινομένους βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς ἵστησι βρόχους παγίδας ῥάβδους
528ἕρκη νεφέλας δίκτυα πηκτάς· εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους· οἱ δʼ ὠνοῦνται βλιμάζοντες· κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς,
533ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον σίλφιον ὄξος καὶ τρίψαντες κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν, κἄπειτα κατεσκέδασαν θερμὸν τοῦτο καθʼ ὑμῶν
538αὐτῶν ὥσπερ κενεβρείων.
539ΧΟΡΌΣ: πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους
540ἤνεγκας ἄνθρωφʼ. ὡς ἐδάκρυσά γʼ ἐμῶν
541πατέρων κάκην, οἳ
542τάσδε τὰς τιμὰς προγόνων παραδόντων
543ἐπʼ ἐμοῦ κατέλυσαν.
544σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν
545ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.
546ἀναθεὶς γὰρ ἐγώ σοι
547τὰ νεοττία κἀμαυτὸν οἰκήσω.
548ΧΟΡΌΣ: ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
549εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
Part 15
550ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
551κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
552περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
553ἜΠΟΨ: ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
554ΠΙΣΘΈΤΑΙΡΟΣ: κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν· κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ, ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν, ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
559καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας. τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω, ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν, κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως
564τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον· ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν· ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν· ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας· κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις,
569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.
570ἘΥΕΛΠΊΔΗΣ: ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.
571ΧΟΡΌΣ: καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,
572οἳ πετόμεσθα πτέρυγάς τʼ ἔχομεν;
572bΠΙΣΘΈΤΑΙΡΟΣ: ληρεῖς· καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆς
573πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
574αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε·
575Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.
576ἘΥΕΛΠΊΔΗΣ: ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;
577ΠΙΣΘΈΤΑΙΡΟΣ: ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,
578τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν
579καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι·
580κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.
581ἘΥΕΛΠΊΔΗΣ: οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.
582ΠΙΣΘΈΤΑΙΡΟΣ: οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,
583καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·
584εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω· μισθοφορεῖ δέ.
585ἘΥΕΛΠΊΔΗΣ: μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.
586ΠΙΣΘΈΤΑΙΡΟΣ: ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
587ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.
587bἜΠΟΨ: λέγε δή μοι τῶν ἀγαθῶν ἕν.
588ΠΙΣΘΈΤΑΙΡΟΣ: πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
589ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
590εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
591ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
592ἜΠΟΨ: πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.
593ΠΙΣΘΈΤΑΙΡΟΣ: τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
594τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
595ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
595bἜΠΟΨ: πῶς οὐκ ἀπολεῖται;
596ΠΙΣΘΈΤΑΙΡΟΣ: προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·
597νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.
598ἘΥΕΛΠΊΔΗΣ: γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.
599ΠΙΣΘΈΤΑΙΡΟΣ: τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο
600τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες,
601οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.
Part 16
602ἘΥΕΛΠΊΔΗΣ: πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
603ἜΠΟΨ: πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
604ΠΙΣΘΈΤΑΙΡΟΣ: ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,
605ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
606ἜΠΟΨ: πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·
607ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;
607bΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς
608ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.
608bἜΠΟΨ: παρὰ τοῦ;
608cΠΙΣΘΈΤΑΙΡΟΣ: παρʼ ὅτου; παρʼ ἑαυτῶν.
609οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
610ἘΥΕΛΠΊΔΗΣ: αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
611ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ γὰρ πολλῷ; πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις, ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις
616οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς τῶν ὀρνίθων δένδρον ἐλάας ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις
621καὶ τοῖς κοτίνοις στάντες ἔχοντες κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν παραχρῆμʼ ἔσται
626πυροὺς ὀλίγους προβαλοῦσιν.
627ΧΟΡΌΣ: ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
628οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.
629ΧΟΡΌΣ: ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
630ἐπηπείλησα καὶ κατώμοσα,
631ἢν σὺ παρʼ ἐμὲ θέμενος
632ὁμόφρονας λόγους δικαίους
633ἀδόλους ὁσίους
634ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ
635ΧΟΡΌΣ: φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
636θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.
637ΧΟΡΌΣ: ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·
638ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.
639ἜΠΟΨ: καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι
640ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
641ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε
641aεἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν
642καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
643καὶ τοὔνομʼ ἡμῖν φράσατον.
643bΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλὰ ῥᾴδιον.
644ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
645Εὐελπίδης Κριῶθεν.
645bἜΠΟΨ: ἀλλὰ χαίρετον
646ἄμφω.
646bΠΙΣΘΈΤΑΙΡΟΣ: δεχόμεθα.
646cἜΠΟΨ: δεῦρο τοίνυν εἴσιτον.
647ΠΙΣΘΈΤΑΙΡΟΣ: ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
647bἜΠΟΨ: ἴθι.
Part 17
648ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.
649φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
650ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;
651ἜΠΟΨ: καλῶς.
651bΠΙΣΘΈΤΑΙΡΟΣ: ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
652ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς
653φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
654ἜΠΟΨ: μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,
655ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.
656ΠΙΣΘΈΤΑΙΡΟΣ: οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
657καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
658ΧΟΡΌΣ: οὗτος σὲ καλῶ, σὲ λέγω.
658bἜΠΟΨ: τί καλεῖς;
658cΧΟΡΌΣ: τούτους μὲν ἄγων μετὰ σαυτοῦ
659ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
660κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.
661ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·
662ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
663ἘΥΕΛΠΊΔΗΣ: ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
664καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
665ἜΠΟΨ: ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
666ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
667ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,
668ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.
668bἘΥΕΛΠΊΔΗΣ: ἆρά γʼ οἶσθʼ ὅτι
669ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;
670ΠΙΣΘΈΤΑΙΡΟΣ: ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
671ἘΥΕΛΠΊΔΗΣ: ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
672ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
673ἘΥΕΛΠΊΔΗΣ: ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ
674ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.
675ἜΠΟΨ: ἴωμεν.
675bΠΙΣΘΈΤΑΙΡΟΣ: ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.
676ΧΟΡΌΣ: ὦ φίλη, ὦ ξουθή,
677ὦ φίλτατον ὀρνέων
678πάντων, ξύννομε τῶν ἐμῶν
679ὕμνων, ξύντροφʼ ἀηδοῖ,
680ἦλθες ἦλθες ὤφθης,
681ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.
682ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ
683αὐλὸν φθέγμασιν ἠρινοῖς,
684ἄρχου τῶν ἀναπαίστων.
Part 18
685ΧΟΡΌΣ: ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά, ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι, προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν, τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,
690ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων. φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν. Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις
695τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν, ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός, στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
700πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα· ξυμμιγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ οὐρανὸς ὠκεανός τε καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δʼ ὡς ἐσμὲν Ἔρωτος πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·
705πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί, ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίωνʼ ὁ δὲ χῆνʼ ὁ δὲ Περσικὸν ὄρνιν.
708ΧΟΡΌΣ: πάντα δὲ θνητοῖς ἐστὶν ἀφʼ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα. πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας· σπείρειν μέν, ὅταν γέρανος κρώζουσʼ ἐς τὴν Λιβύην μεταχωρῇ. καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν, εἶτα δʼ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
713ἰκτῖνος δʼ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει, ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών, ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι. ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων. ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
718πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός. ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει· φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε, ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν. ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
723ΧΟΡΌΣ: ἢν οὖν ἡμᾶς νομίσητε θεούς, ἕξετε χρῆσθαι μάντεσι Μούσαις αὔραις ὥραις χειμῶνι θέρει μετρίῳ πνίγει· κοὐκ ἀποδράντες καθεδούμεθʼ ἄνω σεμνυνόμενοι
728παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς· ἀλλὰ παρόντες δώσομεν ὑμῖν αὐτοῖς, παισίν, παίδων παισίν, πλουθυγιείαν εὐδαιμονίαν βίον εἰρήνην
733νεότητα γέλωτα χοροὺς θαλίας γάλα τʼ ὀρνίθων. ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν· οὕτω πλουτήσετε πάντες.
737ΧΟΡΌΣ: Μοῦσα λοχμαία, τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ, ποικίλη, μεθʼ ἧς ἐγὼ νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις, τιὸ τιὸ τιὸ τιοτίγξ,
742ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου, τιὸ τιὸ τιὸ τιοτίγξ, διʼ ἐμῆς γένυος ξουθῆς μελέων Πανὶ νόμους ἱεροὺς ἀναφαίνω σεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ,
747τοτοτοτοτοτοτοτοτοτίγξ, ἔνθεν ὡστερεὶ μέλιττα Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ φέρων γλυκεῖαν ᾠδάν. τιὸ τιὸ τιὸ τιοτίγξ.
752ΧΟΡΌΣ: εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω. ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα, ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά. εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
758τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ. εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται. εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
763φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους. εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης, φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες. εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·
768ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
769ΧΟΡΌΣ: τοιάδε κύκνοι, τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ, συμμιγῆ βοὴν ὁμοῦ πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω, τιὸ τιὸ τιὸ τιοτίγξ,
774ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν, τιὸ τιὸ τιὸ τιοτίγξ, διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά· πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν, κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,
779τοτοτοτοτοτοτοτοτοτίγξ· πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος· εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες Μοῦσαί τʼ ἐπωλόλυξαν. τιὸ τιὸ τιὸ τιοτίγξ.
785ΧΟΡΌΣ: οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά. αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος, εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο, ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.
790εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο, κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο· εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει, κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
795οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο, εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο. ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον; ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸς
800μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.
801ΠΙΣΘΈΤΑΙΡΟΣ: ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω
802γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
803ἘΥΕΛΠΊΔΗΣ: ἐπὶ τῷ γελᾷς;
803bΠΙΣΘΈΤΑΙΡΟΣ: ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
804οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;
805εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
806ἘΥΕΛΠΊΔΗΣ: σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
807ΠΙΣΘΈΤΑΙΡΟΣ: ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·
808τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
809ἜΠΟΨ: ἄγε δὴ τί χρὴ δρᾶν;
809bΠΙΣΘΈΤΑΙΡΟΣ: πρῶτον ὄνομα τῇ πόλει
810θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
811θῦσαι μετὰ τοῦτο.
811bἘΥΕΛΠΊΔΗΣ: ταῦτα κἀμοὶ συνδοκεῖ.
812ἜΠΟΨ: φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;
813ἘΥΕΛΠΊΔΗΣ: βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
814Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
814bΠΙΣΘΈΤΑΙΡΟΣ: Ἡράκλεις·
815Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
816οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.
817ἘΥΕΛΠΊΔΗΣ: τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;
817bἜΠΟΨ: ἐντευθενὶ
818ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
819χαῦνόν τι πάνυ.
Part 19
819bΠΙΣΘΈΤΑΙΡΟΣ: βούλει Νεφελοκοκκυγίαν;
820ἜΠΟΨ: ἰοὺ ἰού·
820aκαλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.
821ἘΥΕΛΠΊΔΗΣ: ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
822ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
822bτά τʼ Αἰσχίνου γʼ ἅπαντα;
823ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ λῷστον μὲν οὖν
824τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς
825ἀλαζονευόμενοι καθυπερηκόντισαν.
826ἜΠΟΨ: λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
827πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;
828ἘΥΕΛΠΊΔΗΣ: τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
829ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις,
830ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
831ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
832ἘΥΕΛΠΊΔΗΣ: τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
833ἜΠΟΨ: ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
834ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
835Ἄρεως νεοττός.
835bἘΥΕΛΠΊΔΗΣ: ὦ νεοττὲ δέσποτα·
836ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
837ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
838καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
839χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
840λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος,
841φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,
842κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
843κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
844ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,
845κἀκεῖθεν αὖθις παρʼ ἐμέ.
845bἘΥΕΛΠΊΔΗΣ: σὺ δέ γʼ αὐτοῦ μένων
846οἴμωζε παρʼ ἔμʼ.
846bΠΙΣΘΈΤΑΙΡΟΣ: ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.
847οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.
848ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
849τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
850παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
851ἹΕΡΕΎΣ: ὁμορροθῶ, συνθέλω,
852συμπαραινέσας ἔχω
853προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
855ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
856ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
857συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
859ΠΙΣΘΈΤΑΙΡΟΣ: παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
860τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν
861οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.
862ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
864ἹΕΡΕΎΣ: δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;
865εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —
866ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.
867ἹΕΡΕΎΣ: καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —
868ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.
876ἹΕΡΕΎΣ: καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
Part 20
877ΠΙΣΘΈΤΑΙΡΟΣ: δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
878ἹΕΡΕΎΣ: διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
880ΠΙΣΘΈΤΑΙΡΟΣ: Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
881ἹΕΡΕΎΣ: καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ
886πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι
887καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ
888καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
889ΠΙΣΘΈΤΑΙΡΟΣ: παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
890ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς
891ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
892ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;
893ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
894ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
895ἹΕΡΕΎΣ: εἶτʼ αὖθις αὖ τἄρα σοι
896δεῖ με δεύτερον μέλος
899χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ
900μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον.
901τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴν
902γένειόν ἐστι καὶ κέρατα.
903ΠΙΣΘΈΤΑΙΡΟΣ: θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.
904ΠΟΙΗΤΉΣ: Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
905κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.
906ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;
907ΠΟΙΗΤΉΣ: ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
908Μουσάων θεράπων ὀτρηρός,
910κατὰ τὸν Ὅμηρον.
911ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
912ΠΟΙΗΤΉΣ: οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
913Μουσάων θεράποντες ὀτρηροί,
914κατὰ τὸν Ὅμηρον.
915ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
916ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης;
917ΠΟΙΗΤΉΣ: μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίας
918τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
919καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
920ΠΙΣΘΈΤΑΙΡΟΣ: ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου;
921ΠΟΙΗΤΉΣ: πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.
922ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
923καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;
924ΠΟΙΗΤΉΣ: ἀλλά τις ὠκεῖα Μουσάων φάτις
925οἷάπερ ἵππων ἀμαρυγά.
926σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
927ζαθέων ἱερῶν ὁμώνυμε,
928δὸς ἐμὶν ὅ τι περ
929τεᾷ κεφαλᾷ θέλῃς
930πρόφρων δόμεν ἐμὶν τείν.
931ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
932εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
933οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,
934ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
935ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.
936ΠΟΙΗΤΉΣ: τόδε μὲν οὐκ ἀέκουσα φίλα
937Μοῦσα δῶρον δέχεται·
938τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
Part 21
940ΠΙΣΘΈΤΑΙΡΟΣ: ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
941ΠΟΙΗΤΉΣ: νομάδεσσι γὰρ ἐν Σκύθαις
942ἀλᾶται Στράτων,
943ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·
944ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
945ξύνες ὅ τοι λέγω.
946ΠΙΣΘΈΤΑΙΡΟΣ: ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
947ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
948ἄπελθε τουτονὶ λαβών.
948bΠΟΙΗΤΉΣ: ἀπέρχομαι,
949κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·
950κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·
951νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
952ΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ
955τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
956τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,
957οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
958αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
959εὐφημία ʼστω.
959bΧΡΗΣΜΟΛΌΓΟΣ: μὴ κατάρξῃ τοῦ τράγου.
960ΠΙΣΘΈΤΑΙΡΟΣ: σὺ δʼ εἶ τίς;
960bΧΡΗΣΜΟΛΌΓΟΣ: ὅστις; χρησμολόγος.
960cΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμωζέ νυν.
961ΧΡΗΣΜΟΛΌΓΟΣ: ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·
962ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
963ἐς τὰς Νεφελοκοκκυγίας.
963bΠΙΣΘΈΤΑΙΡΟΣ: κὔπειτα πῶς
964ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
965τήνδʼ οἰκίσαι;
965bΧΡΗΣΜΟΛΌΓΟΣ: τὸ θεῖον ἐνεπόδιζέ με.
966ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.
967ΧΡΗΣΜΟΛΌΓΟΣ: ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
968ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
969ΠΙΣΘΈΤΑΙΡΟΣ: τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;
970ΧΡΗΣΜΟΛΌΓΟΣ: ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
971πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·
972ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
973τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —
974ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔνεστι καὶ τὰ πέδιλα;
974bΧΡΗΣΜΟΛΌΓΟΣ: λαβὲ τὸ βιβλίον.
975καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.
976ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ σπλάγχνα διδόνʼ ἔνεστι;
976bΧΡΗΣΜΟΛΌΓΟΣ: λαβὲ τὸ βιβλίον.
977κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,
978αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,
979οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.
Part 22
980ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
980bΧΡΗΣΜΟΛΌΓΟΣ: λαβὲ τὸ βιβλίον.
981ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,
982ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·
983αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
984λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
985δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —
986ΧΡΗΣΜΟΛΌΓΟΣ: οὐδὲν λέγειν οἶμαί σε.
986bΠΙΣΘΈΤΑΙΡΟΣ: λαβὲ τὸ βιβλίον.
987καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,
988μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.
989ΧΡΗΣΜΟΛΌΓΟΣ: καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
989bΠΙΣΘΈΤΑΙΡΟΣ: λαβὲ τὸ βιβλίον.
990οὐκ εἶ θύραζʼ; ἐς κόρακας.
990bΧΡΗΣΜΟΛΌΓΟΣ: οἴμοι δείλαιος.
991ΠΙΣΘΈΤΑΙΡΟΣ: οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
992ΜΈΤΩΝ: ἥκω παρʼ ὑμᾶς —
992bΠΙΣΘΈΤΑΙΡΟΣ: ἕτερον αὖ τουτὶ κακόν.
993τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;
994τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
995ΜΈΤΩΝ: γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
996ὑμῖν διελεῖν τε κατὰ γύας.
996bΠΙΣΘΈΤΑΙΡΟΣ: πρὸς τῶν θεῶν
997σὺ δʼ εἶ τίς ἀνδρῶν;
997bΜΈΤΩΝ: ὅστις εἴμʼ ἐγώ; Μέτων,
998ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
998bΠΙΣΘΈΤΑΙΡΟΣ: εἰπέ μοι,
999ταυτὶ δέ σοι τί ἔστι;
999bΜΈΤΩΝ: κανόνες ἀέρος.
1000αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
1001κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
1002τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον
1003ἐνθεὶς διαβήτην — μανθάνεις;
1004ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ μανθάνω.
1004bΜΈΤΩΝ: ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
1005ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ
1006ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ
1007ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος
1008αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
1009ἀκτῖνες ἀπολάμπωσιν.
1009bΠΙΣΘΈΤΑΙΡΟΣ: ἅνθρωπος Θαλῆς.
1010Μέτων —
1010bΜΈΤΩΝ: τί ἔστιν;
Part 23
1010cΠΙΣΘΈΤΑΙΡΟΣ: οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ,
1011κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
1012ΜΈΤΩΝ: τί δʼ ἐστὶ δεινόν;
1012bΠΙΣΘΈΤΑΙΡΟΣ: ὥσπερ ἐν Λακεδαίμονι
1013ξενηλατοῦνται καὶ κεκίνηνταί τινες·
1014πληγαὶ συχναὶ κατʼ ἄστυ.
1014bΜΈΤΩΝ: μῶν στασιάζετε;
1015ΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ τὸν Δίʼ οὐ δῆτʼ.
1015bΜΈΤΩΝ: ἀλλὰ πῶς;
1015cΠΙΣΘΈΤΑΙΡΟΣ: ὁμοθυμαδὸν
1016σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.
1017ΜΈΤΩΝ: ὑπάγοιμί τἄρʼ ἄν.
1017bΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ Δίʼ ὡς οὐκ οἶδʼ ἂν εἰ
1018φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.
1019ΜΈΤΩΝ: οἴμοι κακοδαίμων.
1019bΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἔλεγον ἐγὼ πάλαι;
1020οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;
1021ἘΠΊΣΚΟΠΟΣ: ποῦ πρόξενοι;
1021bΠΙΣΘΈΤΑΙΡΟΣ: τίς ὁ Σαρδανάπαλλος οὑτοσί;
1022ἘΠΊΣΚΟΠΟΣ: ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν
1023ἐς τὰς Νεφελοκοκκυγίας.
1023bΠΙΣΘΈΤΑΙΡΟΣ: ἐπίσκοπος;
1024ἔπεμψε δὲ τίς σε δεῦρο;
1024bἘΠΊΣΚΟΠΟΣ: φαῦλον βιβλίον
1025Τελέου.
1025bΠΙΣΘΈΤΑΙΡΟΣ: τί; βούλει δῆτα τὸν μισθὸν λαβὼν
1026μὴ πράγματʼ ἔχειν ἀλλʼ ἀπιέναι;
1026bἘΠΊΣΚΟΠΟΣ: νὴ τοὺς θεούς.
1027ἐκκλησιάσαι δʼ οὖν ἐδεόμην οἴκοι μένων.
1028ἔστιν γὰρ ἃ διʼ ἐμοῦ πέπρακται Φαρνάκῃ.
1029ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί.
1030ἘΠΊΣΚΟΠΟΣ: τουτὶ τί ἦν;
Part 24
1030bΠΙΣΘΈΤΑΙΡΟΣ: ἐκκλησία περὶ Φαρνάκου.
1031ἘΠΊΣΚΟΠΟΣ: μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
1032ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
1033οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους
1034ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
1035ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —
1036ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
1037ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
1038ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.
1038bΠΙΣΘΈΤΑΙΡΟΣ: τὸ τί;
1040ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ
1041σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
1042ΠΙΣΘΈΤΑΙΡΟΣ: σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
1043ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: οὗτος τί πάσχεις;
1044ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἀποίσεις τοὺς νόμους;
1045πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
1046ἘΠΊΣΚΟΠΟΣ: καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
1047ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;
1050ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται
1051κατὰ τὴν στήλην —
1052ΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;
1052aἘΠΊΣΚΟΠΟΣ: ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
1053ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
1054ΨΗΦΙΣΜΑΤΟΠΏΛΗΣ: μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
1055ΠΙΣΘΈΤΑΙΡΟΣ: αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;
1056ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ
1057θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
1058ΧΟΡΌΣ: ἤδη ʼμοὶ τῷ παντόπτᾳ καὶ παντάρχᾳ θνητοὶ πάντες θύσουσʼ εὐκταίαις εὐχαῖς. πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω, σῴζω δʼ εὐθαλεῖς καρποὺς
1063κτείνων παμφύλων γένναν θηρῶν, ἂ πάντʼ ἐν γαίᾳ ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις δένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται· κτείνω δʼ οἳ κήπους εὐώδεις
1068φθείρουσιν λύμαις ἐχθίσταις, ἑρπετά τε καὶ δάκετα πάνθʼ ὅσαπερ ἔστιν ὑπʼ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.
Part 25
1072ΧΟΡΌΣ: τῇδε μέντοι θἠμέρᾳ μάλιστʼ ἐπαναγορεύεται, ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. βουλόμεσθʼ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε.
1077ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον, λήψεται τάλαντον, ἢν δὲ ζῶντά γʼ ἀγάγῃ, τέτταρα, ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθʼ ἑπτὰ τοὐβολοῦ, εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται, τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,
1082τὰς περιστεράς θʼ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει, κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ. ταῦτα βουλόμεσθʼ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφει εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι. ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων
1087αὖθις ὑμεῖς αὖ παρʼ ἡμῖν δεδεμένοι παλεύσετε.
1088ΧΟΡΌΣ: εὔδαιμον φῦλον πτηνῶν οἰωνῶν, οἳ χειμῶνος μὲν χλαίνας οὐκ ἀμπισχνοῦνται· οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶς ἀκτὶς τηλαυγὴς θάλπει·
1093ἀλλʼ ἀνθηρῶν λειμώνων φύλλων τʼ ἐν κόλποις ναίω, ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ. χειμάζω δʼ ἐν κοίλοις ἄντροις
1098νύμφαοις οὐρείαις ξυμπαίζων· ἠρινά τε βοσκόμεθα παρθένια λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.
1102ΧΟΡΌΣ: τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι, ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν, ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν. πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί·
1107ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα. εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε· τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν· κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι,
1112ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν. ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν. ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ, ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην
1117δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
1118ΠΙΣΘΈΤΑΙΡΟΣ: τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·
1119ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
1120οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
1121ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
1122ἌΓΓΕΛΟΣ Α: ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,
1123ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
1123bΠΙΣΘΈΤΑΙΡΟΣ: οὑτοσί.
1124ἌΓΓΕΛΟΣ Α: ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
1124bΠΙΣΘΈΤΑΙΡΟΣ: εὖ λέγεις.
1125ἌΓΓΕΛΟΣ Α: κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·
1126ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
1127καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,
1128ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
1129ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
1129bΠΙΣΘΈΤΑΙΡΟΣ: Ἡράκλεις.
1130ἌΓΓΕΛΟΣ Α: τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ,
1131ἑκατοντορόγυιον.
1131bΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ Πόσειδον τοῦ μάκρους.
1132τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
1133ἌΓΓΕΛΟΣ Α: ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
1134πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
1135ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
1136ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
1137γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
1138τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
1139ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·
1140ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
1141οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.
1142ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;
1142bἌΓΓΕΛΟΣ Α: ἐρωδιοὶ
1143λεκάναισι.
1143bΠΙΣΘΈΤΑΙΡΟΣ: τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
1144ἌΓΓΕΛΟΣ Α: τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·
1145οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
1146ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
1147ΠΙΣΘΈΤΑΙΡΟΣ: τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
1148ἌΓΓΕΛΟΣ Α: καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι
1149ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα
1150ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία
1151τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.
1152ΠΙΣΘΈΤΑΙΡΟΣ: τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
1153φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
1154ἀπηργάσαντʼ;
Part 26
1154bἌΓΓΕΛΟΣ Α: ὄρνιθες ἦσαν τέκτονες
1155σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
1156ἀπεπελέκησαν τὰς πύλας· ἦν δʼ ὁ κτύπος
1157αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
1158καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαις
1159καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
1160ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
1161φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
1162ἐν τοῖσι πύργοις. ἀλλʼ ἐγὼ μὲν ἀποτρέχων
1163ἀπονίψομαι· σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.
1164ΧΟΡΌΣ: οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
1165οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
1166ΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·
1167ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
1168ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
1169ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
1170ἌΓΓΕΛΟΣ Β: ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
1171ΠΙΣΘΈΤΑΙΡΟΣ: τί τὸ πρᾶγμα τουτί;
1171bἌΓΓΕΛΟΣ Β: δεινότατα πεπόνθαμεν.
1172τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
1173διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,
1174λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
1175ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
1176τίς τῶν θεῶν;
1176bἌΓΓΕΛΟΣ Β: οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,
1177τοῦτʼ ἴσμεν.
1177bΠΙΣΘΈΤΑΙΡΟΣ: οὔκουν δῆτα περιπόλους ἐχρῆν
1178πέμψαι κατʼ αὐτὸν εὐθύς;
1178bἌΓΓΕΛΟΣ Β: ἀλλʼ ἐπέμψαμεν
1179τρισμυρίους ἱέρακας ἱπποτοξότας,
1180χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
1181κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·
1182ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
1183αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
1184κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που
1185ἤδη ʼστίν.
1185bΠΙΣΘΈΤΑΙΡΟΣ: οὔκουν σφενδόνας δεῖ λαμβάνειν
1186καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·
1187τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
1189ΧΟΡΌΣ: πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
1190πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
1191ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,
1195μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν·
1196ΧΟΡΌΣ: [...] ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
1197ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
1198δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
1199ΠΙΣΘΈΤΑΙΡΟΣ: αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,
1200ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου.
1201τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.
1202ἾΡΙΣ: παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
1203ΠΙΣΘΈΤΑΙΡΟΣ: ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;
1204ἾΡΙΣ: Ἶρις ταχεῖα.
1204bΠΙΣΘΈΤΑΙΡΟΣ: Πάραλος ἢ Σαλαμινία;
1205ἾΡΙΣ: τί δὲ τοῦτο;
1205bΠΙΣΘΈΤΑΙΡΟΣ: ταυτηνί τις οὐ συλλήψεται
1206ἀναπτόμενος τρίορχος;
Part 27
1206bἾΡΙΣ: ἐμὲ συλλήψεται;
1207τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;
1207bΠΙΣΘΈΤΑΙΡΟΣ: οἰμώξει μακρά.
1208ἾΡΙΣ: ἄτοπόν γε τουτὶ πρᾶγμα.
1208bΠΙΣΘΈΤΑΙΡΟΣ: κατὰ ποίας πύλας
1209εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
1210ἾΡΙΣ: οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.
1211ΠΙΣΘΈΤΑΙΡΟΣ: ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
1212πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
1213σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;
1213bἾΡΙΣ: τί τὸ κακόν.
1214ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἔλαβες;
1214bἾΡΙΣ: ὑγιαίνεις μέν;
1214cΠΙΣΘΈΤΑΙΡΟΣ: οὐδὲ σύμβολον
1215ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
1216ἾΡΙΣ: μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
1217ΠΙΣΘΈΤΑΙΡΟΣ: κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει
1218διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
1219ἾΡΙΣ: ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
1220ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.
1221ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι
1222δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
1223ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
1224ἾΡΙΣ: ἀλλʼ ἀθάνατός εἰμʼ.
1224bΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ὅμως ἂν ἀπέθανες.
1225δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ,
1226εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ
1227ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι
1228ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
1229φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
1230ἾΡΙΣ: ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
1231φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
1232μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις
1233κνισᾶν τʼ ἀγυιάς.
1233bΠΙΣΘΈΤΑΙΡΟΣ: τί σὺ λέγεις; ποίοις θεοῖς;
1234ἾΡΙΣ: ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
1235ΠΙΣΘΈΤΑΙΡΟΣ: θεοὶ γὰρ ὑμεῖς;
Part 28
1235bἾΡΙΣ: τίς γάρ ἐστʼ ἄλλος θεός;
1236ΠΙΣΘΈΤΑΙΡΟΣ: ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
1237οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.
1238ἾΡΙΣ: ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
1239δεινάς, ὅπως μή σου γένος πανώλεθρον
1240Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
1241λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
1242καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
1243ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων· ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς; ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
1248καταιθαλώσω πυρφόροισιν αἰετοῖς; πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
1253σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον.
1257ἾΡΙΣ: διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.
1258ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.
1259ἾΡΙΣ: ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
1260ΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη
1261καταιθαλώσεις τῶν νεωτέρων τινά;
1263ΧΟΡΌΣ: ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς
1264μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
1265μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι
1266τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
1269ΠΙΣΘΈΤΑΙΡΟΣ: δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
1270οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.
1271ΚΗ͂ΡΥΞ: ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε,
1272ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε,
1273ὦ τρισμακάριʼ ὦ κατακέλευσον.
1273bΠΙΣΘΈΤΑΙΡΟΣ: τί σὺ λέγεις;
1274ΚΗ͂ΡΥΞ: στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
1275στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
1276ΠΙΣΘΈΤΑΙΡΟΣ: δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;
1277ΚΗ͂ΡΥΞ: ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει, ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις. πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
1282ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι· πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
1287ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν· κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία· εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα. ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.
1292πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα, Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
1297Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ. ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη, ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη
1302ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν. τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω· ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων·
1307ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
1308ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι.
1309ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
1310καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·
1311Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·
1312ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι.
1313ΧΟΡΌΣ: ταχὺ δὴ πολυάνορα τάνδε πόλιν
1314καλεῖ τις ἀνθρώπων.
1315ΠΙΣΘΈΤΑΙΡΟΣ: τύχη μόνον προσείη.
1316ΧΟΡΌΣ: κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.
1317ΠΙΣΘΈΤΑΙΡΟΣ: θάττον φέρειν κελεύω.
Part 29
1318ΧΟΡΌΣ: τί γὰρ οὐκ ἔνι ταύτῃ
1319καλὸν ἀνδρὶ μετοικεῖν;
1320Σοφία Πόθος Ἀμβροσία Χάριτες
1321τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
1322εὐήμερον πρόσωπον.
1323ΠΙΣΘΈΤΑΙΡΟΣ: ὡς βλακικῶς διακονεῖς·
1324οὐ θᾶττον ἐγκονήσεις;
1325ΧΟΡΌΣ: φερέτω κάλαθον ταχύ τις πτερύγων,
1326σὺ δʼ αὖθις ἐξόρμα —
1327ΠΙΣΘΈΤΑΙΡΟΣ: τύπτων γε τοῦτον ὡδί.
1328ΧΟΡΌΣ: πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
1329ΠΙΣΘΈΤΑΙΡΟΣ: Μανῆς γάρ ἐστι δειλός.
1330ΧΟΡΌΣ: σὺ δὲ τὰ πτερὰ πρῶτον
1331διάθες τάδε κόσμῳ,
1332τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ
1333τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως
1334πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.
1335ΠΙΣΘΈΤΑΙΡΟΣ: οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
1336οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
1337ΠΑΤΡΑΛΟΊΑΣ: γενοίμαν αἰετὸς ὑψιπέτας,
1338ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
1339γλαυκᾶς ἐπʼ οἶδμα λίμνας.
1340ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
1341ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
1342ΠΑΤΡΑΛΟΊΑΣ: αἰβοῖ·
1343οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·
1344ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
1345οἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.
1346ΠΙΣΘΈΤΑΙΡΟΣ: ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.
1347ΠΑΤΡΑΛΟΊΑΣ: πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεται
1348τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
1349ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν,
1350ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
1351ΠΑΤΡΑΛΟΊΑΣ: διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼ
1352ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.
1353ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
1354παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·
1355ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
1356πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
1357δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
1358ΠΑΤΡΑΛΟΊΑΣ: ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,
1359εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
1360ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν. σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι, ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν
1365τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον, φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε, τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ, ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
1370ΠΑΤΡΑΛΟΊΑΣ: νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
1371καὶ πείσομαί σοι.
1371bΠΙΣΘΈΤΑΙΡΟΣ: νοῦν ἄρʼ ἔξεις νὴ Δία.
Part 30
1373ΚΙΝΗΣΊΑΣ: ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·
1374πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —
1375ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
1376ΚΙΝΗΣΊΑΣ: ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —
1377ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
1378τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
1380ΚΙΝΗΣΊΑΣ: ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
1381ΠΙΣΘΈΤΑΙΡΟΣ: παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.
1382ΚΙΝΗΣΊΑΣ: ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
1383ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
1385ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
1386ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
1387ΚΙΝΗΣΊΑΣ: κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
1388τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
1389ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
1390καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.
1391ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ δῆτʼ ἔγωγε.
1391bΚΙΝΗΣΊΑΣ: νὴ τὸν Ἡρακλέα σύ γε.
1392ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
1393ΚΙΝΗΣΊΑΣ: εἴδωλα πετεινῶν
1394αἰθεροδρόμων
1395οἰωνῶν ταναοδείρων —
1395aΠΙΣΘΈΤΑΙΡΟΣ: ὠόπ.
1396ΚΙΝΗΣΊΑΣ: τὸν ἁλάδρομον ἁλάμενος
1397ἅμʼ ἀνεμων πνοαῖσι βαίην.
1398ΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.
1399ΚΙΝΗΣΊΑΣ: τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
1400τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζων
1400aἀλίμενον αἰθέρος αὔλακα τέμνων.
1401ΚΙΝΗΣΊΑΣ: χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.
1402ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
1403ΚΙΝΗΣΊΑΣ: ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
1404ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;
1405ΠΙΣΘΈΤΑΙΡΟΣ: βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένων
1406Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
1407Κεκροπίδα φυλήν;
Part 31
1407bΚΙΝΗΣΊΑΣ: καταγελᾷς μου, δῆλος εἶ.
1408ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,
1409πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
1410ΣΥΚΟΦΆΝΤΗΣ: ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
1411τανυσίπτερε ποικίλα χελιδοῖ;
1412ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
1413ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
1415ΣΥΚΟΦΆΝΤΗΣ: τανυσίπτερε ποικίλα μάλʼ αὖθις.
1416ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
1417δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
1418ΣΥΚΟΦΆΝΤΗΣ: τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;
1419ΠΙΣΘΈΤΑΙΡΟΣ: ὁδὶ πάρεστιν· ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.
1420ΣΥΚΟΦΆΝΤΗΣ: πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.
1421ΠΙΣΘΈΤΑΙΡΟΣ: μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
1422ΣΥΚΟΦΆΝΤΗΣ: μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
1423καὶ συκοφάντης —
1423bΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ μακάριε τῆς τέχνης.
1424ΣΥΚΟΦΆΝΤΗΣ: καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
1425κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
1426ΠΙΣΘΈΤΑΙΡΟΣ: ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
1427ΣΥΚΟΦΆΝΤΗΣ: μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με,
1428μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
1429ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
1430ΠΙΣΘΈΤΑΙΡΟΣ: τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,
1431νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
1432ΣΥΚΟΦΆΝΤΗΣ: τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
1433ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα,
1434ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
1435ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
1436ΣΥΚΟΦΆΝΤΗΣ: ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
1437ΠΙΣΘΈΤΑΙΡΟΣ: νῦν τοι λέγων πτερῶ σε.
1437bΣΥΚΟΦΆΝΤΗΣ: καὶ πῶς ἂν λόγοις
1438ἄνδρα πτερώσειας σύ;
Part 32
1438bΠΙΣΘΈΤΑΙΡΟΣ: πάντες τοῖς λόγοις
1439ἀναπτεροῦνται.
1439bΣΥΚΟΦΆΝΤΗΣ: πάντες;
1439cΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκ ἀκήκοας,
1440ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
1441τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
1442δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
1443λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
1444ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
1445ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
1446ΣΥΚΟΦΆΝΤΗΣ: λόγοισί τἄρα καὶ πτεροῦνται;
1446bΠΙΣΘΈΤΑΙΡΟΣ: φήμʼ ἐγώ.
1447ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
1448ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ
1449ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
1450τρέψαι πρὸς ἔργον νόμιμον.
1450bΣΥΚΟΦΆΝΤΗΣ: ἀλλʼ οὐ βούλομαι.
1451ΠΙΣΘΈΤΑΙΡΟΣ: τί δαὶ ποιήσεις;
1451bΣΥΚΟΦΆΝΤΗΣ: τὸ γένος οὐ καταισχυνῶ.
1452παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
1453ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
1454ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
1455καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ
1456κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
1456bΠΙΣΘΈΤΑΙΡΟΣ: μανθάνω.
1457ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
1458ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
1458bΣΥΚΟΦΆΝΤΗΣ: πάνυ μανθάνεις.
1459ΠΙΣΘΈΤΑΙΡΟΣ: κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει
1460ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.
1460bΣΥΚΟΦΆΝΤΗΣ: πάντʼ ἔχεις.
1461βέμβικος οὐδὲν διαφέρειν δεῖ.
1461bΠΙΣΘΈΤΑΙΡΟΣ: μανθάνω
1462βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
1463κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
1464ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας μάστιγʼ ἔχεις.
1464bΠΙΣΘΈΤΑΙΡΟΣ: πτερὼ μὲν οὖν,
1465οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
1466ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας.
1466bΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ πτερυγιεῖς ἐντευθενί;
1467οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
1468πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
1469ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
1470ΧΟΡΌΣ: πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼ ἐπεπτόμεσθα καὶ δεινὰ πράγματʼ εἴδομεν. ἔστι γὰρ δένδρον πεφυκὸς ἔκτοπόν τι Καρδίας ἀ-
1475πωτέρω Κλεώνυμος, χρήσιμον μὲν οὐδέν, ἄλλως δὲ δειλὸν καὶ μέγα. τοῦτο τοῦ μὲν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ,
1480τοῦ δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλλορροεῖ.
1482ΧΟΡΌΣ: ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ τῷ σκότῳ πόρρω τις ἐν τῇ λύχνων ἐρημίᾳ, ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι ξυναριστῶσι καὶ ξύν-
1487εισι πλὴν τῆς ἑσπέρας. τηνικαῦτα δʼ οὐκέτʼ ἦν ἀσφαλὲς ξυντυγχάνειν. εἰ γὰρ ἐντύχοι τις ἥρῳ τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
1492γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ πάντα τἀπιδέξια.
1494ΠΡΟΜΗΘΕΎΣ: οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.
1495ποῦ Πισθέταιρός ἐστʼ;
Part 33
1495bΠΙΣΘΈΤΑΙΡΟΣ: ἔα τουτὶ τί ἦν;
1496τίς ὁ συγκαλυμμός;
1496bΠΡΟΜΗΘΕΎΣ: τῶν θεῶν ὁρᾷς τινα
1497ἐμοῦ κατόπιν ἐνταῦθα;
1497bΠΙΣΘΈΤΑΙΡΟΣ: μὰ Δίʼ ἐγὼ μὲν οὔ.
1498τίς δʼ εἶ σύ;
1498bΠΡΟΜΗΘΕΎΣ: πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;
1499ΠΙΣΘΈΤΑΙΡΟΣ: ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
1500ἀλλὰ σὺ τίς εἶ;
1500bΠΡΟΜΗΘΕΎΣ: βουλυτὸς ἢ περαιτέρω;
1501ΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμʼ ὡς βδελύττομαί σε.
1501bΠΡΟΜΗΘΕΎΣ: τί γὰρ ὁ Ζεὺς ποιεῖ;
1502ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
1503ΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμωζε μεγάλʼ.
1503bΠΡΟΜΗΘΕΎΣ: οὕτω μὲν ἐκκεκαλύψομαι.
1504ΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ φίλε Προμηθεῦ.
1504bΠΡΟΜΗΘΕΎΣ: παῦε παῦε, μὴ βόα.
1505ΠΙΣΘΈΤΑΙΡΟΣ: τί γὰρ ἔστι;
1505bΠΡΟΜΗΘΕΎΣ: σίγα, μὴ κάλει μου τοὔνομα·
1506ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.
1507ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
1508τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
1509ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.
1510ΠΙΣΘΈΤΑΙΡΟΣ: ἰοὺ ἰού·
1511εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
1512ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
1513ΠΡΟΜΗΘΕΎΣ: ἄκουε δή νυν.
1513bΠΙΣΘΈΤΑΙΡΟΣ: ὡς ἀκούοντος λέγε.
1514ΠΡΟΜΗΘΕΎΣ: ἀπόλωλεν ὁ Ζεύς.
1514bΠΙΣΘΈΤΑΙΡΟΣ: πηνίκʼ ἄττʼ ἀπώλετο;
1515ΠΡΟΜΗΘΕΎΣ: ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου, ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
1520ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί, εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα, ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
Part 34
1525ΠΙΣΘΈΤΑΙΡΟΣ: εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
1526ἄνωθεν ὑμῶν;
1526bΠΡΟΜΗΘΕΎΣ: οὐ γάρ εἰσι βάρβαροι,
1527ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
1528ΠΙΣΘΈΤΑΙΡΟΣ: ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
1529τί ἔστιν;
1529bΠΡΟΜΗΘΕΎΣ: ὅ τι ἔστιν; Τριβαλλοί.
1529cΠΙΣΘΈΤΑΙΡΟΣ: μανθάνω.
1530ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;
1531ΠΡΟΜΗΘΕΎΣ: μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·
1532ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
1533παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
1534ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ
1535τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
1536καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.
1537ΠΙΣΘΈΤΑΙΡΟΣ: τίς ἐστιν ἡ Βασίλεια;
1537bΠΡΟΜΗΘΕΎΣ: καλλίστη κόρη,
1538ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
1539καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν
1540τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
1541τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
1542ΠΙΣΘΈΤΑΙΡΟΣ: ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;
1542bΠΡΟΜΗΘΕΎΣ: φήμʼ ἐγώ.
1543ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.
1544τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.
1545ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.
1546ΠΙΣΘΈΤΑΙΡΟΣ: μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.
1547ΠΡΟΜΗΘΕΎΣ: μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
1548ΠΙΣΘΈΤΑΙΡΟΣ: νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς.
1549ΠΡΟΜΗΘΕΎΣ: Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν,
1550φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ
1551ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
1552ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
1553ΧΟΡΌΣ: πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη τις ἔστʼ ἄλουτος οὗ ψυχαγωγεῖ Σωκράτης· ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν ἣ
1558ζῶντʼ ἐκεῖνον προὔλιπε, σφάγιʼ ἔχων κάμηλον ἀμνόν τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ ποθʼ οὑδυσσεὺς ἀπῆλθε, κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν
1563πρὸς τὸ λαῖτμα τῆς καμήλου Χαιρεφῶν ἡ νυκτερίς.
1565ΠΟΣΕΙΔΩ͂Ν: τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
1566ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
1567οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;
1568οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;
1569τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
1570ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
1571εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;
1572ΤΡΙΒΑΛΛΌΣ: ἕξεις ἀτρέμας;
1572bΠΟΣΕΙΔΩ͂Ν: οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ
1573ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
1574ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
1574bἩΡΑΚΛΗ͂Σ: ἀκήκοας
1575ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
1576ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
Part 35
1577ΠΟΣΕΙΔΩ͂Ν: ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν
1578πρέσβεις.
1578bἩΡΑΚΛΗ͂Σ: διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
1579ΠΙΣΘΈΤΑΙΡΟΣ: τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·
1580τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.
1581ΠΟΣΕΙΔΩ͂Ν: τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
1582τρεῖς ὄντες ἡμεῖς.
1582bΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.
1583ἩΡΑΚΛΗ͂Σ: τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;
1583bΠΙΣΘΈΤΑΙΡΟΣ: ὄρνιθές τινες
1584ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
1585ἔδοξαν ἀδικεῖν.
1585bἩΡΑΚΛΗ͂Σ: εἶτα δῆτα σίλφιον
1586εἴπικνῇς πρότερον αὐτοῖσιν;
1586bΠΙΣΘΈΤΑΙΡΟΣ: ὦ χαῖρʼ Ἡράκλεις.
1587τί ἔστι;
1587bΠΟΣΕΙΔΩ͂Ν: πρεσβεύοντες ἡμεῖς ἥκομεν
1588παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
1589ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
1590ἩΡΑΚΛΗ͂Σ: καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.
1591ΠΟΣΕΙΔΩ͂Ν: ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
1592ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
1593ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,
1594ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.
1595τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.
1596ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν
1597πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ,
1598ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
1599σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,
1600τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
1601τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα
1602ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.
1603ἩΡΑΚΛΗ͂Σ: ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
1604ΠΟΣΕΙΔΩ͂Ν: τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
1605ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;
1606ΠΙΣΘΈΤΑΙΡΟΣ: ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
1607ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
1608νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
1609κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·
1610ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
1611ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
1612ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
1613προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
1614ΠΟΣΕΙΔΩ͂Ν: νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
1615ἩΡΑΚΛΗ͂Σ: κἀμοὶ δοκεῖ.
1615bΠΙΣΘΈΤΑΙΡΟΣ: τί δαὶ σὺ φῄς;
Part 36
1615cΤΡΙΒΑΛΛΌΣ: ναβαισατρεῦ.
1616ΠΙΣΘΈΤΑΙΡΟΣ: ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
1617ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
1618ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
1619εὐξάμενος εἶτα διασοφίζηται λέγων,
1620μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ,
1621ἀναπράξομεν καὶ ταῦτα.
1621bΠΟΣΕΙΔΩ͂Ν: φέρʼ ἴδω τῷ τρόπῳ;
1622ΠΙΣΘΈΤΑΙΡΟΣ: ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
1623ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
1624καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
1625προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
1626ἩΡΑΚΛΗ͂Σ: τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
1627τούτοις ἐγώ.
1627bΠΟΣΕΙΔΩ͂Ν: καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
1628ἩΡΑΚΛΗ͂Σ: ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
1628bΤΡΙΒΑΛΛΌΣ: σαυνάκα
1629βακταρικροῦσα.
1629bἩΡΑΚΛΗ͂Σ: φησί μʼ εὖ λέγειν πάνυ.
1630ΠΟΣΕΙΔΩ͂Ν: εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
1631ἩΡΑΚΛΗ͂Σ: οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
1632ΠΙΣΘΈΤΑΙΡΟΣ: καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.
1633τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
1634τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ
1635ἐκδοτέον ἐστίν.
1635bΠΟΣΕΙΔΩ͂Ν: οὐ διαλλαγῶν ἐρᾷς.
1636ἀπίωμεν οἴκαδʼ αὖθις.
1636bΠΙΣΘΈΤΑΙΡΟΣ: ὀλίγον μοι μέλει.
1637μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
1638ἩΡΑΚΛΗ͂Σ: ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
1639ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
1640ΠΟΣΕΙΔΩ͂Ν: τί δαὶ ποιῶμεν;
1640bἩΡΑΚΛΗ͂Σ: ὅ τι; διαλλαττώμεθα.
1641ΠΟΣΕΙΔΩ͂Ν: τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;
1642βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
1643ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
1644πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
1645τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
1646ΠΙΣΘΈΤΑΙΡΟΣ: οἴμοι τάλας οἷόν σε περισοφίζεται.
1647δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.
1648διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.
1649τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι
1650κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.
1651ἩΡΑΚΛΗ͂Σ: ἐγὼ νόθος; τί λέγεις;
Part 37
1651bΠΙΣΘΈΤΑΙΡΟΣ: σὺ μέντοι νὴ Δία
1652ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
1653ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
1654οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;
1655ἩΡΑΚΛΗ͂Σ: τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
1656νοθεἶ ἀποθνῄσκων;
1656bΠΙΣΘΈΤΑΙΡΟΣ: ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
1657οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
1658ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
1659φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
1660ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·
1661νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
1665γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
1666ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.
1667ἩΡΑΚΛΗ͂Σ: ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτων
1668μέτεστιν;
1668bΠΙΣΘΈΤΑΙΡΟΣ: οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
1669ἤδη σʼ ὁ πατὴρ εἰσήγαγʼ ἐς τοὺς φράτερας;
1670ἩΡΑΚΛΗ͂Σ: οὐ δῆτʼ ἐμέ γε. καὶ δῆτʼ ἐθαύμαζον πάλαι.
1671ΠΙΣΘΈΤΑΙΡΟΣ: τί δῆτʼ ἄνω κέχηνας αἴκειαν βλέπων;
1672ἀλλʼ ἢν μεθʼ ἡμῶν ᾖς, καταστήσας σʼ ἐγὼ
1673τύραννον ὀρνίθων παρέξω σοι γάλα.
1674ἩΡΑΚΛΗ͂Σ: δίκαιʼ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
1675περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
1676ΠΙΣΘΈΤΑΙΡΟΣ: τί δαὶ σὺ φῄς;
1676bΠΟΣΕΙΔΩ͂Ν: τἀναντία ψηφίζομαι.
1677ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
1678ΤΡΙΒΑΛΛΌΣ: καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
1679ὄρνιτο παραδίδωμι.
1679bἩΡΑΚΛΗ͂Σ: παραδοῦναι λέγει.
1680ΠΟΣΕΙΔΩ͂Ν: μὰ τὸν Δίʼ οὐχ οὗτός γε παραδοῦναι λέγει,
1681εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
1682ΠΙΣΘΈΤΑΙΡΟΣ: οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
1683ΠΟΣΕΙΔΩ͂Ν: σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε·
1684ἐγὼ δʼ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
1685ἩΡΑΚΛΗ͂Σ: ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
1686ἀλλʼ ἴθι μεθʼ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
1687ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.
1688ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
1689ἐς τοὺς γάμους.
1689bἩΡΑΚΛΗ͂Σ: βούλεσθε δῆτʼ ἐγὼ τέως
1690ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε.
1691ΠΟΣΕΙΔΩ͂Ν: ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
1692οὐκ εἶ μεθʼ ἡμῶν;
Part 38
1692bἩΡΑΚΛΗ͂Σ: εὖ γε μέντἂν διετέθην.
1693ΠΙΣΘΈΤΑΙΡΟΣ: ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
1694ΧΟΡΌΣ: ἔστι δʼ ἐν Φαναῖσι πρὸς τῇ Κλεψύδρᾳ πανοῦργον ἐγ- γλωττογαστόρων γένος, οἳ θερίζουσίν τε καὶ σπείρουσι καὶ τρυγῶσι ταῖς γλώτταισι
1699συκάζουσί τε· βάρβαροι δʼ εἰσὶν γένος, Γοργίαι τε καὶ Φίλιπποι. κἀπὸ τῶν ἐγγλωττογαστόρων ἐκείνων τῶν Φιλίππων
1704πανταχοῦ τῆς Ἀττικῆς ἡ γλῶττα χωρὶς τέμνεται.
1706ἌΓΓΕΛΟΣ: ὦ πάντʼ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου, ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος, δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις. προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,
1711οὔθʼ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν, πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος· ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος κύκλου
1716χωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δʼ αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ. ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
1720ΧΟΡΌΣ: ἄναγε δίεχε πάραγε πάρεχε.
1721περιπέτεσθε
1722τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
1723ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
1725ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.
1726ΧΟΡΌΣ: μεγάλαι μεγάλαι κατέχουσι τύχαι
1727γένος ὀρνίθων
1728διὰ τόνδε τὸν ἄνδρʼ. ἀλλʼ ὑμεναίοις
1729καὶ νυμφιδίοισι δέχεσθʼ ᾠδαῖς
1730αὐτὸν καὶ τὴν Βασίλειαν.
1731ΧΟΡΌΣ: Ἥρᾳ ποτʼ Ὀλυμπίᾳ
1732τῶν ἠλιβάτων θρόνων
1733ἄρχοντα θεοῖς μέγαν
1734Μοῖραι ξυνεκοίμισαν
1735ἐν τοιῷδʼ ὑμεναίῳ.
1736Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
1736aὙμὴν ὦ Ὑμέναιʼ ὦ.
1737ΧΟΡΌΣ: ὁ δʼ ἀμφιθαλὴς Ἔρως
1738χρυσόπτερος ἡνίας
1739ηὔθυνε παλιντόνους,
1740Ζηνὸς πάροχος γάμων
1741τῆς τʼ εὐδαίμονος Ἥρας.
1742Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
1742aὙμὴν ὦ Ὑμέναιʼ ὦ.
1743ΠΙΣΘΈΤΑΙΡΟΣ: ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·
1744ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
1745καὶ τὰς χθονίας κλῄσατε βροντὰς
1746τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
1747δεινόν τʼ ἀργῆτα κεραυνόν.
1748ΧΟΡΌΣ: ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
1749ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
1750ὦ χθόνιαι βαρυαχέες
1751ὀμβροφόροι θʼ ἅμα βρονταί,
1752αἷς ὅδε νῦν χθόνα σείει.
1753διὰ σὲ τὰ πάντα κρατήσας
1754καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
1754aὙμὴν ὦ Ὑμέναιʼ ὦ.
1755ΠΙΣΘΈΤΑΙΡΟΣ: ἔπεσθε νῦν γάμοισιν ὦ
1756φῦλα πάντα συννόμων
1757πτεροφόρʼ ἐπὶ δάπεδον Διὸς
1758καὶ λέχος γαμήλιον.
1759ὄρεξον ὦ μάκαιρα σὴν
1760χεῖρα καὶ πτερῶν ἐμῶν
1761λαβοῦσα συγχόρευσον· αἴρων
1762δὲ κουφιῶ σʼ ἐγώ.
1763ΧΟΡΌΣ: ἀλαλαλαὶ ἰὴ παιών,
1764τήνελλα καλλίνικος, ὦ
1765δαιμόνων ὑπέρτατε.

Lysistrata
Contents — 29 sections
Part 1
1ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
2ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
3οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
4νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
6χαῖρʼ ὦ Καλονίκη.
6bΚΑΛΟΝΊΚΗ: καὶ σύ γʼ ὦ Λυσιστράτη.
7τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
8οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
9ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
11ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
12εἶναι πανοῦργοι—
12bΚΑΛΟΝΊΚΗ: καὶ γάρ ἐσμεν νὴ Δία.
13ΛΥΣΙΣΤΡΆΤΗ: εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
14βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν.
15bΚΑΛΟΝΊΚΗ: ἀλλʼ ὦ φιλτάτη
16ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
17ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
18ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
19κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
20ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
21αὐταῖς.
21bΚΑΛΟΝΊΚΗ: τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
22ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
23τί τὸ πρᾶγμα; πηλίκον τι;
23bΛΥΣΙΣΤΡΆΤΗ: μέγα.
23cΚΑΛΟΝΊΚΗ: μῶν καὶ παχύ;
24ΛΥΣΙΣΤΡΆΤΗ: καὶ νὴ Δία παχύ.
24bΚΑΛΟΝΊΚΗ: κᾆτα πῶς οὐχ ἥκομεν;
25ΛΥΣΙΣΤΡΆΤΗ: οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
26ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
27πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
28ΚΑΛΟΝΊΚΗ: ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
29ΛΥΣΙΣΤΡΆΤΗ: οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
31ΚΑΛΟΝΊΚΗ: ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
32ΛΥΣΙΣΤΡΆΤΗ: ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
33ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
34ΚΑΛΟΝΊΚΗ: βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
35ΛΥΣΙΣΤΡΆΤΗ: Βοιωτίους τε πάντας ἐξολωλέναι.
36ΚΑΛΟΝΊΚΗ: μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
Part 2
37ΛΥΣΙΣΤΡΆΤΗ: περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
38τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
39ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
40αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
41ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
42ΚΑΛΟΝΊΚΗ: τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
43ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
44κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
46ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
47τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
48χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
49ΚΑΛΟΝΊΚΗ: τίνα δὴ τρόπον ποθʼ;
49bΛΥΣΙΣΤΡΆΤΗ: ὥστε τῶν νῦν μηδένα
50ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—
51ΚΑΛΟΝΊΚΗ: κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
52ΛΥΣΙΣΤΡΆΤΗ: μηδʼ ἀσπίδα λαβεῖν—
52bΚΑΛΟΝΊΚΗ: Κιμμερικὸν ἐνδύσομαι.
53ΛΥΣΙΣΤΡΆΤΗ: μηδὲ ξιφίδιον.
53bΚΑΛΟΝΊΚΗ: κτήσομαι περιβαρίδας.
54ΛΥΣΙΣΤΡΆΤΗ: ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
55ΚΑΛΟΝΊΚΗ: οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
56ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
57ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
58ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
59οὐδʼ ἐκ Σαλαμῖνος.
59bΚΑΛΟΝΊΚΗ: ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
60ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
61ΛΥΣΙΣΤΡΆΤΗ: οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
62πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
63γυναῖκας, οὐχ ἥκουσιν.
63bΚΑΛΟΝΊΚΗ: ἡ γοῦν Θεογένους
64ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
65ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
66αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,
67πόθεν εἰσίν;
67bΛΥΣΙΣΤΡΆΤΗ: Ἀναγυρουντόθεν.
67cΚΑΛΟΝΊΚΗ: νὴ τὸν Δία·
68ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
69ΜΥΡΡΊΝΗ: μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
70τί φῄς; τί σιγᾷς;
70bΛΥΣΙΣΤΡΆΤΗ: οὔ σʼ ἐπαινῶ Μυρρίνη
71ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Part 3
72ΜΥΡΡΊΝΗ: μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
73ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
74ΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
75τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
76γυναῖκας ἐλθεῖν.
76bΜΥΡΡΊΝΗ: πολὺ σὺ κάλλιον λέγεις.
77ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
78ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
79οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
81κἂν ταῦρον ἄγχοις.
81bΛΑΜΠΙΤΏ: μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
82γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
83ΚΑΛΟΝΊΚΗ: ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
84ΛΑΜΠΙΤΏ: ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
85ΛΥΣΙΣΤΡΆΤΗ: ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
86ΛΑΜΠΙΤΏ: πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
87ἵκει ποθʼ ὑμέ.
87bΜΥΡΡΊΝΗ: νὴ μὰ Δία Βοιωτία,
88καλόν γʼ ἔχουσα τὸ πεδίον.
88bΚΑΛΟΝΊΚΗ: καὶ νὴ Δία
89κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
90ΛΥΣΙΣΤΡΆΤΗ: τίς δʼ ἡτέρα παῖς;
90bΛΑΜΠΙΤΏ: χαΐα ναὶ τὼ σιώ,
91Κορινθία δʼ αὖ.
91bΚΑΛΟΝΊΚΗ: χαΐα νὴ τὸν Δία
92δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
93ΛΑΜΠΙΤΏ: τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
94τὸν τᾶν γυναικῶν;
94bΛΥΣΙΣΤΡΆΤΗ: ἥδʼ ἐγώ.
94cΛΑΜΠΙΤΏ: μύσιδδέ τοι
95ὅ τι λῇς ποθʼ ἁμέ.
95bΚΑΛΟΝΊΚΗ: νὴ Δίʼ ὦ φίλη γύναι,
96λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
97ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
98ἐπερήσομαί τι μικρόν.
98bΚΑΛΟΝΊΚΗ: ὅ τι βούλει γε σύ.
Part 4
99ΛΥΣΙΣΤΡΆΤΗ: τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
101πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
102ΚΑΛΟΝΊΚΗ: ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
103ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
104ΜΥΡΡΊΝΗ: ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
105ΛΑΜΠΙΤΏ: ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
106πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
107ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
108ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
109οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
111ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
112μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
112bΚΑΛΟΝΊΚΗ: νὴ τὼ θεώ·
113ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
114τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
115ΜΥΡΡΊΝΗ: ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
116δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
117ΛΑΜΠΙΤΏ: ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
118ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
119ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
121ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
122ἀφεκτέʼ ἐστὶ—
122bΚΑΛΟΝΊΚΗ: τοῦ; φράσον.
122cΛΥΣΙΣΤΡΆΤΗ: ποιήσετʼ οὖν;
123ΚΑΛΟΝΊΚΗ: ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
124ΛΥΣΙΣΤΡΆΤΗ: ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
126αὗται τί μοιμυᾶτε κἀνανεύετε;
127τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
128ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
129ΚΑΛΟΝΊΚΗ: οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
130ΜΥΡΡΊΝΗ: μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
131ΛΥΣΙΣΤΡΆΤΗ: ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
132ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
133ΚΑΛΟΝΊΚΗ: ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
134ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
136ΛΥΣΙΣΤΡΆΤΗ: τί δαὶ σύ;
136bἌΛΛΗ: κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
137ΛΥΣΙΣΤΡΆΤΗ: ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
138οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
139οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
141μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,
142ξυμψήφισαί μοι.
Part 5
142bΛΑΜΠΙΤΏ: χαλεπὰ μὲν ναὶ τὼ σιὼ
143γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
144ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
145ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
146ΚΑΛΟΝΊΚΗ: εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,
147ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
148γένοιτʼ ἂν εἰρήνη;
148bΛΥΣΙΣΤΡΆΤΗ: πολύ γε νὴ τὼ θεώ.
149εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
151γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
153ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,
154σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
155ΛΑΜΠΙΤΏ: ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
156γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
157ΚΑΛΟΝΊΚΗ: τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;
158ΛΥΣΙΣΤΡΆΤΗ: τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
159ΚΑΛΟΝΊΚΗ: φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ
161ἕλκωσιν ἡμᾶς;
161bΛΥΣΙΣΤΡΆΤΗ: ἀντέχου σὺ τῶν θυρῶν.
162ΚΑΛΟΝΊΚΗ: ἐὰν δὲ τύπτωσιν;
162bΛΥΣΙΣΤΡΆΤΗ: παρέχειν χρὴ κακὰ κακῶς.
163οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
164κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται
166ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
167ΚΑΛΟΝΊΚΗ: εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
168ΛΑΜΠΙΤΏ: καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
169παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
171πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
172ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
173ΛΑΜΠΙΤΏ: οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
174καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
175ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
176καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
177ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
178ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
179θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
180ΛΑΜΠΙΤΏ: παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
181ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
182ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
183ΛΑΜΠΙΤΏ: πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
184ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
186καί μοι δότω τὰ τόμιά τις.
Part 6
186bΚΑΛΟΝΊΚΗ: Λυσιστράτη
187τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
187bΛΥΣΙΣΤΡΆΤΗ: ὅντινα;
188εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
189μηλοσφαγούσας.
189bΚΑΛΟΝΊΚΗ: μὴ σύ γʼ ὦ Λυσιστράτη
190εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
191ΛΥΣΙΣΤΡΆΤΗ: τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
191bΚΑΛΟΝΊΚΗ: εἰ λευκόν ποθεν
192ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
193ΛΥΣΙΣΤΡΆΤΗ: ποῖ λευκὸν ἵππον;
193bΚΑΛΟΝΊΚΗ: ἀλλὰ πῶς ὀμούμεθα
194ἡμεῖς;
194bΛΥΣΙΣΤΡΆΤΗ: ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
196μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
197ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
198ΛΑΜΠΙΤΏ: φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
199ΛΥΣΙΣΤΡΆΤΗ: φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
200ΜΥΡΡΊΝΗ: ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
201ΚΑΛΟΝΊΚΗ: ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
202ΛΥΣΙΣΤΡΆΤΗ: καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
203δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
204τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
205ΚΑΛΟΝΊΚΗ: εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
206ΛΑΜΠΙΤΏ: καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
207ΜΥΡΡΊΝΗ: ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
208ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
209ΛΥΣΙΣΤΡΆΤΗ: λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
210λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
211ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
212οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
213ΚΑΛΟΝΊΚΗ: οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
214ΛΥΣΙΣΤΡΆΤΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
Part 7
215ΚΑΛΟΝΊΚΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
216ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
217ΛΥΣΙΣΤΡΆΤΗ: οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
218ΚΑΛΟΝΊΚΗ: οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
219ΛΥΣΙΣΤΡΆΤΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
220ΚΑΛΟΝΊΚΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
221ΛΥΣΙΣΤΡΆΤΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
222ΚΑΛΟΝΊΚΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
223ΛΥΣΙΣΤΡΆΤΗ: κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
224ΚΑΛΟΝΊΚΗ: κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
225ΛΥΣΙΣΤΡΆΤΗ: ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
226ΚΑΛΟΝΊΚΗ: ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
227ΛΥΣΙΣΤΡΆΤΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
228ΚΑΛΟΝΊΚΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
229ΛΥΣΙΣΤΡΆΤΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
230ΚΑΛΟΝΊΚΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
231ΛΥΣΙΣΤΡΆΤΗ: οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
232ΚΑΛΟΝΊΚΗ: οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
233ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
234ΚΑΛΟΝΊΚΗ: ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
235ΛΥΣΙΣΤΡΆΤΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Part 8
236ΚΑΛΟΝΊΚΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
237ΛΥΣΙΣΤΡΆΤΗ: συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
237bΜΥΡΡΊΝΗ: νὴ Δία.
238ΛΥΣΙΣΤΡΆΤΗ: φέρʼ ἐγὼ καθαγίσω τήνδε.
238bΚΑΛΟΝΊΚΗ: τὸ μέρος γʼ ὦ φίλη,
239ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
240ΛΑΜΠΙΤΏ: τίς ὡλολυγά;
240bΛΥΣΙΣΤΡΆΤΗ: τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
241αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
242ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ
243σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,
244τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·
245ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
246ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
247ΚΑΛΟΝΊΚΗ: οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
248τοὺς ἄνδρας εὐθύς;
248bΛΥΣΙΣΤΡΆΤΗ: ὀλίγον αὐτῶν μοι μέλει.
249οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
250ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
251ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
252ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
253ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
254ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
255κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
256ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
259ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι
260γυναῖκας, ἃς ἐβόσκομεν
261κατʼ οἶκον ἐμφανὲς κακόν,
262κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
263κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν
264μοχλοῖς δὲ καὶ κλῄθροισι
265τὰ προπύλαια πακτοῦν;
266ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
267ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
268ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
269μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
270πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
273ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
274ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
275ἀπῆθεν ἀψάλακτος, ἀλλʼ
276ὅμως Λακωνικὸν πνέων
277ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
278σμικρὸν ἔχων πάνυ τριβώνιον,
279πινῶν ῥυπῶν ἀπαράτιλτος,
280ἓξ ἐτῶν ἄλουτος.
281ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
282ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
283τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
284ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
285μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
286ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω· χὤπως ποτʼ ἐξαμπρεύσομεν τοῦτʼ ἄνευ κανθηλίου.
291ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον· ἀλλʼ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ. φῦ φῦ.
295aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
296ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὡς δεινὸν ὦναξ Ἡράκλεις προσπεσόν μʼ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει· κἄστιν γε Λήμνιον τὸ πῦρ τοῦτο πάσῃ μηχανῇ.
301οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. σπεῦδε πρόσθεν ἐς πόλιν καὶ βοήθει τῇ θεῷ. ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν; φῦ φῦ.
305aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
306ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν; κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
311ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ. τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν; ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται. σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,
316τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις. δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
319ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες
320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
321ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πέτου πέτου Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω †ὑπό τε νόμων † ἀργαλέων ὑπό τε γερόντων ὀλέθρων.
326ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ. νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου, δούλαισιν ὠστιζομένη
330a[...] στιγματίαις θʼ, ἁρπαλέως ἀραμένη ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρουσʼ ὕδωρ βοηθῶ.
Part 9
335ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἤκουσα γὰρ τυφογέροντας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας ἐς πόλιν ὡς τριτάλαντον βάρος, δεινότατʼ ἀπειλοῦντας ἐπῶν
340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν· ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι, ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας, ἐφʼ οἷσπερ ὦ χρυσολόφα
345πολιοῦχε σὰς ἔσχον ἕδρας. καί σε καλῶ ξύμμαχον ὦ Τριτογένειʼ, εἴ τις ἐκείνας ὑποπίμπρησιν ἀνήρ, φέρειν ὕδωρ μεθʼ ἡμῶν.
350ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·
351οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
352ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
353ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
354ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
356ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
357οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
358ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν
359ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
360ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
361ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
362ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,
363κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
364ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
365ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
366ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;
367ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
368ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
369οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
370ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
371ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
372ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
373ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
374ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
375ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοὐμὸν σὺ πῦρ κατασβέσεις;
375bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τοὔργον τάχʼ αὐτὸ δείξει.
Part 10
376ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
377ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
378ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
378bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ ταῦτα νυμφικόν γε.
379ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἤκουσας αὐτῆς τοῦ θράσους;
379bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐλευθέρα γάρ εἰμι.
380ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
380bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ οὐκέθʼ ἡλιάζει.
381ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἔμπρησον αὐτῆς τὰς κόμας.
381bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: σὸν ἔργον ὦχελῷε.
382ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οἴμοι τάλας.
382bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μῶν θερμὸν ἦν;
383ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
384ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
385ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
386ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
387ΠΡΌΒΟΥΛΟΣ: ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
392πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων· ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
397ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
399ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
400αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
401ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
402σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
403ΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
408ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα· σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
413ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν· ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
418ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ. τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα, ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
423ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;
428οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ ξυνεκμοχλεύσω.
430bΛΥΣΙΣΤΡΆΤΗ: μηδὲν ἐκμοχλεύετε·
431ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
432οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Part 11
433ΠΡΌΒΟΥΛΟΣ: ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
434ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
435ΛΥΣΙΣΤΡΆΤΗ: εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
436ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
437ΠΡΌΒΟΥΛΟΣ: ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
438καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
439ΓΥΝῊ Α: εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
441ΠΡΌΒΟΥΛΟΣ: ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
442ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
443ΓΥΝῊ Β: εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
444ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
445ΠΡΌΒΟΥΛΟΣ: τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
446παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
447ΓΥΝῊ Γ: εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
448ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
449ΠΡΌΒΟΥΛΟΣ: οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
450ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
451ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
452ξυνταξάμενοι.
452bΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
453ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
454μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
455ΠΡΌΒΟΥΛΟΣ: ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
456ΛΥΣΙΣΤΡΆΤΗ: ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
457ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
458ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
459οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
460οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
461παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
462ΠΡΌΒΟΥΛΟΣ: οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
463ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
464ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
465χολὴν ἐνεῖναι;
465bΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ἀπόλλω καὶ μάλα
466πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
467ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
468τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
469οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι
470ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;
471ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
472τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
473ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
474λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
475ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
476ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
477ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον
478τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ
480ὅ τι βουλόμεναί ποτε τὴν
481Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε
482μεγαλόπετρον ἄβατον ἀκρόπολιν
483ἱερὸν τέμενος.
484ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
485ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
486ΠΡΌΒΟΥΛΟΣ: καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
487ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Part 12
488ΛΥΣΙΣΤΡΆΤΗ: ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
489ΠΡΌΒΟΥΛΟΣ: διὰ τἀργύριον πολεμοῦμεν γάρ;
489bΛΥΣΙΣΤΡΆΤΗ: καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
490ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
491ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
492ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
493ΠΡΌΒΟΥΛΟΣ: ἀλλὰ τί δράσεις;
493bΛΥΣΙΣΤΡΆΤΗ: τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
494ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ταμιεύσετε τἀργύριον;
494bΛΥΣΙΣΤΡΆΤΗ: τί δὲ δεινὸν τοῦτο νομίζεις;
495οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
496ΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ οὐ ταὐτόν.
496bΛΥΣΙΣΤΡΆΤΗ: πῶς οὐ ταὐτόν;
496cΠΡΌΒΟΥΛΟΣ: πολεμητέον ἔστʼ ἀπὸ τούτου.
497ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
497bΠΡΌΒΟΥΛΟΣ: πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
498ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ὑμᾶς σώσομεν.
498bΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς;
498cΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς μέντοι.
498dΠΡΌΒΟΥΛΟΣ: σχέτλιόν γε.
499ΛΥΣΙΣΤΡΆΤΗ: ὡς σωθήσει, κἂν μὴ βούλῃ.
499bΠΡΌΒΟΥΛΟΣ: δεινόν γε λέγεις.
499cΛΥΣΙΣΤΡΆΤΗ: ἀγανακτεῖς.
500ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.
500bΠΡΌΒΟΥΛΟΣ: νὴ τὴν Δήμητρʼ ἄδικόν γε.
Part 13
501ΛΥΣΙΣΤΡΆΤΗ: σωστέον ὦ τᾶν.
501bΠΡΌΒΟΥΛΟΣ: κεἰ μὴ δέομαι;
501cΛΥΣΙΣΤΡΆΤΗ: τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
502ΠΡΌΒΟΥΛΟΣ: ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
503ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς φράσομεν.
503bΠΡΌΒΟΥΛΟΣ: λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
503cΛΥΣΙΣΤΡΆΤΗ: ἀκροῶ δή,
504καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
504bΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
505bΓΥΝῊ Α: κλαύσει τοίνυν πολὺ μᾶλλον.
506ΠΡΌΒΟΥΛΟΣ: τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
506bΛΥΣΙΣΤΡΆΤΗ: ταῦτα ποιήσω.
507ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
508ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
509οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
510ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
511ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
512εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,
513τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
514ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.
515οὐ σιγήσει; κἀγὼ ἐσίγων.
515bΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.
516ΠΡΌΒΟΥΛΟΣ: κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.
516bΛΥΣΙΣΤΡΆΤΗ: τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.
517[...] ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
518εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;
519ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει.
521ΠΡΌΒΟΥΛΟΣ: ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.
521bΛΥΣΙΣΤΡΆΤΗ: πῶς ὀρθῶς ὦ κακόδαιμον,
522εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
523ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
524οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·
525μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
526ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
527ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι
528κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
529ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
529bΛΥΣΙΣΤΡΆΤΗ: σιώπα.
530ΠΡΌΒΟΥΛΟΣ: σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
531περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
531bΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
532παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
533ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
534κᾆτα σιώπα
535καὶ τοῦτον τὸν καλαθίσκον.
536κᾆτα ξαίνειν ξυζωσάμενος
537κυάμους τρώγων·
538πόλεμος δὲ γυναιξὶ μελήσει.
Part 14
539ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
541ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
542†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
543ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
544μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
545ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
546ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
547ἀρετὴ φρόνιμος.
549ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
550χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
551ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
552ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
553κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
554οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
555ΠΡΌΒΟΥΛΟΣ: τί ποιησάσας;
555bΛΥΣΙΣΤΡΆΤΗ: ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
556ἀγοράζοντας καὶ μαινομένους.
556bΓΥΝῊ Α: νὴ τὴν Παφίαν Ἀφροδίτην.
557ΛΥΣΙΣΤΡΆΤΗ: νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
558περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
559ΠΡΌΒΟΥΛΟΣ: νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
559bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
560ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
561ΓΥΝῊ Α: νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
562ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
563ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
564ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
565ΠΡΌΒΟΥΛΟΣ: πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
566ἐν ταῖς χώραις καὶ διαλῦσαι;
566bΛΥΣΙΣΤΡΆΤΗ: φαύλως πάνυ.
566cΠΡΌΒΟΥΛΟΣ: πῶς; ἀπόδειξον.
567ΛΥΣΙΣΤΡΆΤΗ: ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
568ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε,
569οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
570διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε.
571ΠΡΌΒΟΥΛΟΣ: ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
572παύσειν οἴεσθʼ ὦ ἀνόητοι;
572bΛΥΣΙΣΤΡΆΤΗ: κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,
573ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.
574ΠΡΌΒΟΥΛΟΣ: πῶς δή; φέρʼ ἴδω.
574bΛΥΣΙΣΤΡΆΤΗ: πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
579εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
584χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
587ΠΡΌΒΟΥΛΟΣ: οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
588αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
Part 15
588bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ὦ παγκατάρατε
589πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
590κἀκπέμψασαι παῖδας ὁπλίτας.
590bΠΡΌΒΟΥΛΟΣ: σίγα, μὴ μνησικακήσῃς.
591ΛΥΣΙΣΤΡΆΤΗ: εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
592μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
593περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
594ΠΡΌΒΟΥΛΟΣ: οὔκουν χἄνδρες γηράσκουσιν;
594bΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.
595ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·
596τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,
597οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
598ΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
599ΛΥΣΙΣΤΡΆΤΗ: σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
600†χωρίον ἐστί·† σορὸν ὠνήσει·
601μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
602λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
603ΓΥΝῊ Α: καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
604ΓΥΝῊ Β: καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
605ΛΥΣΙΣΤΡΆΤΗ: τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·
606ὁ Χάρων σε καλεῖ,
607σὺ δὲ κωλύεις ἀνάγεσθαι.
608ΠΡΌΒΟΥΛΟΣ: εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;
609νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
610ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
611ΛΥΣΙΣΤΡΆΤΗ: μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
612ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
613ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.
614ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
615ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.
616ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
617ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: πραγμάτων μοι δοκεῖ,
618καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
621δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
622τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
623καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
625ἔνθεν ἔζων ἐγώ.
626ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
631ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
636ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται. ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί. ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν τῇ πόλει χρησίμων· εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
641ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν· εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι· κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ ἰσχάδων ὁρμαθόν·
648ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων. τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω, τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
653τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς, ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με, τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
658ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
660πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
661ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
662ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
663ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
665ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
666νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
672ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία. ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
677ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν. ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
683ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
684λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
685τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
686ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
687ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
688νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
690κυάμους μέλανας.
691ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
695αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
Part 16
696ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
701τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν· οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
706ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
707τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
708ΛΥΣΙΣΤΡΆΤΗ: κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
709ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
710ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί φῄς; τί φῄς;
711ΛΥΣΙΣΤΡΆΤΗ: ἀληθῆ, ἀληθῆ.
712ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
713ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
714ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
715ΛΥΣΙΣΤΡΆΤΗ: βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
716ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἰὼ Ζεῦ.
717ΛΥΣΙΣΤΡΆΤΗ: τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ. τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
722τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν† ἤδη πέτεσθαι διανοουμένην κάτω ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
727ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται. αὕτη σὺ ποῖ θεῖς;
728bΓΥΝῊ Α: οἴκαδʼ ἐλθεῖν βούλομαι.
729οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730ὑπὸ τῶν σέων κατακοπτόμενα.
730bΛΥΣΙΣΤΡΆΤΗ: ποίων σέων;
731οὐκ εἶ πάλιν;
731bΓΥΝῊ Α: ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
732ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
733ΛΥΣΙΣΤΡΆΤΗ: μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
734ΓΥΝῊ Α: ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
734bΛΥΣΙΣΤΡΆΤΗ: ἢν τούτου δέῃ.
735ΓΥΝῊ Β: τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
736ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
736bΛΥΣΙΣΤΡΆΤΗ: αὕθἠτέρα
737ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
738χώρει πάλιν δεῦρʼ.
738bΓΥΝῊ Β: ἀλλὰ νὴ τὴν Φωσφόρον
739ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
Part 17
740ΛΥΣΙΣΤΡΆΤΗ: μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
741ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
742ΓΥΝῊ Γ: ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
743ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
744ΛΥΣΙΣΤΡΆΤΗ: τί ταῦτα ληρεῖς;
744bΓΥΝῊ Γ: αὐτίκα μάλα τέξομαι.
745ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
745bΓΥΝῊ Γ: ἀλλὰ τήμερον.
746ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
747ἀπόπεμψον ὡς τάχιστα.
747bΛΥΣΙΣΤΡΆΤΗ: τίνα λόγον λέγεις;
748τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
748bΓΥΝῊ Γ: ἄρρεν παιδίον.
749ΛΥΣΙΣΤΡΆΤΗ: μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
750ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
751ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
752κυεῖν ἔφασκες;
752bΓΥΝῊ Γ: καὶ κυῶ γε νὴ Δία.
753ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταύτην εἶχες;
753bΓΥΝῊ Γ: ἵνα μʼ εἰ καταλάβοι
754ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
755ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
756ΛΥΣΙΣΤΡΆΤΗ: τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
757οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
758ΓΥΝῊ Γ: ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
759ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
760ΓΥΝῊ Α: ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι
761ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
762ΛΥΣΙΣΤΡΆΤΗ: ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
763ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
764ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
765ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,
766καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,
767ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
768μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
769ΓΥΝῊ Α: λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
769bΛΥΣΙΣΤΡΆΤΗ: σιγᾶτε δή.
770ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
771τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
772παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
773Ζεὺς ὑψιβρεμέτης—
773bΓΥΝῊ Α: ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
774ΛΥΣΙΣΤΡΆΤΗ: ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
776ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
Part 18
777ΓΥΝῊ Α: σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.
777bΛΥΣΙΣΤΡΆΤΗ: ὦ πάντες θεοί,
778μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
779ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
780ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
781ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ αὐτὸς ἔτι παῖς ὤν. οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει·
788κᾆτʼ ἐλαγοθήρει πλεξάμενος ἄρκυς, καὶ κύνα τινʼ εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη
795ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον τοῦ Μελανίωνος οἱ σώφρονες.
797ΓΈΡΩΝ: βούλομαί σε γραῦ κύσαι—
798ΓΥΝΉ: κρόμμυόν τἄρʼ οὐκ ἔδει.
799ΓΈΡΩΝ: κἀνατείνας λακτίσαι.
800ΓΥΝΉ: τὴν λόχμην πολλὴν φορεῖς.
801ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: καὶ Μυρωνίδης γὰρ ἦν
802τραχὺς ἐντεῦθεν μελάμπυγός
803τε τοῖς ἐχθροῖς ἅπασιν,
804ὥς δὲ καὶ Φορμίων.
805ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ.
812οὗτος οὖν ὁ Τίμων [...] ᾤχεθʼ ὑπὸ μίσους πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει
817τοὺς πονηροὺς ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
821ΓΥΝΉ: τὴν γνάθον βούλει θένω;
822ΓΈΡΩΝ: μηδαμῶς· †ἔδεισά γε.†
823ΓΥΝΉ: ἀλλὰ κρούσω τῷ σκέλει;
824ΓΈΡΩΝ: τὸν σάκανδρον ἐκφανεῖς.
825ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις
826καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν
827κομήτην, ἀλλʼ ἀπεψιλωμένον
828τῷ λύχνῳ.
829ΛΥΣΙΣΤΡΆΤΗ: ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ
830ταχέως.
830bΓΥΝΉ: τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;
831ΛΥΣΙΣΤΡΆΤΗ: ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,
832τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
833ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
834μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
835ΓΥΝΉ: ποῦ δʼ ἐστὶν ὅστις ἐστί;
835bΛΥΣΙΣΤΡΆΤΗ: παρὰ τὸ τῆς Χλόης.
836ΓΥΝΉ: ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;
Part 19
837ΛΥΣΙΣΤΡΆΤΗ: ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;
837bΜΥΡΡΊΝΗ: νὴ Δία
838ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
839ΛΥΣΙΣΤΡΆΤΗ: σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
841καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
842ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.
842bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ἐγὼ
843ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,
844καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.
845ΚΙΝΗΣΊΑΣ: οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει
846χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
847ΛΥΣΙΣΤΡΆΤΗ: τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
847bΚΙΝΗΣΊΑΣ: ἐγώ.
848ΛΥΣΙΣΤΡΆΤΗ: ἀνήρ;
848bΚΙΝΗΣΊΑΣ: ἀνὴρ δῆτʼ.
848cΛΥΣΙΣΤΡΆΤΗ: οὐκ ἄπει δῆτʼ ἐκποδών;
849ΚΙΝΗΣΊΑΣ: σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;
849bΛΥΣΙΣΤΡΆΤΗ: ἡμεροσκόπος.
850ΚΙΝΗΣΊΑΣ: πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
851ΛΥΣΙΣΤΡΆΤΗ: ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;
852ΚΙΝΗΣΊΑΣ: ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
853ΛΥΣΙΣΤΡΆΤΗ: ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ
854τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.
855ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.
856κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ
857τουτὶ γένοιτο, φησίν.
857bΚΙΝΗΣΊΑΣ: ὢ πρὸς τῶν θεῶν.
858ΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ
859λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ
860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
861ΚΙΝΗΣΊΑΣ: ἴθι νυν κάλεσον αὐτήν.
Part 20
861bΛΥΣΙΣΤΡΆΤΗ: τί οὖν; δώσεις τί μοι;
862ΚΙΝΗΣΊΑΣ: ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·
863ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
864ΛΥΣΙΣΤΡΆΤΗ: φέρε νυν καλέσω καταβᾶσά σοι.
864bΚΙΝΗΣΊΑΣ: ταχύ νυν πάνυ.
865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
866ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·
867ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
868εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
869χάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.
870ΜΥΡΡΊΝΗ: φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται
871ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.
872ΚΙΝΗΣΊΑΣ: ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
873κατάβηθι δεῦρο.
873bΜΥΡΡΊΝΗ: μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.
874ΚΙΝΗΣΊΑΣ: ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
875ΜΥΡΡΊΝΗ: οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
876ΚΙΝΗΣΊΑΣ: ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.
877ΜΥΡΡΊΝΗ: ἄπειμι.
877bΚΙΝΗΣΊΑΣ: μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ
878ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
879ΠΑΙ͂Σ ΚΙΝΗΣΊΟΥ: μαμμία, μαμμία, μαμμία.
880ΚΙΝΗΣΊΑΣ: αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον
881ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
882ΜΥΡΡΊΝΗ: ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ
883ἔστιν.
883bΚΙΝΗΣΊΑΣ: κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.
884ΜΥΡΡΊΝΗ: οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;
885ΚΙΝΗΣΊΑΣ: ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
886πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
887χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
888ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.
889ΜΥΡΡΊΝΗ: ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
890φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.
891ΚΙΝΗΣΊΑΣ: τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
892πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς
893αὐτή τε λυπεῖ;
Part 21
893bΜΥΡΡΊΝΗ: μὴ πρόσαγε τὴν χεῖρά μοι.
894ΚΙΝΗΣΊΑΣ: τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
895χεῖρον διατίθης.
895bΜΥΡΡΊΝΗ: ὀλίγον αὐτῶν μοι μέλει.
896ΚΙΝΗΣΊΑΣ: ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
897ὑπὸ τῶν ἀλεκτρυόνων;
897bΜΥΡΡΊΝΗ: ἔμοιγε νὴ Δία.
898ΚΙΝΗΣΊΑΣ: τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι
899χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
900ΜΥΡΡΊΝΗ: μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε
901καὶ τοῦ πολέμου παύσησθε.
901bΚΙΝΗΣΊΑΣ: τοιγάρ, ἢν δοκῇ,
902ποιήσομεν καὶ ταῦτα.
902bΜΥΡΡΊΝΗ: τοιγάρ, ἢν δοκῇ,
903κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.
904ΚΙΝΗΣΊΑΣ: σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.
905ΜΥΡΡΊΝΗ: οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.
906ΚΙΝΗΣΊΑΣ: φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;
907ΜΥΡΡΊΝΗ: ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;
908ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.
909ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,
910σὺ δʼ οὐ κατακλίνει.
910bΜΥΡΡΊΝΗ: ποῦ γὰρ ἄν τις καὶ τάλαν
911δράσειε τοῦθʼ;
911bΚΙΝΗΣΊΑΣ: ὅπου; τὸ τοῦ Πανὸς καλόν.
912ΜΥΡΡΊΝΗ: καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;
913ΚΙΝΗΣΊΑΣ: κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
914ΜΥΡΡΊΝΗ: ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;
915ΚΙΝΗΣΊΑΣ: εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.
Part 22
916ΜΥΡΡΊΝΗ: φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
916bΚΙΝΗΣΊΑΣ: μηδαμῶς.
917ἀρκεῖ χαμαὶ νῷν.
917bΜΥΡΡΊΝΗ: μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ
918καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
919ΚΙΝΗΣΊΑΣ: ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.
920ΜΥΡΡΊΝΗ: ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι.
921καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.
922ΚΙΝΗΣΊΑΣ: ποία ψίαθος; μὴ μοί γε.
922bΜΥΡΡΊΝΗ: νὴ τὴν Ἄρτεμιν,
923αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
923bΚΙΝΗΣΊΑΣ: δός μοί νυν κύσαι.
924ΜΥΡΡΊΝΗ: ἰδού.
924bΚΙΝΗΣΊΑΣ: παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.
925ΜΥΡΡΊΝΗ: ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι.
926καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
927ΚΙΝΗΣΊΑΣ: ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.
927bΜΥΡΡΊΝΗ: νὴ Δίʼ ἀλλʼ ἐγώ.
928ΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.
929ΜΥΡΡΊΝΗ: ἀνίστασʼ, ἀναπήδησον.
929bΚΙΝΗΣΊΑΣ: ἤδη πάντʼ ἔχω.
930ΜΥΡΡΊΝΗ: ἅπαντα δῆτα.
930bΚΙΝΗΣΊΑΣ: δεῦρό νυν ὦ χρύσιον.
931ΜΥΡΡΊΝΗ: τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
932μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
933ΚΙΝΗΣΊΑΣ: νὴ Δίʼ ἀπολοίμην ἆρα.
Part 23
933bΜΥΡΡΊΝΗ: σισύραν οὐκ ἔχεις.
934ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.
935ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
936ΚΙΝΗΣΊΑΣ: ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
937ΜΥΡΡΊΝΗ: ἔπαιρε σαυτόν.
937bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἐπῆρται τοῦτό γε.
938ΜΥΡΡΊΝΗ: βούλει μυρίσω σε;
938bΚΙΝΗΣΊΑΣ: μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
939ΜΥΡΡΊΝΗ: νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.
940ΚΙΝΗΣΊΑΣ: εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.
941ΜΥΡΡΊΝΗ: πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
942ΚΙΝΗΣΊΑΣ: οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
943εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
944ΜΥΡΡΊΝΗ: τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
945ΚΙΝΗΣΊΑΣ: ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία.
945bΜΥΡΡΊΝΗ: ληρεῖς ἔχων.
946ΚΙΝΗΣΊΑΣ: κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.
947ΜΥΡΡΊΝΗ: λαβὲ τόνδε τὸν ἀλάβαστον.
947bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἕτερον ἔχω.
948ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
949μηδέν.
949bΜΥΡΡΊΝΗ: ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατε
951σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
951bΚΙΝΗΣΊΑΣ: βουλεύσομαι.
952ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
953τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.
Part 24
954ΚΙΝΗΣΊΑΣ: οἴμοι τί πάθω; τίνα βινήσω
955τῆς καλλίστης πασῶν ψευσθείς;
956πῶς ταυτηνὶ παιδοτροφήσω;
957ποῦ Κυναλώπηξ;
958μίσθωσόν μοι τὴν τίτθην.
959ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ
960τείρει ψυχὴν ἐξαπατηθείς.
961κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.
962ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
963ποία ψυχή, ποῖοι δʼ ὄρχεις,
964ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος
965κατατεινόμενος
966καὶ μὴ βινῶν τοὺς ὄρθρους;
967ΚΙΝΗΣΊΑΣ: ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.
968ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ
969ἡ παμβδελυρὰ καὶ παμμυσαρά.
970ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.
971ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποία γλυκερά; μιαρὰ μιαρά.
972ΚΙΝΗΣΊΑΣ: μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·
973εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
974μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975ξυστρέψας καὶ ξυγγογγύλας
976οἴχοιο φέρων, εἶτα μεθείης,
977ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,
978κᾆτʼ ἐξαίφνης
979περὶ τὴν ψωλὴν περιβαίη.
980ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
981ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
982ΚΙΝΗΣΊΑΣ: σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;
983ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
984ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
985ΚΙΝΗΣΊΑΣ: κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;
986ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δίʼ οὐκ ἐγών γα.
986bΚΙΝΗΣΊΑΣ: ποῖ μεταστρέφει;
987τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς
988ὑπὸ τῆς ὁδοῦ;
988bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: παλαιόρ γα ναὶ τὸν Κάστορα
989ὥνθρωπος.
989bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.
990ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.
991ΚΙΝΗΣΊΑΣ: τί δʼ ἐστί σοι τοδί;
991bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: σκυτάλα Λακωνικά.
992ΚΙΝΗΣΊΑΣ: εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.
993ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.
994τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
995ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
996ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.
Part 25
997ΚΙΝΗΣΊΑΣ: ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
998ἀπὸ Πανός;
998bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,
999ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
1000γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
1001ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
1002ΚΙΝΗΣΊΑΣ: πῶς οὖν ἔχετε;
1002bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: μογίομες. ἂν γὰρ τὰν πόλιν
1003ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
1004ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
1005ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω
1006σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
1007ΚΙΝΗΣΊΑΣ: τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
1008ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
1009ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
1010αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
1011ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
1012πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
1013ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.
1014ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.
1016ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
1017ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;
1018ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
1019ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι
1020γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
1021ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
1022ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·
1023ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
1024ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
1025κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
1026τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
1027ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·
1028ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
1029ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
1030ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
1031ἦ μέγʼ ὦ Ζεῦ χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
1032οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
1033ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,
1034ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
1035ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
1036καὶ φιλήσω.
1036bΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μὴ φιλήσῃς.
1036cΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἤν τε βούλῃ γʼ ἤν τε μή.
1037ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,
1038κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
1039οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
1040ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
1041οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
1042ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
1043ΧΟΡΌΣ: οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδένʼ ὦνδρες φλαῦρον εἰπεῖν οὐδὲ ἕν. ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
1048ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, εἴ τις ἀργυρίδιον δεῖται λαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς, ὡς † πόλλʼ ἔσω ʼστὶν† κἄχομεν βαλλάντια.
1054κἄν ποτʼ εἰρήνη φανῇ, ὅστις ἂν νυνὶ δανείσηται παρʼ ἡμῶν, ἃν λάβῃ μηκέτʼ ἀποδῷ.
Part 26
1058ΧΟΡΌΣ: ἑστιᾶν δὲ μέλλομεν ξένους τινὰς Καρυστίους, ἄν- δρας καλούς τε κἀγαθούς. κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.
1063ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὔ- τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν, μηδʼ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς
1068ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν γεννικῶς, ὡς ἡ θύρα κεκλῄσεται.
1072ΧΟΡΌΣ: καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
1073χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
1074ΧΟΡΌΣ: ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
1075εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
1076ΛΆΚΩΝ: τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
1077ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
1078ΧΟΡΌΣ: βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
1079δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
1080ΛΆΚΩΝ: ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλει
1081παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
1082ΧΟΡΌΣ: καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
1083ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
1084θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται
1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
1086ἈΘΗΝΑΙ͂ΟΣ: τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;
1087ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
1088ΧΟΡΌΣ: χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
1089ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
1090ἈΘΗΝΑΙ͂ΟΣ: μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
1091ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
1092οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
1093ΧΟΡΌΣ: εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως
1094τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
1095ἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.
1095bΛΆΚΩΝ: ναὶ τὼ σιὼ
1096παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
1097ἈΘΗΝΑΙ͂ΟΣ: ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.
1098ΛΆΚΩΝ: ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,
1099αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
1100ἈΘΗΝΑΙ͂ΟΣ: ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.
1101ἐπὶ τί πάρεστε δεῦρο;
1101bΛΆΚΩΝ: περὶ διαλλαγᾶν
1102πρέσβεις.
1102bἈΘΗΝΑΙ͂ΟΣ: καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
1103τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
1104ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
1105ΛΆΚΩΝ: ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
1106ἈΘΗΝΑΙ͂ΟΣ: ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
1107αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.
Part 27
1108ΧΟΡΌΣ: χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι
1109δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·
1110ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
1111συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.
1112ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους. τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή; πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,
1117μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων, ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ, ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
1122ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον, ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι, αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
1127πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς. λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
1132εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
1136ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
1137ΛΥΣΙΣΤΡΆΤΗ: εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
1142ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
1147ἈΘΗΝΑΙ͂ΟΣ: ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.
1148ΛΆΚΩΝ: ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
1149ΛΥΣΙΣΤΡΆΤΗ: ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;
1150οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
1151κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
1152πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
1153πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
1154ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,
1155κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
1156τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
1157ΛΆΚΩΝ: οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.
1158ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
1159ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν
1160μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
1161τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;
1162ΛΆΚΩΝ: ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
1163λῇ τοῦτʼ ἀποδόμεν.
1163bΛΥΣΙΣΤΡΆΤΗ: ποῖον ὦ τᾶν;
1163cΛΆΚΩΝ: τὰν Πύλον,
1164ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
1165ἈΘΗΝΑΙ͂ΟΣ: μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
1166ΛΥΣΙΣΤΡΆΤΗ: ἄφετʼ ὦγάθʼ αὐτοῖς.
1166bἈΘΗΝΑΙ͂ΟΣ: κᾆτα τίνα κινήσομεν;
1167ΛΥΣΙΣΤΡΆΤΗ: ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
1168ἈΘΗΝΑΙ͂ΟΣ: τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ
1169πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
1170κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
1171ΛΆΚΩΝ: οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.
1172ΛΥΣΙΣΤΡΆΤΗ: ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
Part 28
1173ἈΘΗΝΑΙ͂ΟΣ: ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
1174ΛΆΚΩΝ: ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.
1175ΛΥΣΙΣΤΡΆΤΗ: ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
1176ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
1177τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
1178ἈΘΗΝΑΙ͂ΟΣ: ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.
1179οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
1180βινεῖν ἅπασιν;
1180bΛΆΚΩΝ: τοῖσι γῶν ναὶ τὼ σιὼ
1181ἁμοῖσι.
1181bἈΘΗΝΑΙ͂ΟΣ: καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
1182ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
1183ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
1184ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
1185ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
1186κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν
1187ἄπεισʼ ἕκαστος.
1187bἈΘΗΝΑΙ͂ΟΣ: ἀλλʼ ἴωμεν ὡς τάχος.
1188ΛΆΚΩΝ: ἄγʼ ὅπᾳ τυ λῇς.
1188bἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.
1189ΧΟΡΌΣ: στρωμάτων δὲ ποικίλων καὶ χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅσʼ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
1194πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν- θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι,
1199χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν. ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει.
1203ΧΟΡΌΣ: εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἔστι, βόσκει δʼ οἰκέτας καὶ σμικρὰ πολλὰ παιδία, ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
1208ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκκους ἔχων καὶ κωρύκους, ὡς λήψεται πυ- ρούς· ὁ Μανῆς δʼ οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
1213πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν τὴν ἐμήν, ἀλλʼ εὐλαβεῖσθαι τὴν κύνα.
1216ἈΘΗΝΑΙ͂ΟΣ Α: ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;
1217ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
1218ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
1219οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
1220ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.
1221ἈΘΗΝΑΙ͂ΟΣ Β: χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
1222ἈΘΗΝΑΙ͂ΟΣ Α: οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
1223οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
1224καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
1225ἈΘΗΝΑΙ͂ΟΣ Β: οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.
1226ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
1227ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.
1228ἈΘΗΝΑΙ͂ΟΣ Α: ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν· ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων, μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
1233ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν, ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τις ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
1238ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν. ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν ἐς ταὐτόν. οὐκ ἐρρήσετʼ ὦ μαστιγίαι;
1241ἈΘΗΝΑΙ͂ΟΣ Β: νὴ τὸν Δίʼ ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.
1242ΛΆΚΩΝ: ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
1243ἵνʼ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
1244ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.
1245ἈΘΗΝΑΙ͂ΟΣ: λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,
1246ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.
Part 29
1247ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ὅρμαον τὼς κυρσανίως ὦ Μναμοΰνα τάν τʼ ἐμὰν Μῶαν, ἅτις οἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ
1252πρὤκροον σιοείκελοι ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων, ἁμὲ δʼ αὖ Λεωνίδας ἆγεν ᾇπερ τὼς κάπρως θάγοντας οἰῶ τὸν ὀδόντα·
1257πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †, πολὺς δʼ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε
1263μόλε δεῦρο παρσένε σιὰ ποττὰς σπονδάς, ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δʼ αὖ φιλία τʼ αἰὲς εὔπορος εἴη ταῖς συνθήκαις,
1268καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρʼ ἴθι δεῦρʼ ὦ κυναγὲ παρσένε.
1273ἈΘΗΝΑΙ͂ΟΣ: ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
1274ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε
1275ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
1276στήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς συμφοραῖς
1277ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
1278τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.
1279ΧΟΡῸΣ ἈΘΗΝΑΊΩΝ: πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας, ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,
1284ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται, Δία τε πυρὶ φλεγόμενον, ἐπί τε πότνιαν ἄλοχον ὀλβίαν· εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν
1289Ἡσυχίας πέρι τῆς ἀγανόφρονος, ἣν ἐποίησε θεὰ Κύπρις. ἀλαλαὶ ἰὴ παιήων· αἴρεσθʼ ἄνω ἰαί, ὡς ἐπὶ νίκῃ ἰαί.
1294εὐοῖ εὐοῖ, εὐαί εὐαί.
1295ἈΘΗΝΑΙ͂ΟΣ: πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
1296ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶα Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν κλέωα τὸν Ἀμύκλαις σιὸν καὶ χαλκίοικον Ἀσάναν, Τυνδαρίδας τʼ ἀγασώς,
1302τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. εἶα μάλʼ ἔμβη ὢ εἶα κοῦφα πάλλων, ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι
1307καὶ ποδῶν κτύπος, ᾇ τε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρωταν ἀμπάλλοντι πυκνὰ ποδοῖν ἀγκονίωαι,
1312ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶν θυρσαδδωᾶν καὶ παιδδωᾶν. ἁγεῖται δʼ ἁ Λήδας παῖς ἁγνὰ χοραγὸς εὐπρεπής. ἀλλʼ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη
1319ᾇ τις ἔλαφος· κρότον δʼ ἁμᾷ ποίει χορωφελήταν. καὶ τὰν σιὰν δʼ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.
Thesmophoriazusae
Contents — 27 sections
Part 1
1ΜΝΗΣΊΛΟΧΟΣ: ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
2ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
3οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,
4παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;
5ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα
6ὄψει παρεστώς.
6bΜΝΗΣΊΛΟΧΟΣ: πῶς λέγεις; αὖθις φράσον.
7οὐ δεῖ μʼ ἀκούειν;
7bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
8ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;
8bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
9ΜΝΗΣΊΛΟΧΟΣ: πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
10οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
11ΕΥ̓ΡΙΠΊΔΗΣ: χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
12ΜΝΗΣΊΛΟΧΟΣ: τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;
12bΕΥ̓ΡΙΠΊΔΗΣ: εὖ ἴσθʼ ὅτι.
13ΜΝΗΣΊΛΟΧΟΣ: πῶς χωρίς;
13bΕΥ̓ΡΙΠΊΔΗΣ: οὕτω ταῦτα διεκρίθη τότε.
14αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
16ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο
17ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
18ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
19ΜΝΗΣΊΛΟΧΟΣ: διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
20νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
21οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
22ΕΥ̓ΡΙΠΊΔΗΣ: πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.
22bΜΝΗΣΊΛΟΧΟΣ: πῶς ἂν οὖν
23πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως
24ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
25ΕΥ̓ΡΙΠΊΔΗΣ: βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
25bΜΝΗΣΊΛΟΧΟΣ: ἰδού.
26ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁρᾷς τὸ θύριον τοῦτο;
26bΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὸν Ἡρακλέα
27οἶμαί γε.
27bΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα νυν.
Part 2
27cΜΝΗΣΊΛΟΧΟΣ: σιωπῶ τὸ θύριον;
28ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄκουʼ.
28bΜΝΗΣΊΛΟΧΟΣ: ἀκούω καὶ σιωπῶ τὸ θύριον;
29ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30ὁ τραγῳδοποιός.
30bΜΝΗΣΊΛΟΧΟΣ: ποῖος οὗτος Ἁγάθων;
31ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔστιν τις Ἀγάθων—
31bΜΝΗΣΊΛΟΧΟΣ: μῶν ὁ μέλας ὁ καρτερός;
32ΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;
33ΜΝΗΣΊΛΟΧΟΣ: μῶν ὁ δασυπώγων;
33bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἑόρακας πώποτε;
34ΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.
35ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
36ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
37θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·
38προθυσόμενος ἔοικε τῆς ποιήσεως.
39ΘΕΡΆΠΩΝ: εὔφημος πᾶς ἔστω λαός,
40στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
41θίασος Μουσῶν ἔνδον μελάθρων
42τῶν δεσποσύνων μελοποιῶν.
43ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
44κῦμα δὲ πόντου μὴ κελαδείτω
45γλαυκόν·
45bΜΝΗΣΊΛΟΧΟΣ: βομβάξ.
45cΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα.
45dΜΝΗΣΊΛΟΧΟΣ: τι λέγει;
46ΘΕΡΆΠΩΝ: πτηνῶν τε γένη κατακοιμάσθω,
47θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
48μὴ λυέσθων.
48bΜΝΗΣΊΛΟΧΟΣ: βομβαλοβομβάξ.
49ΘΕΡΆΠΩΝ: μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50πρόμος ἡμέτερος—
50bΜΝΗΣΊΛΟΧΟΣ: μῶν βινεῖσθαι;
Part 3
51ΘΕΡΆΠΩΝ: τίς ὁ φωνήσας;
51bΜΝΗΣΊΛΟΧΟΣ: νήνεμος αἰθήρ.
52ΘΕΡΆΠΩΝ: δρυόχους τιθέναι δράματος ἀρχάς.
53κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
54τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55καὶ γνωμοτυπεῖ κἀντονομάζει
56καὶ κηροχυτεῖ καὶ γογγύλλει
57καὶ χοανεύει.
57bΜΝΗΣΊΛΟΧΟΣ: καὶ λαικάζει.
58ΘΕΡΆΠΩΝ: τίς ἀγροιώτας πελάθει θριγκοῖς;
59ΜΝΗΣΊΛΟΧΟΣ: ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
61συγγογγύλας καὶ συστρέψας
62τουτὶ τὸ πέος χοανεῦσαι.
63ΘΕΡΆΠΩΝ: ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
64ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
66ΘΕΡΆΠΩΝ: μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
67καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
68ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
69ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
70ΕΥ̓ΡΙΠΊΔΗΣ: τί οὖν ἐγὼ δρῶ;
70bΘΕΡΆΠΩΝ: περίμενʼ, ὡς ἐξερχεται.
71ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
72ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
73τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
74οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
75ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
76ΜΝΗΣΊΛΟΧΟΣ: ποῖόν τι;
76bΕΥ̓ΡΙΠΊΔΗΣ: τῇδε θἠμέρᾳ κριθήσεται
77εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
78ΜΝΗΣΊΛΟΧΟΣ: καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
79μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
80ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
81ΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
82αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
83κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
84ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
84bΜΝΗΣΊΛΟΧΟΣ: τιὴ τί δή;
85ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Part 4
86ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
87ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
88ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
89ἐς Θεσμοφόροιν ἐλθεῖν.
89bΜΝΗΣΊΛΟΧΟΣ: τί δράσοντʼ; εἰπέ μοι.
90ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
91λέξονθʼ ὑπὲρ ἐμοῦ.
91bΜΝΗΣΊΛΟΧΟΣ: πότερα φανερῶς ἢ λάθρᾳ;
92ΕΥ̓ΡΙΠΊΔΗΣ: λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
93ΜΝΗΣΊΛΟΧΟΣ: τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
94τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
95ΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα.
95bΜΝΗΣΊΛΟΧΟΣ: τί δʼ ἔστιν;
95cΕΥ̓ΡΙΠΊΔΗΣ: Ἁγάθων ἐξέρχεται.
96ΜΝΗΣΊΛΟΧΟΣ: καὶ ποῖός ἐστιν;
96bΕΥ̓ΡΙΠΊΔΗΣ: οὗτος οὑκκυκλούμενος.
97ΜΝΗΣΊΛΟΧΟΣ: ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
98ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
99ΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
100ΜΝΗΣΊΛΟΧΟΣ: μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
101ἈΓΆΘΩΝ: ἱερὰν χθονίαις δεξάμεναι
102λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
103πατρίδι χορεύσασθε βοάν.
104ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: τίνι δαιμόνων ὁ κῶμος;
105λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
106δαίμονας ἔχει σεβίσαι.
107ἈΓΆΘΩΝ: ἄγε νυν ὄλβιζε Μοῦσα
108χρυσέων ῥύτορα τόξων
109Φοῖβον, ὃς ἱδρύσατο χώρας
110γύαλα Σιμουντίδι γᾷ.
111ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: χαῖρε καλλίστας ἀοιδᾶς
112Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
113γέρας ἱερὸν προφέρων.
114ἈΓΆΘΩΝ: τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
115κόραν ἀείσατʼ
116Ἄρτεμιν ἀγροτέραν.
Part 5
117ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: ἕπομαι κλῄζουσα σεμνὸν
118γόνον ὀλβίζουσα Λατοῦς
119Ἄρτεμιν ἀπειρολεχῆ.
120ἈΓΆΘΩΝ: Λατώ τε κρούματά τʼ Ἀσιάδος
121ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
122διανεύματα Χαρίτων†.
123ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: σέβομαι Λατώ τʼ ἄνασσαν
124κίθαρίν τε ματέρʼ ὕμνων
125ἄρσενι βοᾷ δόκιμον,
126τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
127ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
128ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
129χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
130ΜΝΗΣΊΛΟΧΟΣ: ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει; καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία; τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
145ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
146ἈΓΆΘΩΝ: ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
147ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
148ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
149χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
151αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
152μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
153ΜΝΗΣΊΛΟΧΟΣ: οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
154ἈΓΆΘΩΝ: ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
155ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,
156μίμησις ἤδη ταῦτα συνθηρεύεται.
157ΜΝΗΣΊΛΟΧΟΣ: ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
158ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
159ἈΓΆΘΩΝ: ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι
161Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
162κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
163ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
164καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·
166διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
167ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
168ΜΝΗΣΊΛΟΧΟΣ: ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
169ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
171ἈΓΆΘΩΝ: ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
172ἐμαυτὸν ἐθεράπευσα.
172bΜΝΗΣΊΛΟΧΟΣ: πῶς πρὸς τῶν θεῶν;
173ΕΥ̓ΡΙΠΊΔΗΣ: παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
174ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
175ΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
176ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
176bἈΓΆΘΩΝ: λέγε.
177ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
178πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
179ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180ἱκέτης ἀφῖγμαι πρὸς σέ.
180bἈΓΆΘΩΝ: τοῦ χρείαν ἔχων;
181ΕΥ̓ΡΙΠΊΔΗΣ: μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
182τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
183ἈΓΆΘΩΝ: τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Part 6
184ΕΥ̓ΡΙΠΊΔΗΣ: ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
186ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
187μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
188ἈΓΆΘΩΝ: ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
189ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
190ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
191σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
192γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
193ἈΓΆΘΩΝ: Εὐριπίδη—
193bΕΥ̓ΡΙΠΊΔΗΣ: τί ἔστιν;
193cἈΓΆΘΩΝ: ἐποίησάς ποτε,
194χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
195ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔγωγε.
195bἈΓΆΘΩΝ: μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
196ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
197ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
198τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
199φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
200ΜΝΗΣΊΛΟΧΟΣ: καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
201οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
202ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
203ἈΓΆΘΩΝ: κάκιον ἀπολοίμην ἂν ἢ σύ.
203bΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς;
203cἈΓΆΘΩΝ: ὅπως;
204δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
206ΜΝΗΣΊΛΟΧΟΣ: ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
207ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
208ΕΥ̓ΡΙΠΊΔΗΣ: τί οὖν; ποιήσεις ταῦτα;
208bἈΓΆΘΩΝ: μὴ δόκει γε σύ.
209ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
210ΜΝΗΣΊΛΟΧΟΣ: ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
211ΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς οὖν ποιήσω δῆτα;
211bΜΝΗΣΊΛΟΧΟΣ: τοῦτον μὲν μακρὰ
212κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
Part 7
213ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
214ἀπόδυθι τουτὶ θοἰμάτιον.
214bΜΝΗΣΊΛΟΧΟΣ: καὶ δὴ χαμαί.
215ἀτὰρ τί μέλλεις δρᾶν μʼ;
215bΕΥ̓ΡΙΠΊΔΗΣ: ἀποξυρεῖν ταδί,
216τὰ κάτω δʼ ἀφεύειν.
216bΜΝΗΣΊΛΟΧΟΣ: ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
217ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.
218ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
219χρῆσόν τί νυν ἡμῖν ξυρόν.
219bἈΓΆΘΩΝ: αὐτὸς λάμβανε
220ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
220bΕΥ̓ΡΙΠΊΔΗΣ: γενναῖος εἶ.
221κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.
222ΜΝΗΣΊΛΟΧΟΣ: ὤμοι.
222bΕΥ̓ΡΙΠΊΔΗΣ: τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
223ἢν μὴ σιωπᾷς.
223bΜΝΗΣΊΛΟΧΟΣ: ἀτταταῖ ἰατταταῖ.
224ΕΥ̓ΡΙΠΊΔΗΣ: οὗτος σὺ ποῖ θεῖς;
224bΜΝΗΣΊΛΟΧΟΣ: ἐς τὸ τῶν σεμνῶν θεῶν·
225οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ
226τεμνόμενος.
226bΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκουν καταγέλαστος δῆτʼ ἔσει
227τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
228ΜΝΗΣΊΛΟΧΟΣ: ὀλίγον μέλει μοι.
228bΕΥ̓ΡΙΠΊΔΗΣ: μηδαμῶς πρὸς τῶν θεῶν
229προδῷς με· χώρει δεῦρο.
229bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ.
230ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;
231ΜΝΗΣΊΛΟΧΟΣ: μυμῦ.
231bΕΥ̓ΡΙΠΊΔΗΣ: τί μύξεις; πάντα πεποίηται καλῶς.
232ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Part 8
233ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
234βούλει θεᾶσθαι σαυτόν;
234bΜΝΗΣΊΛΟΧΟΣ: εἰ δοκεῖ, φέρε.
235ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁρᾷς σεαυτόν;
235bΜΝΗΣΊΛΟΧΟΣ: οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.
236ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
237ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
238ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
239ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
240ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
241οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
242πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
243ΕΥ̓ΡΙΠΊΔΗΣ: θάρρει.
243bΜΝΗΣΊΛΟΧΟΣ: τί θαρρῶ καταπεπυρπολημένος;
244ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
245ἀποπεπόνηκας.
245bΜΝΗΣΊΛΟΧΟΣ: φῦ ἰοὺ τῆς ἀσβόλου.
246αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
247ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
248ΜΝΗΣΊΛΟΧΟΣ: οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
249ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
250ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
251καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
252ἈΓΆΘΩΝ: λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
252bΜΝΗΣΊΛΟΧΟΣ: τί οὖν λάβω;
253ἈΓΆΘΩΝ: ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
254ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
255σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
255bΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού.
Part 9
256ΜΝΗΣΊΛΟΧΟΣ: ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
257ΕΥ̓ΡΙΠΊΔΗΣ: κεκρυφάλου δεῖ καὶ μίτρας.
257bἈΓΆΘΩΝ: ἡδὶ μὲν οὖν
258κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
259ΕΥ̓ΡΙΠΊΔΗΣ: νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
260ΜΝΗΣΊΛΟΧΟΣ: ἆρʼ ἁρμόσει μοι;
260bΕΥ̓ΡΙΠΊΔΗΣ: νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.
261φέρʼ ἔγκυκλον·
261bἈΓΆΘΩΝ: τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
262ΕΥ̓ΡΙΠΊΔΗΣ: ὑποδημάτων δεῖ.
262bἈΓΆΘΩΝ: τἀμὰ ταυτὶ λάμβανε.
263ΜΝΗΣΊΛΟΧΟΣ: ἆρʼ ἁρμόσει μοι;
263bΕΥ̓ΡΙΠΊΔΗΣ: χαλαρὰ γοῦν χαίρεις φορῶν.
264ἈΓΆΘΩΝ: σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
265εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.
266ΕΥ̓ΡΙΠΊΔΗΣ: ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
267τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
268γυναικιεῖς εὖ καὶ πιθανῶς.
268bΜΝΗΣΊΛΟΧΟΣ: πειράσομαι.
269ΕΥ̓ΡΙΠΊΔΗΣ: βάδιζε τοίνυν.
269bΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270ὀμόσῃς ἐμοί—
270bΕΥ̓ΡΙΠΊΔΗΣ: τί χρῆμα;
270cΜΝΗΣΊΛΟΧΟΣ: συσσώσειν ἐμὲ
271πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
272ΕΥ̓ΡΙΠΊΔΗΣ: ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
273ΜΝΗΣΊΛΟΧΟΣ: τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Part 10
274ΕΥ̓ΡΙΠΊΔΗΣ: ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
275ΜΝΗΣΊΛΟΧΟΣ: μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
276ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
277ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
278σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
279ἐγὼ δʼ ἄπειμι.
279bΜΝΗΣΊΛΟΧΟΣ: δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου. ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος. ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
284ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
289καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου, καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
295ΚΗΡΎΚΑΙΝΑ: εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
302ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
311ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
312ΧΟΡΌΣ: δεχόμεθα καὶ θεῶν γένος λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς φανέντας ἐπιχαρῆναι. Ζεῦ μεγαλώνυμε χρυσολύρα τε Δῆλον ὃς ἔχεις ἱεράν,
317καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι χρυσόλογχε πόλιν οἰκοῦσα περιμάχητον, ἐλθὲ δεῦρο. καὶ πολυώνυμε θηροφόνη παῖ Λατοῦς χρυσώπιδος ἔρνος,
322σύ τε πόντιε σεμνὲ Πόσειδον ἁλιμέδον προλιπὼν μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον, Νηρέος ἐναλίου τε κόραι Νύμφαι τʼ ὀρείπλαγκτοι.
327χρυσέα τε φόρμιγξ ἰαχήσειεν ἐπʼ εὐχαῖς ἡμετέραις· τελέως δʼ ἐκκλησιάσαιμεν Ἀθηναίων εὐγενεῖς γυναῖκες.
331ΚΗΡΎΚΑΙΝΑ: εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς, εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
336τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
341προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε, ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
346ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον, κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται, κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
351εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
352ΧΟΡΌΣ: ξυνευχόμεσθα τέλεα μὲν πόλει τέλεα δὲ δήμῳ τάδʼ εὔγματα γενέσθαι, τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει νικᾶν λεγούσαις· ὁπόσαι δʼ
357ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς ὅρκους τοὺς νενομισμένους κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἢ ψηφίσματα καὶ νόμον ζητοῦσʼ ἀντιμεθιστάναι,
363τἀπόρρητά τε τοῖσιν ἐχθροῖς τοῖς ἡμετέροις λέγουσʼ, ἢ Μήδους ἐπάγουσι γῇ κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
368ἀλλʼ ὦ παγκρατὲς Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις.
373ΚΗΡΎΚΑΙΝΑ: ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
374τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
375Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·
376ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
377τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
378καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
379ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
379bἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
380ΓΥΝῊ Α: ἐγώ.
380bΚΗΡΎΚΑΙΝΑ: περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
381ΧΟΡΌΣ: σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
382ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
383ΓΥΝῊ Α: φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
388καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά. τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν; ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί, τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
393τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν· ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
398δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
403ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα; οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει, τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης. εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
408ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν. ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον· πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
413δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή. εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
418καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
423Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου, νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
428ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως, ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ, ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω, τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
434ΧΟΡΌΣ: οὔπω ταύτης ἤκουσα
435πολυπλοκωτέρας γυναικὸς
436οὐδὲ δεινότερον λεγούσης.
437πάντα γὰρ λέγει δίκαια,
438†πάσας δʼ ἰδέας ἐξήτασεν,
439πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
439aποικίλους λόγους ἀνηῦρεν
440εὖ διεζητημένους·
440aὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
441Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
441aἂν αὐτόν, ὡς ἐγᾦμαι,
442πᾶσιν ὑμῖν
442aἄντικρυς μηδὲν λέγειν.
443ΓΥΝῊ Β: ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων. τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ· ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
448στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις. τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην· νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς· ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
453νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα· ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά, ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς. ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
458πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
459ΧΟΡΌΣ: ἕτερον αὖ τι λῆμα τοῦτο
460κομψότερον ἔτʼ ἢ τὸ πρότερον
460aἀναπέφηνεν.
461οἷα κατεστωμύλατο
462οὐκ ἄκαιρα, φρένας ἔχουσα
463καὶ πολύπλοκον νόημʼ, οὐδʼ
464ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
465δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
465aτὸν ἄνδρα
465bπεριφανῶς δοῦναι δίκην.
466ΜΝΗΣΊΛΟΧΟΣ: τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά, οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν. καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων, μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
471ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον· αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου. τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
476ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω, ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας, ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος, ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
481οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν· κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ. ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι; στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη· ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·
486κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον· ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης. ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
491οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει· οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα, ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
496μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς, οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον †ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
501τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον· ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος· τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
506ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον· εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ, ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν· χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
511ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν. εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν, τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
516τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
520ΧΟΡΌΣ: τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτʼ ἄν. ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη· τὴν παροιμίαν δʼ ἐπαινῶ
529aτὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ παντί νου χρὴ μὴ δάκῃ ῥητωρ ἀθρεῖν.
531ΧΟΡΌΣ: ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
532οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
533ΓΥΝῊ Α: οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
534ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
536ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
537αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
538ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
539γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Part 11
540ΜΝΗΣΊΛΟΧΟΣ: μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
541παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
542εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
543διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
544ΓΥΝῊ Α: οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
546ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
547ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
548οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
549ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.
551ΓΥΝῊ Α: ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
552ἡμᾶς ἁπάσας αὖθις αὖ.
552bΜΝΗΣΊΛΟΧΟΣ: καὶ νὴ Δίʼ οὐδέπω γε
553εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
554ΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
555ΜΝΗΣΊΛΟΧΟΣ: μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
556ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
557ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
557bΓΥΝῊ Α: ἐπιτριβείης.
558ΜΝΗΣΊΛΟΧΟΣ: ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
559ἔπειτα τὴν γαλῆν φαμεν—
559bΓΥΝῊ Α: τάλαινʼ ἐγώ· φλυαρεῖς.
560ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
561οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
562οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
562bΓΥΝῊ Α: ἐξόλοιο.
563ΜΝΗΣΊΛΟΧΟΣ: ἁχαρνικὴ τὸν πατέρα.
563bΓΥΝῊ Α: ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
564ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
565τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
566ΓΥΝῊ Α: οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
567ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
567bΜΝΗΣΊΛΟΧΟΣ: οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
568ΓΥΝῊ Α: καὶ μὴν ἰδού.
568bΜΝΗΣΊΛΟΧΟΣ: καὶ μὴν ἰδού.
568cΓΥΝῊ Α: λαβὲ θοἰμάτιον Φιλίστη.
Part 12
569ΜΝΗΣΊΛΟΧΟΣ: πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
569bΓΥΝῊ Α: τί δράσεις;
570ΜΝΗΣΊΛΟΧΟΣ: τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
571ΧΟΡΌΣ: παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
572ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
573σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
574ΚΛΕΙΣΘΈΝΗΣ: φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
575ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
576γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
577καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
578ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
579ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
581ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
582ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
583ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
584ΚΛΕΙΣΘΈΝΗΣ: Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
585αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
586ΧΟΡΌΣ: πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
587ΚΛΕΙΣΘΈΝΗΣ: ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
588ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
589ΧΟΡΌΣ: καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
590ΚΛΕΙΣΘΈΝΗΣ: ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
591καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
592ΜΝΗΣΊΛΟΧΟΣ: πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
593ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
594οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
595ΚΛΕΙΣΘΈΝΗΣ: ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
596εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
597ΧΟΡΌΣ: τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
598ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
599ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
601καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
602ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
603ΚΛΕΙΣΘΈΝΗΣ: φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
603bΜΝΗΣΊΛΟΧΟΣ: ποῖ τις τρέψεται;
604ΚΛΕΙΣΘΈΝΗΣ: ζητητέαι γάρ ἐστε.
604bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ.
605ΓΥΝῊ Α: ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
606ΚΛΕΙΣΘΈΝΗΣ: γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
Part 13
607ΧΟΡΌΣ: γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
608ΚΛΕΙΣΘΈΝΗΣ: ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
609ἔχουσα;
609bΓΥΝῊ Α: τίτθη νὴ Δίʼ ἐμή.
609cΜΝΗΣΊΛΟΧΟΣ: διοίχομαι.
610ΚΛΕΙΣΘΈΝΗΣ: αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;
611ΜΝΗΣΊΛΟΧΟΣ: ἔασον οὐρῆσαί μʼ.
611bΚΛΕΙΣΘΈΝΗΣ: ἀναίσχυντός τις εἶ.
612σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
613ΧΟΡΌΣ: ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
614μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
615ΚΛΕΙΣΘΈΝΗΣ: πολύν γε χρόνον οὐρεῖς σύ.
615bΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δίʼ ὦ μέλε·
616στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
617ΚΛΕΙΣΘΈΝΗΣ: τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
618ΜΝΗΣΊΛΟΧΟΣ: τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
618bΚΛΕΙΣΘΈΝΗΣ: εἰπέ μοι,
619τίς ἔστʼ ἀνήρ σοι;
619bΜΝΗΣΊΛΟΧΟΣ: τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
621ΚΛΕΙΣΘΈΝΗΣ: τὸν δεῖνα; ποῖον;
621bΜΝΗΣΊΛΟΧΟΣ: ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
622τὸν δεῖνα τὸν τοῦ δεῖνα—
622bΚΛΕΙΣΘΈΝΗΣ: ληρεῖν μοι δοκεῖς.
623ἀνῆλθες ἤδη δεῦρο πρότερον;
623bΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δία
624ὁσέτη γε.
624bΚΛΕΙΣΘΈΝΗΣ: καὶ τίς σοὐστὶ συσκηνήτρια;
625ΜΝΗΣΊΛΟΧΟΣ: ἡ δεῖνʼ ἔμοιγʼ.
Part 14
625bΚΛΕΙΣΘΈΝΗΣ: οἴμοι τάλας, οὐδὲν λέγεις.
626ΓΥΝῊ Α: ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
627ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
628ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
629ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
630ΜΝΗΣΊΛΟΧΟΣ: φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
631ΓΥΝῊ Α: τί δὲ μετὰ τοῦτο δεύτερον;
631bΜΝΗΣΊΛΟΧΟΣ: προὐπίνομεν.
632ΓΥΝῊ Α: ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
633ΜΝΗΣΊΛΟΧΟΣ: σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
634ΓΥΝῊ Α: οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
635ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
635bΚΛΕΙΣΘΈΝΗΣ: τί οὖν ποιῶ;
636ΓΥΝῊ Α: ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
637ΜΝΗΣΊΛΟΧΟΣ: κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
638ΚΛΕΙΣΘΈΝΗΣ: χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
639ΓΥΝῊ Α: ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
640καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
641ΜΝΗΣΊΛΟΧΟΣ: στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
642ΓΥΝῊ Α: νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
643ΚΛΕΙΣΘΈΝΗΣ: ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
644ΓΥΝῊ Α: τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
645ΚΛΕΙΣΘΈΝΗΣ: καὶ ποῦ ʼστιν;
645bΓΥΝῊ Α: αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
646ΚΛΕΙΣΘΈΝΗΣ: οὐκ ἐνγεταυθί.
Part 15
646bΓΥΝῊ Α: μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
647ΚΛΕΙΣΘΈΝΗΣ: ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
648τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
649ΓΥΝῊ Α: ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
650ἡμῖν ἐλοιδορεῖτο.
650bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ,
651εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
652ΓΥΝῊ Α: ἄγε δὴ τί δρῶμεν;
652bΚΛΕΙΣΘΈΝΗΣ: τουτονὶ φυλάττετε
653καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
654ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
655ΧΟΡΌΣ: ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
656ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
657ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
658τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
659ΧΟΡΌΣ: εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ
661μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
662ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
663ΧΟΡΌΣ: εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,
664εἴ τις ἐν τόποις ἑδραῖος
664aἄλλος αὖ λέληθεν ὤν.
665πανταχῇ δὲ ῥῖψον ὄμμα,
666καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
667πάντʼ ἀνασκόπει καλῶς.
668ΧΟΡΌΣ: ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων ἀθέων τε τρόπων·
672φήσει δʼ εἶναί τε θεοὺς φανερῶς, δείξει τʼ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας [...] †δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
677κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται· αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, †μανίαισ† φλέγων λύσσῃ παράκοπος, †εἴ τι δρῴη† πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
683ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν θεὸς ἀποτίνεται. ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς. οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
689ΓΥΝῊ Α: ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
690τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
691ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
692ΜΝΗΣΊΛΟΧΟΣ: κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
693ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
694πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695καθαιματώσει βωμόν.
695bΓΥΝῊ Α: ὦ τάλαινʼ ἐγώ.
696γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
697στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
698τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
699ΧΟΡΌΣ: ἔα ἔα.
700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
701νεοχμὸν αὖ τέρας;
702ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
703οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
704ΜΝΗΣΊΛΟΧΟΣ: οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
705ΧΟΡΌΣ: ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
706ΓΥΝῊ Α: δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
707ΧΟΡΌΣ: τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
708τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
709ΜΝΗΣΊΛΟΧΟΣ: κοὔπω μέντοι γε πέπαυμαι.
710ΧΟΡΌΣ: ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ
711ἀποδρὰς λέξεις
712οἷον δράσας διέδυς ἔργον,
713λήψει δὲ κακόν.
Part 16
714ΜΝΗΣΊΛΟΧΟΣ: τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
715ΧΟΡΌΣ: τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
716ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
717ΜΝΗΣΊΛΟΧΟΣ: μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
719ΧΟΡΌΣ: ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
720ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους
721ἐπʼ ἀθέοις ἔργοις·
722καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
723τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
725ἐπέχει τύχη.
726ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
727καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
728ΓΥΝῊ Α: ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
729κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
730ΜΝΗΣΊΛΟΧΟΣ: ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
731ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον
732μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
733τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη
734οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
736κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
737ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,
738κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
739ΓΥΝῊ Α: παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
740ΜΝΗΣΊΛΟΧΟΣ: παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,
741τουτὶ τεκεῖν φῄς;
741bΓΥΝῊ Α: καὶ δέκα μῆνας αὔτʼ ἐγὼ
742ἤνεγκον.
742bΜΝΗΣΊΛΟΧΟΣ: ἤνεγκας σύ;
742cΓΥΝῊ Α: νὴ τὴν Ἄρτεμιν.
743ΜΝΗΣΊΛΟΧΟΣ: πρικότυλον ἢ πῶς; εἰπέ μοι.
743bΓΥΝῊ Α: τί μʼ ἠργάσω;
744ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
745τυννοῦτον ὄν.
745bΜΝΗΣΊΛΟΧΟΣ: τυννοῦτο;
745cΓΥΝῊ Α: μικρὸν νὴ Δία.
746ΜΝΗΣΊΛΟΧΟΣ: πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;
747ΓΥΝῊ Α: σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
748ἀλλʼ ἀπόδος αὐτό.
748bΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Ἀπόλλω τουτονί.
749ΓΥΝῊ Α: ἐμπρήσομεν τοίνυν σε.
749bΜΝΗΣΊΛΟΧΟΣ: πάνυ γʼ ἐμπίμπρατε·
750αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.
Part 17
751ΓΥΝῊ Α: μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει
752ὑπέρ γε τούτου.
752bΜΝΗΣΊΛΟΧΟΣ: φιλότεκνός τις εἶ φύσει.
753ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται
754ΓΥΝῊ Α: οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
755ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
756ΜΝΗΣΊΛΟΧΟΣ: ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
757ΓΥΝῊ Α: κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
758ΜΝΗΣΊΛΟΧΟΣ: τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
759ΓΥΝῊ Α: τί τῆς ἱερείας γίγνεται;
759bΜΝΗΣΊΛΟΧΟΣ: τουτί. λαβέ.
760ΓΥΝῊ Γ: ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
762ΓΥΝῊ Α: ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,
763φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
764τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.
765ΜΝΗΣΊΛΟΧΟΣ: ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας; τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον
770ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται. πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν; τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
775ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον.
776ΜΝΗΣΊΛΟΧΟΣ: ὦ χεῖρες ἐμαὶ
777ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
778ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
779δέξασθε σμίλης ὁλκοὺς
780κήρυκας ἐμῶν μόχθων· οἴμοι
781τουτὶ τὸ ῥῶ μοχθηρόν·
782χώρει χώρει. ποίαν αὔλακα;
783βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς
784κείνᾳ ταύτᾳ· ταχέως χρή.
785ΧΟΡΌΣ: ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι, καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
790κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι, ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν; κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν, μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
795κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν. κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι· κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι. βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου. Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς. πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν. ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι. οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.
814ΧΟΡΌΣ: ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων ἀποδείξαιμεν ταῦτα ποιοῦντας. καὶ πρὸς τούτοις γάστριδας ἡμῶν ὄντας μᾶλλον καὶ λωποδύτας καὶ βωμολόχους κἀνδραποδιστάς.
819καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε χείρους ἡμῶν εἰσιν σῴζειν· ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι τὸ σκιάδειον·
824τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ, πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων ἐν ταῖς στρατιαῖς
829ἔρριπται τὸ σκιάδειον.
830ΧΟΡΌΣ: πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον. χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα, προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν· εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
840τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον, ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
845ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.
846ΜΝΗΣΊΛΟΧΟΣ: ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
847τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
848οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
849τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
851πάντως ὑπάρχει μοι γυναικεία στολή.
852ΓΥΝῊ Γ: τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
853πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
854ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
855ΜΝΗΣΊΛΟΧΟΣ: Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
856ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
857λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
858ΓΥΝῊ Γ: πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
859ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
Part 18
860bΓΥΝῊ Γ: σοί γʼ ὦλεθρε
861πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
862ΜΝΗΣΊΛΟΧΟΣ: Ἑλένη δʼ ἐκλήθην.
862bΓΥΝῊ Γ: αὖθις αὖ γίγνει γυνή,
863πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
864ΜΝΗΣΊΛΟΧΟΣ: ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις
865ῥοαῖσιν ἔθανον.
865bΓΥΝῊ Γ: ὤφελες δὲ καὶ σύ γε.
866ΜΝΗΣΊΛΟΧΟΣ: κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
867οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
868τί οὖν ἔτι ζῶ;
868bΓΥΝῊ Γ: τῶν κοράκων πονηρίᾳ.
869ΜΝΗΣΊΛΟΧΟΣ: ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
870μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
871ΕΥ̓ΡΙΠΊΔΗΣ: τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
872ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
873κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
874ΜΝΗΣΊΛΟΧΟΣ: Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.
874bΕΥ̓ΡΙΠΊΔΗΣ: ποίου Πρωτέως;
875ΓΥΝῊ Γ: ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
876ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
877ΕΥ̓ΡΙΠΊΔΗΣ: ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
878ΜΝΗΣΊΛΟΧΟΣ: Αἴγυπτον.
878bΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ δύστηνος οἷ πεπλώκαμεν.
879ΓΥΝῊ Γ: πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
880ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
881ΕΥ̓ΡΙΠΊΔΗΣ: αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
882ΓΥΝῊ Γ: οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,
883ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
884ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
885ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;
886ΜΝΗΣΊΛΟΧΟΣ: τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
Part 19
887ΓΥΝῊ Γ: κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,
888ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
889ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890φάρει καλυπτὸς ὦ ξένη;
890bΜΝΗΣΊΛΟΧΟΣ: βιάζομαι
891γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
892ΓΥΝῊ Γ: τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
893οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένε
894ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
895ΜΝΗΣΊΛΟΧΟΣ: βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
896ΕΥ̓ΡΙΠΊΔΗΣ: ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
897ΜΝΗΣΊΛΟΧΟΣ: αὕτη Θεονόη Πρωτέως.
897bΓΥΝῊ Γ: μὰ τὼ θεὼ
898εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·
899σὺ δʼ εἶ πανοῦργος.
899bΜΝΗΣΊΛΟΧΟΣ: ὁπόσα τοι βούλει λέγε.
900οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
901προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
902ΕΥ̓ΡΙΠΊΔΗΣ: γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
903ΜΝΗΣΊΛΟΧΟΣ: αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
904ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.
905ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
906ΜΝΗΣΊΛΟΧΟΣ: σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
907ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
908ΜΝΗΣΊΛΟΧΟΣ: Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
909ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.
910ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.
911ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
912ΜΝΗΣΊΛΟΧΟΣ: ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
914λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
915φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με
916λαβὼν ταχὺ πάνυ.
916bΓΥΝῊ Γ: κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
917ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Part 20
918ΕΥ̓ΡΙΠΊΔΗΣ: σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
919τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
920ΓΥΝῊ Γ: οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
921καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
922ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.
923προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
924ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.
925ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;
925bΕΥ̓ΡΙΠΊΔΗΣ: μένʼ ἥσυχος.
926οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
927ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
928ΜΝΗΣΊΛΟΧΟΣ: αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
929ΠΡΎΤΑΝΙΣ: ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
930οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
931ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
932στήσας φύλαττε καὶ προσιέναι μηδένα
933ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
934παῖʼ ἢν προσίῃ τις.
934bΓΥΝῊ Γ: νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ
935ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.
936ΜΝΗΣΊΛΟΧΟΣ: ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
937κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
938χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
939ΠΡΎΤΑΝΙΣ: τί σοι χαρίσωμαι;
939bΜΝΗΣΊΛΟΧΟΣ: γυμνὸν ἀποδύσαντά με
940κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
941ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
942γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
943ΠΡΎΤΑΝΙΣ: ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
944ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
945ΜΝΗΣΊΛΟΧΟΣ: ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·
946κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
947ΧΟΡΌΣ: ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
948ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
949ΧΟΡΌΣ: Παύσων σέβεται καὶ νηστεύει, πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν ἐς τὰς ὥρας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ. ὅρμα χώρει·
954κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον, χειρὶ σύναπτε χεῖρα, ῥυθμὸν χορείας ὕπαγε πᾶσα· βαῖνε καρπαλίμοιν ποδοῖν. ἐπισκοπεῖν δὲ πανταχῇ
958κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
959ΧΟΡΌΣ: ἅμα δὲ καὶ
960γένος Ὀλυμπίων θεῶν
961μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
962ΧΟΡΌΣ: εἰ δέ τις
963προσδοκᾷ κακῶς ἐρεῖν
964ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
966ΧΟΡΌΣ: ἀλλὰ χρῆν
967ὥσπερ ἔργον αὖ τι καινὸν
968πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
969ΧΟΡΌΣ: πρόβαινε ποσὶ τὸν εὐλύραν
970μέλπουσα καὶ τὴν τοξοφόρον
971Ἄρτεμιν ἄνασσαν ἁγνήν.
972χαῖρʼ ὦ ἑκάεργε,
973ὄπαζε δὲ νίκην·
974Ἥραν δὲ τὴν τελείαν
974aμέλψωμεν ὥσπερ εἰκός,
975ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
976κλῇδας γάμου φυλάττει.
977ΧΟΡΌΣ: Ἑρμῆν τε νόμιον ἄντομαι
978καὶ Πᾶνα καὶ Νύμφας φίλας
979ἐπιγελάσαι προθύμως
980ταῖς ἡμετέραισι
981χαρέντα χορείαις.
982ἔξαιρε δὴ προθύμως
982aδιπλῆν χάριν χορείας.
983παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
984νηστεύωμεν δὲ πάντως.
Part 21
985ΧΟΡΌΣ: ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,
986τόρευε πᾶσαν ᾠδήν·
986aἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ
987κισσοφόρε Βάκχειε
988δέσποτʼ· ἐγὼ δὲ κώμοις
989σὲ φιλοχόροισι μέλψω.
990ΧΟΡΌΣ: εὔιον ὦ Διόνυσε
991Βρόμιε καὶ Σεμέλας παῖ,
992χοροῖς τερπόμενος
993κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,
993aεὔιον εὔιον εὐοῖ
994[...] ἀναχορεύων.
995ΧΟΡΌΣ: ἀμφὶ δὲ σοὶ κτυπεῖται
996Κιθαιρώνιος ἠχώ,
997μελάμφυλλά τʼ ὄρη
998δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·
999κύκλῳ δὲ περὶ σὲ κισσὸς
1000εὐπέταλος ἕλικι θάλλει.
1001ΤΟΞΌΤΗΣ: ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
1002ΜΝΗΣΊΛΟΧΟΣ: ὦ τοξόθʼ ἱκετεύω σε.
1002bΤΟΞΌΤΗΣ: μή μʼ ἰκετεῦσι σύ.
1003ΜΝΗΣΊΛΟΧΟΣ: χάλασον τὸν ἧλον.
1003bΤΟΞΌΤΗΣ: ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
1004ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
1005ΤΟΞΌΤΗΣ: ἔτι μᾶλλο βοῦλις;
1005bΜΝΗΣΊΛΟΧΟΣ: ἀτταταῖ ἰατταταῖ·
1006κακῶς ἀπόλοιο.
1006bΤΟΞΌΤΗΣ: σῖγα κακοδαίμων γέρον.
1007πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.
1008ΜΝΗΣΊΛΟΧΟΣ: ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
1009ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
1010ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
1011σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
1012ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι
1013τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι
1015ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.
1016ΕΥ̓ΡΙΠΊΔΗΣ: φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
1017ἐπέλθοιμι καὶ
1018τὸν Σκύθην λάθοιμι;
1019κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
1020κατάνευσον, ἔασον ὡς
1021τὴν γυναῖκά μʼ ἐλθεῖν.
1022ΜΝΗΣΊΛΟΧΟΣ: ἄνοικτος ὅς μʼ ἔδησε τὸν πολυστονώτατον βροτῶν· μόλις δὲ γραῖαν ἀποφυγὼν σαπρὰν ἀπωλόμην ὅμως. ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
1027ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. ὁρᾷς; οὐ χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων κημὸν ἕστηκʼ ἔχουσʼ, ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
1033κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι, γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι δεσμίῳ δὲ γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος,
1038ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα, φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα γόον †φεύγουσαν† αἰαῖ αἰαῖ ἒ ἒ,
1043ὃς ἔμʼ ἀπεξύρησε πρῶτον, ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν· ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν ἱερόν, ἔνθα γυναῖκες. ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
1048ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ— τὸν βάρβαρον ἐξολέσειεν.
1052οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν νέκυσιν ἐπὶ πορείαν.
1056ΕΥ̓ΡΙΠΊΔΗΣ: χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
1057ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
1058ΜΝΗΣΊΛΟΧΟΣ: σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
1059ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
1061Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
1062ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
1063κλάειν ἐλεινῶς.
1063bΜΝΗΣΊΛΟΧΟΣ: σὲ δʼ ἐπικλάειν ὕστερον.
1064ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.
Part 22
1065ΜΝΗΣΊΛΟΧΟΣ: ὦ νὺξ ἱερὰ
1066ὡς μακρὸν ἵππευμα διώκεις
1067ἀστεροειδέα νῶτα διφρεύουσʼ
1068αἰθέρος ἱερᾶς
1068aτοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
1069ΕΥ̓ΡΙΠΊΔΗΣ: διʼ Ὀλύμπου.
1070ΜΝΗΣΊΛΟΧΟΣ: τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν
1071μέρος ἐξέλαχον—
1071bΕΥ̓ΡΙΠΊΔΗΣ: μέρος ἐξέλαχον—
1072ΜΝΗΣΊΛΟΧΟΣ: θανάτου τλήμων;
1072bΕΥ̓ΡΙΠΊΔΗΣ: θανάτου τλήμων;
1073ΜΝΗΣΊΛΟΧΟΣ: ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
1074ΕΥ̓ΡΙΠΊΔΗΣ: στωμυλλομένη.
1075ΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας
1076λίαν.
1076bΕΥ̓ΡΙΠΊΔΗΣ: λίαν.
1077ΜΝΗΣΊΛΟΧΟΣ: ὦγάθʼ ἔασόν με μονῳδῆσαι,
1078καὶ χαριεῖ μοι. παῦσαι.
1078bΕΥ̓ΡΙΠΊΔΗΣ: παῦσαι.
1079ΜΝΗΣΊΛΟΧΟΣ: βάλλʼ ἐς κόρακας.
1079bΕΥ̓ΡΙΠΊΔΗΣ: βάλλʼ ἐς κόρακας.
1080ΜΝΗΣΊΛΟΧΟΣ: τί κακόν;
1080bΕΥ̓ΡΙΠΊΔΗΣ: τί κακόν;
1080cΜΝΗΣΊΛΟΧΟΣ: ληρεῖς.
1080dΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς.
1081bΜΝΗΣΊΛΟΧΟΣ: οἴμωζʼ.
1081cΕΥ̓ΡΙΠΊΔΗΣ: οἴμωζʼ.
Part 23
1081dΜΝΗΣΊΛΟΧΟΣ: ὀτότυζʼ.
1081eΕΥ̓ΡΙΠΊΔΗΣ: ὀτότυζʼ.
1082ΤΟΞΌΤΗΣ: οὖτος σί λαλῖς;
1082bΕΥ̓ΡΙΠΊΔΗΣ: οὖτος σί λαλῖς;
1083ΤΟΞΌΤΗΣ: πρυτάνεις καλέσω;
1083bΕΥ̓ΡΙΠΊΔΗΣ: πρυτάνεις καλέσω;
1085ΤΟΞΌΤΗΣ: σί κακόν;
1085bΕΥ̓ΡΙΠΊΔΗΣ: σί κακόν;
1086ΤΟΞΌΤΗΣ: πῶτε τὸ πωνή;
1086bΕΥ̓ΡΙΠΊΔΗΣ: πῶτε τὸ πωνή;
1087ΤΟΞΌΤΗΣ: σὺ λαλῖς;
1087bΕΥ̓ΡΙΠΊΔΗΣ: σὺ λαλῖς;
1087cΤΟΞΌΤΗΣ: κλαύσει.
1087dΕΥ̓ΡΙΠΊΔΗΣ: κλαύσει.
1088ΤΟΞΌΤΗΣ: κακκάσκι μοι;
1088bΕΥ̓ΡΙΠΊΔΗΣ: κακκάσκι μοι;
1090ΜΝΗΣΊΛΟΧΟΣ: μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη.
1091ΕΥ̓ΡΙΠΊΔΗΣ: πλησίον αὕτη.
1092ΤΟΞΌΤΗΣ: ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει.
1093ποῖ ποῖ πεύγεις;
1093bΕΥ̓ΡΙΠΊΔΗΣ: ποῖ ποῖ πεύγεις;
Part 24
1094ΤΟΞΌΤΗΣ: οὐ καιρήσεις;
1094bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ καιρήσεις;
1095ΤΟΞΌΤΗΣ: ἔτι γὰρ γρύζεις;
1095bΕΥ̓ΡΙΠΊΔΗΣ: ἔτι γὰρ γρύζεις;
1096ΤΟΞΌΤΗΣ: λαβὲ τὴ μιαρά.
1096bΕΥ̓ΡΙΠΊΔΗΣ: λαβὲ τὴ μιαρά.
1097ΤΟΞΌΤΗΣ: λάλο καὶ κατάρατο γύναικο.
1098ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
1099ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
1100τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον
1101Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
1102κάρα κομίζων.
1102bΤΟΞΌΤΗΣ: τί λέγι; τὴ Γόργος πέρι
1103τὸ γραμματέο σὺ τὴ κεπαλή;
1103bΕΥ̓ΡΙΠΊΔΗΣ: τὴν Γοργόνος
1104ἔγωγε φημί.
1104bΤΟΞΌΤΗΣ: Γόργο τοι κἀγὼ λέγι.
1105ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον
1106θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
1107ΜΝΗΣΊΛΟΧΟΣ: ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
1108λῦσόν με δεσμῶν.
1108bΤΟΞΌΤΗΣ: οὐκὶ μὶ λαλῆσι σύ;
1109κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
1110ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
1111ΤΟΞΌΤΗΣ: οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
1112καὶ κλέπτο καὶ πανοῦργο.
1112bΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς ὦ Σκύθα.
1113αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
1114ΤΟΞΌΤΗΣ: σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;
1115ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·
1116φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
1117ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
1118ταύτης ἔρως εἴληφεν.
1118bΤΟΞΌΤΗΣ: οὐ ζηλῶσί σε·
1119ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
1120οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
Part 25
1121ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα
1122πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
1123ΤΟΞΌΤΗΣ: εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
1124τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
1125ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.
1125bΤΟΞΌΤΗΣ: μαστιγῶ σʼ ἄρα.
1126ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ποιήσω τοῦτο.
1126bΤΟΞΌΤΗΣ: τὸ κεπαλή σʼ ἄρα
1127τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
1128ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
1129ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
1130σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
1131μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ
1132τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
1133ΤΟΞΌΤΗΣ: μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
1134ΜΝΗΣΊΛΟΧΟΣ: μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
1135ΤΟΞΌΤΗΣ: ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
1136ΧΟΡΌΣ: Παλλάδα τὴν φιλόχορον ἐμοὶ
1137δεῦρο καλεῖν νόμος ἐς χορόν,
1138παρθένον ἄζυγα κούρην,
1140ΧΟΡΌΣ: ἣ πόλιν ἡμετέραν ἔχει
1141καὶ κράτος φανερὸν μόνη
1142κλῃδοῦχός τε καλεῖται.
1143ΧΟΡΌΣ: φάνηθʼ ὦ τυράννους
1144στυγοῦσʼ ὥσπερ εἰκός.
1145ΧΟΡΌΣ: δῆμός τοί σε καλεῖ γυναικῶν·
1146ἔχουσα δέ μοι μόλοις
1147εἰρήνην φιλέορτον.
1148ΧΟΡΌΣ: ἥκετʼ εὔφρονες ἵλαοι,
1149πότνιαι, ἄλσος ἐς ὑμέτερον,
1150οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
1151ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
1152φαίνετον ἄμβροτον ὄψιν.
1153μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
1154Θεσμοφόρω πολυποτνία,
1155ΧΟΡΌΣ: εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω
1156ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν
1157ἐνθάδε χἠμῖν.
1160ΕΥ̓ΡΙΠΊΔΗΣ: γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
1161σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
1162ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
1163κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.
1164ΧΟΡΌΣ: χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
1165ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
1166ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
1167κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,
1168ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
1169ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
1170ΧΟΡΌΣ: τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·
1171τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Part 26
1172ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι
1173καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
1174πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
1175σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
1176ΤΟΞΌΤΗΣ: τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
1177ΕΥ̓ΡΙΠΊΔΗΣ: ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
1178ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
1179ΤΟΞΌΤΗΣ: ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
1180ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
1181ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
1182καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
1183τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.
1183bΤΟΞΌΤΗΣ: ναῖκι ναὶ
1184κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
1185οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.
1186ΕΥ̓ΡΙΠΊΔΗΣ: αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
1187ΤΟΞΌΤΗΣ: καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
1187aἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
1188εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
1189ΕΥ̓ΡΙΠΊΔΗΣ: καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
1190ἤδη βαδίζειν.
1190bΤΟΞΌΤΗΣ: οὐκὶ πιλῆσι πρῶτά με;
1191ΕΥ̓ΡΙΠΊΔΗΣ: πάνυ γε· φίλησον αὐτόν.
1191bΤΟΞΌΤΗΣ: ὂ ὂ ὂ παπαπαπαῖ,
1192ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
1193τί οὐ κατεύδει παρʼ ἐμέ;
1193bΕΥ̓ΡΙΠΊΔΗΣ: χαῖρε τοξότα,
1194οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.
1194bΤΟΞΌΤΗΣ: ναὶ ναὶ γρᾴδιο.
1195ἐμοὶ κάρισο σὺ τοῦτο.
1195bΕΥ̓ΡΙΠΊΔΗΣ: δώσεις οὖν δραχμήν;
1196ΤΟΞΌΤΗΣ: ναὶ ναῖκι δῶσι.
1196bΕΥ̓ΡΙΠΊΔΗΣ: τἀργύριον τοίνυν φέρε.
1197ΤΟΞΌΤΗΣ: ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
1198ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτα † κομίζεις αὐτοῖς.†
1198bΤΟΞΌΤΗΣ: ἀκολούτι τέκνον.
1199σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
1200ὄνομα δέ σοι τί ἔστιν;
Part 27
1200bΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀρτεμισία.
1201ΤΟΞΌΤΗΣ: μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
1202ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
1203σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·
1204ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς
1205ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς
1206ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.
1207ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.
1208ΕΥ̓ΡΙΠΊΔΗΣ: λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
1209ἥκοντα καταλαβεῖν.
1209bΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δὴ τοῦτο δρῶ.
1210ΤΟΞΌΤΗΣ: ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,
1211κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
1212οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;
1213ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
1213aἈρταμουξία.
1214διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·
1215ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.
1215aοἴμοι,
1216τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
1217ΧΟΡΌΣ: τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
1218ΤΟΞΌΤΗΣ: ναὶ ναῖκι. εἶδες αὐτό;
1218bΧΟΡΌΣ: ταύτῃ γʼ οἴχεται
1219αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
1220ΤΟΞΌΤΗΣ: κροκῶτʼ ἔκοντο τὴ γέροντο;
1220bΧΟΡΌΣ: φήμʼ ἐγώ.
1221ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
1222ΤΟΞΌΤΗΣ: ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;
1223Ἀρταμουξία.
1223aΧΟΡΌΣ: ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
1224τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.
1225ΤΟΞΌΤΗΣ: κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.
1226ΧΟΡΌΣ: τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
1227ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
1228ὥσθʼ ὥρα δή ʼστι βαδίζειν
1229οἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼ
1230ἡμῖν ἀγαθὴν
1231τούτων χάριν ἀνταποδοίτην.
Frogs
Contents — 38 sections
Part 1
1ΞΑΝΘΊΑΣ: Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
2ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
3ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,
4τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
5ΞΑΝΘΊΑΣ: μηδʼ ἕτερον ἀστεῖόν τι;
5bΔΙΌΝΥΣΟΣ: πλήν γʼ ὡς θλίβομαι.
6ΞΑΝΘΊΑΣ: τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
6bΔΙΌΝΥΣΟΣ: νὴ Δία
7θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,
7bΞΑΝΘΊΑΣ: τὸ τί;
8ΔΙΌΝΥΣΟΣ: μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
9ΞΑΝΘΊΑΣ: μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
11ΔΙΌΝΥΣΟΣ: μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
12ΞΑΝΘΊΑΣ: τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
13εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
14εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
16ΔΙΌΝΥΣΟΣ: μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
17ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
18πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
19ΞΑΝΘΊΑΣ: ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
21ΔΙΌΝΥΣΟΣ: εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
22ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
23αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
24ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
25ΞΑΝΘΊΑΣ: οὐ γὰρ φέρω ʼγώ;
25bΔΙΌΝΥΣΟΣ: πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
26ΞΑΝΘΊΑΣ: φέρων γε ταυτί.
26bΔΙΌΝΥΣΟΣ: τίνα τρόπον;
26cΞΑΝΘΊΑΣ: Βαρέως πάνυ.
27ΔΙΌΝΥΣΟΣ: οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
Part 2
28ΞΑΝΘΊΑΣ: οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
29ΔΙΌΝΥΣΟΣ: πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
30ΞΑΝΘΊΑΣ: οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
31ΔΙΌΝΥΣΟΣ: σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
32ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
33ΞΑΝΘΊΑΣ: οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
34ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
35ΔΙΌΝΥΣΟΣ: κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
36ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
37ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
38ἩΡΑΚΛΗ͂Σ: τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
39ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
40ΔΙΌΝΥΣΟΣ: ὁ παῖς.
40bΞΑΝΘΊΑΣ: τί ἔστιν;
40cΔΙΌΝΥΣΟΣ: οὐκ ἐνεθυμήθης;
40dΞΑΝΘΊΑΣ: τὸ τί;
41ΔΙΌΝΥΣΟΣ: ὡς σφόδρα μʼ ἔδεισε.
41bΞΑΝΘΊΑΣ: νὴ Δία μὴ μαίνοιό γε.
42ἩΡΑΚΛΗ͂Σ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
43καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
44ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
45ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
46ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
47τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
48ποῖ γῆς ἀπεδήμεις;
48bΔΙΌΝΥΣΟΣ: ἐπεβάτευον Κλεισθένει—
49ἩΡΑΚΛΗ͂Σ: κἀναυμάχησας;
49bΔΙΌΝΥΣΟΣ: καὶ κατεδύσαμέν γε ναῦς
50τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.
51ἩΡΑΚΛΗ͂Σ: σφώ;
Part 3
51bΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω.
51cΞΑΝΘΊΑΣ: κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.
52ΔΙΌΝΥΣΟΣ: καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
53τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
54τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
55ἩΡΑΚΛΗ͂Σ: πόθος; πόσος τις;
55bΔΙΌΝΥΣΟΣ: μικρὸς ἡλίκος Μόλων.
56ἩΡΑΚΛΗ͂Σ: γυναικός;
56bΔΙΌΝΥΣΟΣ: οὐ δῆτʼ.
56cἩΡΑΚΛΗ͂Σ: ἀλλὰ παιδός;
56dΔΙΌΝΥΣΟΣ: οὐδαμῶς.
57ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ἀνδρός;
57bΔΙΌΝΥΣΟΣ: ἀπαπαί.
57cἩΡΑΚΛΗ͂Σ: ξυνεγένου τῷ Κλεισθένει;
58ΔΙΌΝΥΣΟΣ: μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
59τοιοῦτος ἵμερός με διαλυμαίνεται.
60ἩΡΑΚΛΗ͂Σ: ποῖός τις ὦδελφίδιον;
60bΔΙΌΝΥΣΟΣ: οὐκ ἔχω φράσαι.
61ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
62ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
63ἩΡΑΚΛΗ͂Σ: ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
64ΔΙΌΝΥΣΟΣ: ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;
65ἩΡΑΚΛΗ͂Σ: μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
66ΔΙΌΝΥΣΟΣ: τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
67Εὐριπίδου.
67bἩΡΑΚΛΗ͂Σ: καὶ ταῦτα τοῦ τεθνηκότος;
Part 4
68ΔΙΌΝΥΣΟΣ: κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
69ἐλθεῖν ἐπʼ ἐκεῖνον.
69bἩΡΑΚΛΗ͂Σ: πότερον εἰς Ἅιδου κάτω;
70ΔΙΌΝΥΣΟΣ: καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
71ἩΡΑΚΛΗ͂Σ: τί βουλόμενος;
71bΔΙΌΝΥΣΟΣ: δέομαι ποιητοῦ δεξιοῦ.
72οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
73ἩΡΑΚΛΗ͂Σ: τί δʼ; οὐκ Ἰοφῶν ζῇ;
73bΔΙΌΝΥΣΟΣ: τοῦτο γάρ τοι καὶ μόνον
74ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
75οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.
76ἩΡΑΚΛΗ͂Σ: εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
77μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;
78ΔΙΌΝΥΣΟΣ: οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
79ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
80κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
81κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
82ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.
83ἩΡΑΚΛΗ͂Σ: Ἀγάθων δὲ ποῦ ʼστιν;
83bΔΙΌΝΥΣΟΣ: ἀπολιπών μʼ ἀποίχεται,
84ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
85ἩΡΑΚΛΗ͂Σ: ποῖ γῆς ὁ τλήμων;
85bΔΙΌΝΥΣΟΣ: ἐς Μακάρων εὐωχίαν.
86ἩΡΑΚΛΗ͂Σ: ὁ δὲ Σενοκλέης;
86bΔΙΌΝΥΣΟΣ: ἐξόλοιτο νὴ Δία.
87ἩΡΑΚΛΗ͂Σ: Πυθάγγελος δέ;
87bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
88ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
89ἩΡΑΚΛΗ͂Σ: οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
90τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,
91Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.
92ΔΙΌΝΥΣΟΣ: ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
93χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
94ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
96γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
97ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
98ἩΡΑΚΛΗ͂Σ: πῶς γόνιμον;
Part 5
98bΔΙΌΝΥΣΟΣ: ὡδὶ γόνιμον, ὅστις φθέγξεται
99τοιουτονί τι παρακεκινδυνευμένον,
100αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,
101ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
102γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
103ἩΡΑΚΛΗ͂Σ: σὲ δὲ ταῦτʼ ἀρέσκει;
103bΔΙΌΝΥΣΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι.
104ἩΡΑΚΛΗ͂Σ: ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
105ΔΙΌΝΥΣΟΣ: μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
106ἩΡΑΚΛΗ͂Σ: καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
107ΔΙΌΝΥΣΟΣ: δειπνεῖν με δίδασκε.
107bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
108ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
109ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
111ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,
112τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
113πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
114πόλεις διαίτας πανδοκευτρίας, ὅπου
115κόρεις ὀλίγιστοι.
115bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
116ἩΡΑΚΛΗ͂Σ: ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
117ΔΙΌΝΥΣΟΣ: μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
118ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
119καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.
120ἩΡΑΚΛΗ͂Σ: φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
121μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
122κρεμάσαντι σαυτόν.
122bΔΙΌΝΥΣΟΣ: παῦε, πνιγηρὰν λέγεις.
123ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
124ἡ διὰ θυείας.
124bΔΙΌΝΥΣΟΣ: ἆρα κώνειον λέγεις;
125ἩΡΑΚΛΗ͂Σ: μάλιστά γε.
125bΔΙΌΝΥΣΟΣ: ψυχράν γε καὶ δυσχείμερον·
126εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
127ἩΡΑΚΛΗ͂Σ: βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
128ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.
Part 6
129ἩΡΑΚΛΗ͂Σ: καθέρπυσόν νυν ἐς Κεραμεικόν.
129bΔΙΌΝΥΣΟΣ: κᾆτα τί;
130ἩΡΑΚΛΗ͂Σ: ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—
130bΔΙΌΝΥΣΟΣ: τί δρῶ;
131ἩΡΑΚΛΗ͂Σ: ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
132κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
133εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.
133bΔΙΌΝΥΣΟΣ: ποῖ
133cἩΡΑΚΛΗ͂Σ: κάτω.
134ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
135οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
135bἩΡΑΚΛΗ͂Σ: τί δαί;
136ΔΙΌΝΥΣΟΣ: ἥνπερ σὺ τότε κατῆλθες.
136bἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ὁ πλοῦς πολύς.
137εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
138ἄβυσσον.
138bΔΙΌΝΥΣΟΣ: εἶτα πῶς περαιωθήσομαι;
139ἩΡΑΚΛΗ͂Σ: ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
140ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.
141ΔΙΌΝΥΣΟΣ: φεῦ,
141aὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
142πῶς ἠλθέτην κἀκεῖσε;
142bἩΡΑΚΛΗ͂Σ: Θησεὺς ἤγαγεν.
143μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
144δεινότατα.
144bΔΙΌΝΥΣΟΣ: μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
145οὐ γάρ μʼ ἀποτρέψεις.
145bἩΡΑΚΛΗ͂Σ: εἶτα βόρβορον πολὺν
146καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
147εἴ που ξένον τις ἠδίκησε πώποτε,
148ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
149ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
150ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
151ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
152ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
153τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
154ἩΡΑΚΛΗ͂Σ: ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
155ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
156καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
157ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
158ΔΙΌΝΥΣΟΣ: οὗτοι δὲ δὴ τίνες εἰσίν;
Part 7
158bἩΡΑΚΛΗ͂Σ: οἱ μεμυημένοι—
159ΞΑΝΘΊΑΣ: νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
160ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
161ἩΡΑΚΛΗ͂Σ: οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
162οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
163ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
164καὶ χαῖρε πόλλʼ ὦδελφέ.
164bΔΙΌΝΥΣΟΣ: νὴ Δία καὶ σύ γε
165ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
166ΞΑΝΘΊΑΣ: πρὶν καὶ καταθέσθαι;
166bΔΙΌΝΥΣΟΣ: καὶ ταχέως μέντοι πάνυ.
167ΞΑΝΘΊΑΣ: μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
168τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
169ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ μὴ εὕρω;
169bΞΑΝΘΊΑΣ: τότε μʼ ἄγειν.
169cΔΙΌΝΥΣΟΣ: καλῶς λέγεις.
170καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
171οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
172ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
173ΝΈΚΡΟΣ: πόσʼ ἄττα;
173bΔΙΌΝΥΣΟΣ: ταυτί.
173cΝΈΚΡΟΣ: δύο δραχμὰς μισθὸν τελεῖς;
174ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ ἀλλʼ ἔλαττον.
174bΝΈΚΡΟΣ: ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
175ΔΙΌΝΥΣΟΣ: ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.
176ΝΈΚΡΟΣ: εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
177ΔΙΌΝΥΣΟΣ: λάβʼ ἐννέʼ ὀβολούς.
177bΝΈΚΡΟΣ: ἀναβιοίην νυν πάλιν.
178ΞΑΝΘΊΑΣ: ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;
179ἐγὼ βαδιοῦμαι.
Part 8
179bΔΙΌΝΥΣΟΣ: χρηστὸς εἶ καὶ γεννάδας.
180χωρῶμεν ἐπὶ τὸ πλοῖον.
180bΧΆΡΩΝ: ὠὸπ παραβαλοῦ.
181ΞΑΝΘΊΑΣ: τουτὶ τί ἔστι;
181bΔΙΌΝΥΣΟΣ: τοῦτο; λίμνη νὴ Δία
182αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
183ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
184ΔΙΌΝΥΣΟΣ: χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
185ΧΆΡΩΝ: τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
186τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,
187ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;
188ΔΙΌΝΥΣΟΣ: ἐγώ.
188bΧΆΡΩΝ: ταχέως ἔμβαινε.
188cΔΙΌΝΥΣΟΣ: ποῖ σχήσειν δοκεῖς;
189ἐς κόρακας ὄντως;
189bΧΆΡΩΝ: ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
190ἔσβαινε δή.
190bΔΙΌΝΥΣΟΣ: παῖ δεῦρο.
190cΧΆΡΩΝ: δοῦλον οὐκ ἄγω,
191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
192ΞΑΝΘΊΑΣ: μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
193ΧΆΡΩΝ: οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
194ΞΑΝΘΊΑΣ: ποῦ δῆτʼ ἀναμενῶ;
194bΧΆΡΩΝ: παρὰ τὸν Αὑαίνου λίθον
195ἐπὶ ταῖς ἀναπαύλαις.
195bΔΙΌΝΥΣΟΣ: μανθάνεις;
195cΞΑΝΘΊΑΣ: πάνυ μανθάνω.
196οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
197ΧΆΡΩΝ: κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
198οὗτος τί ποιεῖς;
Part 9
198bΔΙΌΝΥΣΟΣ: ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
199ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
200ΧΆΡΩΝ: οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;
200bΔΙΌΝΥΣΟΣ: ἰδού.
201ΧΆΡΩΝ: οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
201bΔΙΌΝΥΣΟΣ: ἰδού.
202ΧΆΡΩΝ: οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς
203ἐλᾷς προθύμως;
203bΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς δυνήσομαι
204ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
205ὢν εἶτʼ ἐλαύνειν;
205bΧΆΡΩΝ: ῥᾷστʼ· ἀκούσει γὰρ μέλη
206κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
206bΔΙΌΝΥΣΟΣ: τίνων;
207ΧΆΡΩΝ: βατράχων κύκνων θαυμαστά.
207bΔΙΌΝΥΣΟΣ: κατακέλευε δή.
208ΧΆΡΩΝ: ὦ ὀπὸπ ὦ ὀπόπ.
209ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
214κοὰξ κοάξ, ἣν ἀμφὶ Νυσήιον Διὸς Διόνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχʼ ὁ κραιπαλόκωμος
219τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος. βρεκεκεκὲξ κοὰξ κοάξ.
222ΔΙΌΝΥΣΟΣ: ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
223τὸν ὄρρον ὦ κοὰξ κοάξ·
224ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
225ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.
226ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
227οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
228ΒΆΤΡΑΧΟΙ: εἰκότως γʼ ὦ πολλὰ πράττων.
229ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
230καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
231προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
232ἕνεκα δόνακος, ὃν ὑπολύριον
233ἔνυδρον ἐν λίμναις τρέφω.
235βρεκεκεκὲξ κοάξ κοάξ.
236ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
237χὠ πρωκτὸς ἰδίει πάλαι,
238κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
239ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.
240ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὦ φιλῳδὸν γένος
241παύσασθε.
Part 10
241bΒΆΤΡΑΧΟΙ: μᾶλλον μὲν οὖν
242φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
243ἐν ἁμέραισιν
244ἡλάμεσθα διὰ κυπείρου
244aκαὶ φλέω, χαίροντες ᾠδῆς
245πολυκολύμβοισι μέλεσιν,
246ἢ Διὸς φεύγοντες ὄμβρον
247ἔνυδρον ἐν βυθῷ χορείαν
248αἰόλαν ἐφθεγξάμεσθα
249πομφολυγοπαφλάσμασιν.
251ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ.
252τουτὶ παρʼ ὑμῶν λαμβάνω.
253ΒΆΤΡΑΧΟΙ: δεινά τἄρα πεισόμεσθα.
254ΔΙΌΝΥΣΟΣ: δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
255εἰ διαρραγήσομαι.
256ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.
257ΔΙΌΝΥΣΟΣ: οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
258ΒΆΤΡΑΧΟΙ: ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
259ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
260χανδάνῃ διʼ ἡμέρας.
261ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ.
262τούτῳ γὰρ οὐ νικήσετε.
263ΒΆΤΡΑΧΟΙ: οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
264ΔΙΌΝΥΣΟΣ: οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
264aοὐδέποτε· κεκράξομαι γὰρ
265κἂν δέῃ διʼ ἡμέρας
265aβρεκεκεκὲξ κοὰξ κοάξ,
266ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
267βρεκεκεκὲξ κοὰξ κοάξ.
268ΔΙΌΝΥΣΟΣ: ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
269ΧΆΡΩΝ: ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
270ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
270bΔΙΌΝΥΣΟΣ: ἔχε δὴ τὠβολώ.
271ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
272ΞΑΝΘΊΑΣ: ἰαῦ.
272bΔΙΌΝΥΣΟΣ: βάδιζε δεῦρο.
272cΞΑΝΘΊΑΣ: χαῖρʼ ὦ δέσποτα.
273ΔΙΌΝΥΣΟΣ: τί ἔστι τἀνταυθοῖ;
273bΞΑΝΘΊΑΣ: σκότος καὶ βόρβορος.
274ΔΙΌΝΥΣΟΣ: κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
275bΞΑΝΘΊΑΣ: σὺ δʼ οὔ;
Part 11
276ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
277ἄγε δὴ τί δρῶμεν;
277bΞΑΝΘΊΑΣ: προϊέναι βέλτιστα νῷν,
278ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
279τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
279bΔΙΌΝΥΣΟΣ: ὡς οἰμώξεται.
280ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
281εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
282οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
283ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
284λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
285ΞΑΝΘΊΑΣ: νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
286ΔΙΌΝΥΣΟΣ: ποῦ ποῦ ʼστιν;
286bΞΑΝΘΊΑΣ: ἐξόπισθεν.
286cΔΙΌΝΥΣΟΣ: ἐξόπισθʼ ἴθι.
287ΞΑΝΘΊΑΣ: ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
287bΔΙΌΝΥΣΟΣ: πρόσθε νυν ἴθι.
288ΞΑΝΘΊΑΣ: καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
289ΔΙΌΝΥΣΟΣ: ποῖόν τι;
289bΞΑΝΘΊΑΣ: δεινόν· παντοδαπὸν γοῦν γίγνεται
290τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
291ὡραιοτάτη τις.
291bΔΙΌΝΥΣΟΣ: ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
292ΞΑΝΘΊΑΣ: ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
293ΔΙΌΝΥΣΟΣ: Ἔμπουσα τοίνυν ἐστί.
293bΞΑΝΘΊΑΣ: πυρὶ γοῦν λάμπεται
294ἅπαν τὸ πρόσωπον.
294bΔΙΌΝΥΣΟΣ: καὶ σκέλος χαλκοῦν ἔχει;
295ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
296σάφʼ ἴσθι.
296bΔΙΌΝΥΣΟΣ: ποῖ δῆτʼ ἂν τραποίμην;
296cΞΑΝΘΊΑΣ: ποῖ δʼ ἐγώ;
Part 12
297ΔΙΌΝΥΣΟΣ: ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
298ΞΑΝΘΊΑΣ: ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.
298bΔΙΌΝΥΣΟΣ: οὐ μὴ καλεῖς μʼ
299ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
300ΞΑΝΘΊΑΣ: Διόνυσε τοίνυν.
300bΔΙΌΝΥΣΟΣ: τοῦτό γʼ ἧττον θατέρου.
301ἴθʼ ᾗπερ ἔρχει.
301bΞΑΝΘΊΑΣ: δεῦρο δεῦρʼ ὦ δέσποτα.
302ΔΙΌΝΥΣΟΣ: τί δʼ ἔστι;
302bΞΑΝΘΊΑΣ: θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
303ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
304ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
305ἥμπουσα φρούδη.
305bΔΙΌΝΥΣΟΣ: κατόμοσον.
305cΞΑΝΘΊΑΣ: νὴ τὸν Δία.
306ΔΙΌΝΥΣΟΣ: καὖθις κατόμοσον.
306bΞΑΝΘΊΑΣ: νὴ Δίʼ.
306cΔΙΌΝΥΣΟΣ: ὄμοσον.
306dΞΑΝΘΊΑΣ: νὴ Δία.
307ΔΙΌΝΥΣΟΣ: οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.
308ΞΑΝΘΊΑΣ: ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
309ΔΙΌΝΥΣΟΣ: οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;
311ΞΑΝΘΊΑΣ: αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
312ΔΙΌΝΥΣΟΣ: οὗτος.
312bΞΑΝΘΊΑΣ: τί ἔστιν;
Part 13
312cΔΙΌΝΥΣΟΣ: οὐ κατήκουσας;
312dΞΑΝΘΊΑΣ: τίνος;
313ΔΙΌΝΥΣΟΣ: αὐλῶν πνοῆς.
313bΞΑΝΘΊΑΣ: ἔγωγε, καὶ δᾴδων γέ με
314αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
315ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
316ΧΟΡΌΣ: Ἴακχʼ ὦ Ἴακχε.
317Ἴακχʼ ὦ Ἴακχε.
318ΞΑΝΘΊΑΣ: τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
319ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
320ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
321ΔΙΌΝΥΣΟΣ: κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
322βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
324ΧΟΡΌΣ: Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων, Ἴακχʼ ὦ Ἴακχε, ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων ὁσίους ἐς θιασώτας, πολύκαρπον μὲν τινάσσων
329περὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν, χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
336ὁσίοις μύσταις χορείαν.
337ΞΑΝΘΊΑΣ: ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
338ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
339ΔΙΌΝΥΣΟΣ: οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
340ΧΟΡΌΣ: †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†, Ἴακχʼ ὦ Ἴακχε, νυκτέρου τελετῆς φωσφόρος ἀστήρ. φλογὶ φέγγεται δὲ λειμών· γόνυ πάλλεται γερόντων·
346ἀποσείονται δὲ λύπας χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς ἱερᾶς ὑπὸ τιμᾶς. σὺ δὲ λαμπάδι † φλέγων† προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
353χοροποιὸν μάκαρ ἥβαν.
354ΧΟΡΌΣ: εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν, ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,
359ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις, ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
364ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον, ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
369τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
372ΧΟΡΌΣ: χώρει νυν πᾶς ἀνδρείως
373ἐς τοὺς εὐανθεῖς κόλπους
374λειμώνων ἐγκρούων
375κἀπισκώπτων
376καὶ παίζων καὶ χλευάζων,
377ἠρίστηται δʼ ἐξαρκούντως.
378ΧΟΡΌΣ: ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
379τὴν Σώτειραν γενναίως
380τῇ φωνῇ μολπάζων,
381ἣ τὴν χώραν
382σῴζειν φήσʼ ἐς τὰς ὥρας,
383κἂν Θωρυκίων μὴ βούληται.
384ΧΟΡΌΣ: ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
385Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
386ΧΟΡΌΣ: Δήμητερ ἁγνῶν ὀργίων
387ἄνασσα συμπαραστάτει,
388καὶ σῷζε τὸν σαυτῆς χορόν,
389καί μʼ ἀσφαλῶς πανήμερον
390παῖσαί τε καὶ χορεῦσαι·
391ΧΟΡΌΣ: καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
392πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
393τῆς σῆς ἑορτῆς ἀξίως
394παίσαντα καὶ σκώψαντα νι-
395κήσαντα ταινιοῦσθαι.
396ΧΟΡΌΣ: ἄγʼ εἶα
397νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
398ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
399ΧΟΡΌΣ: Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
400ἥδιστον εὑρών, δεῦρο συνακολούθει
401πρὸς τὴν θεὸν
402καὶ δεῖξον ὡς ἄνευ πόνου
403πολλὴν ὁδὸν περαίνεις.
404Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Part 14
405ΧΟΡΌΣ: σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
406κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
407καὶ τὸ ῥάκος,
408κἀξηῦρες ὥστʼ ἀζημίους
409παίζειν τε καὶ χορεύειν.
410Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
411ΧΟΡΌΣ: καὶ γὰρ παραβλέψας τι μειρακίσκης
412νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
413συμπαιστρίας
414χιτωνίου παραρραγέν-
415τος τιτθίον προκύψαν.
416Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
417ΔΙΌΝΥΣΟΣ: ἐγὼ δʼ ἀεί πως φιλακόλου-
418θός εἰμι καὶ μετʼ αὐτῆς
419παίζων χορεύειν βούλομαι.
419bΞΑΝΘΊΑΣ: κἄγωγε πρός.
420ΧΟΡΌΣ: βούλεσθε δῆτα κοινῇ
421σκώψωμεν Ἀρχέδημον;
422ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
423ΧΟΡΌΣ: νυνὶ δὲ δημαγωγεῖ
424ἐν τοῖς ἄνω νεκροῖσι,
425κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
426ΧΟΡΌΣ: τὸν Κλεισθένους δʼ ἀκούω
427ἐν ταῖς ταφαῖσι πρωκτὸν
428τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
429ΧΟΡΌΣ: κἀκόπτετʼ ἐγκεκυφώς,
430κἄκλαε κἀκεκράγει
431Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
432ΧΟΡΌΣ: καὶ Καλλίαν γέ φασι
433τοῦτον τὸν Ἱπποβίνου
434κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
435ΔΙΌΝΥΣΟΣ: ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
436Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
437ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
438ΧΟΡΌΣ: μηδὲν μακρὰν ἀπέλθῃς,
439μηδʼ αὖθις ἐπανέρῃ με,
440ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
441ΔΙΌΝΥΣΟΣ: αἴροιʼ ἂν αὖθις ὦ παῖ.
442ΞΑΝΘΊΑΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα;
443ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
444ΧΟΡΌΣ: χωρεῖτε
445νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
446παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
447ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
448οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
449ΧΟΡΌΣ: χωρῶμεν ἐς πολυρρόδους
450λειμῶνας ἀνθεμώδεις,
451τὸν ἡμέτερον τρόπον
452τὸν καλλιχορώτατον
453παίζοντες, ὃν ὄλβιαι
454Μοῖραι ξυνάγουσιν.
455ΧΟΡΌΣ: μόνοις γὰρ ἡμῖν ἥλιος
456καὶ φέγγος ἱλαρόν ἐστιν,
457ὅσοι μεμυήμεθʼ εὐ-
457aσεβῆ τε διήγομεν
458τρόπον περὶ τοὺς ξένους
459καὶ τοὺς ἰδιώτας.
460ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
461πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
462ΞΑΝΘΊΑΣ: οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
463καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
464ΔΙΌΝΥΣΟΣ: παῖ παῖ.
464bἌΙΑΚΟΣ: τίς οὗτος;
Part 15
464cΔΙΌΝΥΣΟΣ: Ἡρακλῆς ὁ καρτερός.
465ἌΙΑΚΟΣ: ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
470τοία Στυγός σε μελανοκάρδιος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
475Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
479ΞΑΝΘΊΑΣ: οὗτος τί δέδρακας;
479bΔΙΌΝΥΣΟΣ: ἐγκέχοδα· κάλει θεόν.
480ΞΑΝΘΊΑΣ: ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
481πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
481bΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὡρακιῶ.
482ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
483ΞΑΝΘΊΑΣ: ἰδοὺ λαβέ, προσθοῦ.
483bΔΙΌΝΥΣΟΣ: ποῦ ʼστιν;
483cΞΑΝΘΊΑΣ: ὦ χρυσοῖ θεοὶ
484ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
484bΔΙΌΝΥΣΟΣ: δείσασα γὰρ
485ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
486ΞΑΝΘΊΑΣ: ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
486bΔΙΌΝΥΣΟΣ: ἐγώ;
487πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
488οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
488bΞΑΝΘΊΑΣ: ἀλλὰ τί;
489ΔΙΌΝΥΣΟΣ: κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
490ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.
491ΞΑΝΘΊΑΣ: ἀνδρεῖά γʼ ὦ Πόσειδον.
491bΔΙΌΝΥΣΟΣ: οἶμαι νὴ Δία.
492σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
493καὶ τὰς ἀπειλάς;
493bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.
494ΔΙΌΝΥΣΟΣ: ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
495σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
496καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
497ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
498ΞΑΝΘΊΑΣ: φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·
499καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
500εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
501ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
502φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.
Part 16
503ΘΕΡΆΠΑΙΝΑ: ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.
504ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως
505ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
506ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,
507πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.
508ΞΑΝΘΊΑΣ: κάλλιστʼ, ἐπαινῶ.
508bΘΕΡΆΠΑΙΝΑ: μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ
509περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα
510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
511ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
512ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.
512bΞΑΝΘΊΑΣ: πάνυ καλῶς.
512cΘΕΡΆΠΑΙΝΑ: ληρεῖς ἔχων
513οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
514ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες
515ἕτεραι δύʼ ἢ τρεῖς.
515bΞΑΝΘΊΑΣ: πῶς λέγεις; ὀρχηστρίδες;
516ΘΕΡΆΠΑΙΝΑ: ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
517ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
518ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.
519ΞΑΝΘΊΑΣ: ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
521ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
522ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
523ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
524οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
525ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
526ΞΑΝΘΊΑΣ: τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
527ἅδωκας αὐτός;
527bΔΙΌΝΥΣΟΣ: οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
528κατάθου τὸ δέρμα.
528bΞΑΝΘΊΑΣ: ταῦτʼ ἐγὼ μαρτύρομαι
529καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
529bΔΙΌΝΥΣΟΣ: ποίοις θεοῖς;
530τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
531ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
532ΞΑΝΘΊΑΣ: ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε
533ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
534ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
534aνοῦν ἔχοντος καὶ φρένας καὶ
535πολλὰ περιπεπλευκότος,
536μετακυλίνδειν αὑτὸν ἀεὶ
537πρὸς τὸν εὖ πράττοντα τοῖχον
537aμᾶλλον ἢ γεγραμμένην
538εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
539σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
539aπρὸς τὸ μαλθακώτερον
540δεξιοῦ πρὸς ἀνδρός ἐστι
540aκαὶ φύσει Θηραμένους.
541ΔΙΌΝΥΣΟΣ: οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
542Ξανθίας μὲν δοῦλος ὢν ἐν
543στρώμασιν Μιλησίοις
543aἀνατετραμμένος κυνῶν ὀρ-
544χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
544aδὲ πρὸς τοῦτον βλέπων
545τοὐρεβίνθου ʼδραττόμην, οὗ-
546τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
547εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
547aπὺξ πατάξας μοὐξέκοψε
548τοῦ χοροῦ τοὺς προσθίους;
549ΠΑΝΔΟΚΕΥΤΡΊΑ: Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
550ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
551ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
551bΠΛΑΘΆΝΗ: νὴ Δία
552ἐκεῖνος αὐτὸς δῆτα.
552bΞΑΝΘΊΑΣ: κακὸν ἥκει τινί.
553ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
554ἀνʼ ἡμιωβολιαῖα.
Part 17
554bΞΑΝΘΊΑΣ: δώσει τις δίκην.
555ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὰ σκόροδα τὰ πολλά.
555bΔΙΌΝΥΣΟΣ: ληρεῖς ὦ γύναι
556κοὐκ οἶσθʼ ὅ τι λέγεις.
556bΠΑΝΔΟΚΕΥΤΡΊΑ: οὐ μὲν οὖν με προσεδόκας,
557ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;
558τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
559ΠΛΑΘΆΝΗ: μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
560ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
561ΠΑΝΔΟΚΕΥΤΡΊΑ: κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
562ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
563ΞΑΝΘΊΑΣ: τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
564ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
565ΠΛΑΘΆΝΗ: νὴ Δία τάλαινα.
565bΠΑΝΔΟΚΕΥΤΡΊΑ: νὼ δὲ δεισάσα γέ που
566ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
567ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
568ΞΑΝΘΊΑΣ: καὶ τοῦτο τούτου τοὔργον.
568bΠΛΑΘΆΝΗ: ἀλλʼ ἐχρῆν τι δρᾶν.
569ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
570ΠΛΑΘΆΝΗ: σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
571ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
571bΠΑΝΔΟΚΕΥΤΡΊΑ: ὦ μιαρὰ φάρυξ,
572ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
573κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
574ΠΛΑΘΆΝΗ: ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
575ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
576δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
577ΠΛΑΘΆΝΗ: ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
578ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
579ΔΙΌΝΥΣΟΣ: κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
580ΞΑΝΘΊΑΣ: οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
581οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Part 18
581bΔΙΌΝΥΣΟΣ: μηδαμῶς
582ὦ Ξανθίδιον.
582bΞΑΝΘΊΑΣ: καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
583υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
584ΔΙΌΝΥΣΟΣ: οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
585κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
586ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
587πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
588κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
589ΞΑΝΘΊΑΣ: δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
590ΧΟΡΌΣ: νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ
590aτὴν στολὴν εἴληφας ἥνπερ
591εἶχες ἐξ ἀρχῆς πάλιν,
592ἀνανεάζειν [...]
593καὶ βλέπειν αὖθις τὸ δεινόν,
593aτοῦ θεοῦ μεμνημένον
594ᾧπερ εἰκάζεις σεαυτόν.
594aεἰ δὲ παραληρῶν ἁλώσει
595κἀκβαλεῖς τι μαλθακόν,
595aαὖθις αἴρεσθαί σʼ ἀνάγκη
596ʼσται πάλιν τὰ στρώματα.
597ΞΑΝΘΊΑΣ: οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
598ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
598aἄρτι συννοούμενος.
599ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
600ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
600aμʼ εὖ οἶδʼ ὅτι.
601ἀλλʼ ὅμως ἐγὼ παρέξω
601aʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα
602καὶ βλέποντʼ ὀρίγανον.
603δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
604τῆς θύρας καὶ δὴ ψόφον.
605ἌΙΑΚΟΣ: ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
606ἵνα δῷ δίκην· ἀνύετον.
606bΔΙΌΝΥΣΟΣ: ἥκει τῳ κακόν.
607ΞΑΝΘΊΑΣ: οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
607bἌΙΑΚΟΣ: εἶεν, καὶ μάχει;
608ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
609χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
610ΔΙΌΝΥΣΟΣ: εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
611κλέπτοντα πρὸς τἀλλότρια;
611bἌΙΑΚΟΣ: μἀλλʼ ὑπερφυᾶ.
612ΔΙΌΝΥΣΟΣ: σχέτλια μὲν οὖν καὶ δεινά.
612bΞΑΝΘΊΑΣ: καὶ μὴν νὴ Δία
613εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
614ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·
616βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
617κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
618ἌΙΑΚΟΣ: καὶ πῶς βασανίσω;
618bΞΑΝΘΊΑΣ: πάντα τρόπον, ἐν κλίμακι
619δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
620στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
621πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
622μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
623ἌΙΑΚΟΣ: δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
624τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
625ΞΑΝΘΊΑΣ: μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
626ἌΙΑΚΟΣ: αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
627κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
628ἐνταῦθα μηδὲν ψεῦδος.
628bΔΙΌΝΥΣΟΣ: ἀγορεύω τινὶ
629ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
630αὐτὸς σεαυτὸν αἰτιῶ.
Part 19
630bἌΙΑΚΟΣ: λέγεις δὲ τί;
631ΔΙΌΝΥΣΟΣ: ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
632τοῦτον δὲ δοῦλον.
632bἌΙΑΚΟΣ: ταῦτʼ ἀκούεις;
632cΞΑΝΘΊΑΣ: φήμʼ ἐγώ.
633καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
634εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
635ΔΙΌΝΥΣΟΣ: τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
636οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
637ΞΑΝΘΊΑΣ: δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
638κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
639τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
640ἌΙΑΚΟΣ: οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
641χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
642ΞΑΝΘΊΑΣ: πῶς οὖν βασανιεῖς νὼ δικαίως;
642bἌΙΑΚΟΣ: ῥᾳδίως·
643πληγὴν παρὰ πληγὴν ἑκάτερον.
643bΞΑΝΘΊΑΣ: καλῶς λέγεις.
644ἌΙΑΚΟΣ: ἰδού.
644bΞΑΝΘΊΑΣ: σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
645ἌΙΑΚΟΣ: ἤδη ʼπάταξά σʼ.
645bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ.
645cἌΙΑΚΟΣ: οὐδʼ ἐμοὶ δοκεῖς.
646ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
646bΔΙΌΝΥΣΟΣ: πηνίκα;
647ἌΙΑΚΟΣ: καὶ δὴ ʼπάταξα.
647bΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς οὐκ ἔπταρον;
648ἌΙΑΚΟΣ: οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
649ΞΑΝΘΊΑΣ: οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Part 20
649bἌΙΑΚΟΣ: τί τἀτταταῖ;
650μῶν ὠδυνήθης;
650bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
651ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
652ἌΙΑΚΟΣ: ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
653ΔΙΌΝΥΣΟΣ: ἰοὺ ἰού.
653bἌΙΑΚΟΣ: τί ἔστιν;
653cΔΙΌΝΥΣΟΣ: ἱππέας ὁρῶ.
654ἌΙΑΚΟΣ: τί δῆτα κλάεις;
654bΔΙΌΝΥΣΟΣ: κρομμύων ὀσφραίνομαι.
655ἌΙΑΚΟΣ: ἐπεὶ προτιμᾷς γʼ οὐδέν.
655bΔΙΌΝΥΣΟΣ: οὐδέν μοι μέλει.
656ἌΙΑΚΟΣ: βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
657ΞΑΝΘΊΑΣ: οἴμοι.
657bἌΙΑΚΟΣ: τί ἔστι;
657cΞΑΝΘΊΑΣ: τὴν ἄκανθαν ἔξελε.
658ἌΙΑΚΟΣ: τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
659ΔΙΌΝΥΣΟΣ: Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
660ΞΑΝΘΊΑΣ: ἤλγησεν· οὐκ ἤκουσας;
660bΔΙΌΝΥΣΟΣ: οὐκ ἔγωγʼ, ἐπεὶ
661ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
662ΞΑΝΘΊΑΣ: οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
663ἌΙΑΚΟΣ: μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
Part 21
664ΔΙΌΝΥΣΟΣ: Πόσειδον
664bΞΑΝΘΊΑΣ: ἤλγησέν τις.
665ΔΙΌΝΥΣΟΣ: ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
668ἌΙΑΚΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
669ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
670ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
671χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
672ΔΙΌΝΥΣΟΣ: ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
673πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
675ΧΟΡΌΣ: Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
676τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
677μυρίαι κάθηνται
678φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
680δεινὸν ἐπιβρέμεται
681Θρῃκία χελιδὼν
682†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
683κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
685κἂν ἴσαι γένωνται.
686ΧΟΡΌΣ: τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα, κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
691αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει· καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας. κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
696ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις. ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει
701πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
706ΧΟΡΌΣ: εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ οἰμώξεται, οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
711ψευδολίτρου κονίας καὶ Κιμωλίας γῆς, χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ ξύλου βαδίζων.
718ΧΟΡΌΣ: πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
723καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
728ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
733οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
738ἌΙΑΚΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
739ὁ δεσπότης σου.
739bΞΑΝΘΊΑΣ: πῶς γὰρ οὐχὶ γεννάδας,
740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
741ἌΙΑΚΟΣ: τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
742ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
743ΞΑΝΘΊΑΣ: ᾤμωξε μέντἄν.
743bἌΙΑΚΟΣ: τοῦτο μέντοι δουλικὸν
744εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
745ΞΑΝΘΊΑΣ: χαίρεις, ἱκετεύω;
745bἌΙΑΚΟΣ: μἀλλʼ ἐποπτεύειν δοκῶ,
746ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
747ΞΑΝΘΊΑΣ: τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
748πολλὰς ἀπίῃς θύραζε;
748bἌΙΑΚΟΣ: καὶ τοῦθʼ ἥδομαι.
749ΞΑΝΘΊΑΣ: τί δὲ πολλὰ πράττων;
749bἌΙΑΚΟΣ: ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
Part 22
750ΞΑΝΘΊΑΣ: ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
751ἅττʼ ἂν λαλῶσι;
751bἌΙΑΚΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι.
752ΞΑΝΘΊΑΣ: τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
752bἌΙΑΚΟΣ: ἐγώ;
753μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
754ΞΑΝΘΊΑΣ: ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
755καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
756πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
757τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
758χὠ λοιδορησμός;
758bἌΙΑΚΟΣ: Αἰσχύλου κεὐριπίδου.
759ΞΑΝΘΊΑΣ: ἆ.
759bἌΙΑΚΟΣ: πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
761ΞΑΝΘΊΑΣ: ἐκ τοῦ;
761bἌΙΑΚΟΣ: νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
762ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
763τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
764σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—
765bΞΑΝΘΊΑΣ: μανθάνω.
766ἌΙΑΚΟΣ: ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
767ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
768ΞΑΝΘΊΑΣ: τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
769ἌΙΑΚΟΣ: ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770ὡς ὢν κράτιστος τὴν τέχνην.
770bΞΑΝΘΊΑΣ: νυνὶ δὲ τίς;
771ἌΙΑΚΟΣ: ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
772τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
773καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
774ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
776ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
777κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
778ἵνʼ Αἰσχύλος καθῆστο.
778bΞΑΝΘΊΑΣ: κοὐκ ἐβάλλετο;
779ἌΙΑΚΟΣ: μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
780ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
781ΞΑΝΘΊΑΣ: ὁ τῶν πανούργων;
781bἌΙΑΚΟΣ: νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Part 23
782ΞΑΝΘΊΑΣ: μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
783ἌΙΑΚΟΣ: ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
784ΞΑΝΘΊΑΣ: τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
785ἌΙΑΚΟΣ: ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
786κἄλεγχον αὐτῶν τῆς τέχνης.
786bΞΑΝΘΊΑΣ: κἄπειτα πῶς
787οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
788ἌΙΑΚΟΣ: μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
789ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
790κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
791νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
792ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
793ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
794διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
795ΞΑΝΘΊΑΣ: τὸ χρῆμʼ ἄρʼ ἔσται;
795bἌΙΑΚΟΣ: νὴ Δίʼ ὀλίγον ὕστερον.
796κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
797καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
798ΞΑΝΘΊΑΣ: τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
799ἌΙΑΚΟΣ: καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
800καὶ πλαίσια ξύμπτυκτα—
800bΞΑΝΘΊΑΣ: πλινθεύσουσι γάρ;
801ἌΙΑΚΟΣ: καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
802κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
803ΞΑΝΘΊΑΣ: ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
804ἌΙΑΚΟΣ: ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
805ΞΑΝΘΊΑΣ: κρινεῖ δὲ δὴ τίς ταῦτα;
805bἌΙΑΚΟΣ: τοῦτʼ ἦν δύσκολον·
806σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
807οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
808ΞΑΝΘΊΑΣ: πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
809ἌΙΑΚΟΣ: λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
810φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ
811ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
812ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
813ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
814ΧΟΡΌΣ: ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
815ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
816ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
817ὄμματα στροβήσεται.
818ΧΟΡΌΣ: ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
819σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,
820φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
821ῥήμαθʼ ἱπποβάμονα.
Part 24
822ΧΟΡΌΣ: φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
823δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
824ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
825γηγενεῖ φυσήματι·
826ΧΟΡΌΣ: ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
827γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
828ῥήματα δαιομένη καταλεπτολογήσει
829πλευμόνων πολὺν πόνον.
830ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
831κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
832ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
833ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
834ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
835ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
836ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
837ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
838ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
839ἀπεριλάλητον κομποφακελορρήμονα.
840ΑἸΣΧΎΛΟΣ: ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
841σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη
842καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
843ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.
843bΔΙΌΝΥΣΟΣ: παῦʼ Αἰσχύλε,
844καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
845ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
846τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
847ΔΙΌΝΥΣΟΣ: ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
848τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
849ΑἸΣΧΎΛΟΣ: ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
850γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
851ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.
852ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη
853ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
854ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
856σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
857ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
858ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
859σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
860ΕΥ̓ΡΙΠΊΔΗΣ: ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
861δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
862τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
863καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
864καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
865ΔΙΌΝΥΣΟΣ: τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.
866ΑἸΣΧΎΛΟΣ: ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
867οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
867bΔΙΌΝΥΣΟΣ: τί δαί;
868ΑἸΣΧΎΛΟΣ: ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
869τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
870ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
871ΔΙΌΝΥΣΟΣ: ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
872ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
873ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
874ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
875ΧΟΡΌΣ: ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
876Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
877ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
878ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
879ἔλθετʼ ἐποψόμεναι δύναμιν
880δεινοτάτοιν στομάτοιν πορίσασθαι
881ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
882νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Part 25
885ΔΙΌΝΥΣΟΣ: εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
886ΑἸΣΧΎΛΟΣ: Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
887εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
888ΔΙΌΝΥΣΟΣ: ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
888bΕΥ̓ΡΙΠΊΔΗΣ: καλῶς·
889ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
890ΔΙΌΝΥΣΟΣ: ἴδιοί τινές σοι, κόμμα καινόν;
890bΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μάλα.
891ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
892ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
893καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
894ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
895ΧΟΡΌΣ: καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι τίνα λόγων ἐμμέλειαν ἔπιτε δαΐαν ὁδόν. γλῶσσα μὲν γὰρ ἠγρίωται,
899λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν, οὐδʼ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι τὸν μὲν ἀστεῖόν τι λέξειν καὶ κατερρινημένον,
903τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.
905ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
906ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
907ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
908ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
909ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
911πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
912Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
913πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
914ΔΙΌΝΥΣΟΣ: μὰ τὸν Δίʼ οὐ δῆθʼ.
914bΕΥ̓ΡΙΠΊΔΗΣ: ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
915μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.
916ΔΙΌΝΥΣΟΣ: ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
917οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
917bΕΥ̓ΡΙΠΊΔΗΣ: ἠλίθιος γὰρ ἦσθα,
918σάφʼ ἴσθι.
918bΔΙΌΝΥΣΟΣ: κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
919ΕΥ̓ΡΙΠΊΔΗΣ: ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
920ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
921ΔΙΌΝΥΣΟΣ: ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
922τί σκορδινᾷ καὶ δυσφορεῖς;
922bΕΥ̓ΡΙΠΊΔΗΣ: ὅτι αὐτὸν ἐξελέγχω.
923κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
924ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
925ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
926ἄγνωτα τοῖς θεωμένοις.
926bΑἸΣΧΎΛΟΣ: οἴμοι τάλας.
Part 26
926cΔΙΌΝΥΣΟΣ: σιώπα.
927ΕΥ̓ΡΙΠΊΔΗΣ: σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—
927bΔΙΌΝΥΣΟΣ: μὴ πρῖε τοὺς ὀδόντας.
928ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
929γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
930ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.
930bΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
931ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
932τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
933ΑἸΣΧΎΛΟΣ: σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
934ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
935ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
936ΑἸΣΧΎΛΟΣ: σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
937ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,
938ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
939ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
941ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
942ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
943χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
944εἶτʼ ἀνέτρεφον μονῳδίαις—
944bΔΙΌΝΥΣΟΣ: Κηφισοφῶντα μιγνύς.
945ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
946ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
947τοῦ δράματος.
947bΔΙΌΝΥΣΟΣ: κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
948ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
949ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
950χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
950bΑἸΣΧΎΛΟΣ: εἶτα δῆτα
951οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;
951bΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Ἀπόλλω·
952δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.
952bΔΙΌΝΥΣΟΣ: τοῦτο μὲν ἔασον ὦ τᾶν.
953οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
954ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
954bΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ.
955ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.
956ΕΥ̓ΡΙΠΊΔΗΣ: λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
957νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
958κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
Part 27
958bΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ.
959ΕΥ̓ΡΙΠΊΔΗΣ: οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,
960ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
961ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
962ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
963Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
964γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
965τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
966σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
967οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
968ΔΙΌΝΥΣΟΣ: Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
969ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
970πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
971ΕΥ̓ΡΙΠΊΔΗΣ: τοιαῦτα μέντοὐγὼ φρονεῖν
972τούτοισιν εἰσηγησάμην,
973λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
974καὶ σκέψιν, ὥστʼ ἤδη νοεῖν
975ἅπαντα καὶ διειδέναι
976τά τʼ ἄλλα καὶ τὰς οἰκίας
977οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
978κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
979ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
980ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
985τῆς μαινίδος; τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι· ποῦ τὸ σκόροδον τὸ χθιζινόν; τίς τῆς ἐλάας παρέτραγεν; τέως δʼ ἀβελτερώτατοι
990κεχηνότες Μαμμάκυθοι Μελιτίδαι καθῆντο.
992ΧΟΡΌΣ: τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ· σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις; μόνον ὅπως [...] μή σʼ ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαῶν·
996δεινὰ γὰρ κατηγόρηκεν. ἀλλʼ ὅπως ὦ γεννάδα μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισι χρώμενος τοῖς ἱστίοις,
1001εἶτα μᾶλλον μᾶλλον ἄξεις καὶ φυλάξεις, ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.
1004ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
1005καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
1006ΑἸΣΧΎΛΟΣ: θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
1007εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,
1008ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
1009ΕΥ̓ΡΙΠΊΔΗΣ: δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
1010τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
1010bΑἸΣΧΎΛΟΣ: τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
1011ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
1012τί παθεῖν φήσεις ἄξιος εἶναι;
1012bΔΙΌΝΥΣΟΣ: τεθνάναι· μὴ τοῦτον ἐρώτα.
1013ΑἸΣΧΎΛΟΣ: σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
1014εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
1015μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,
1016ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
1017καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
1018ΔΙΌΝΥΣΟΣ: καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
1019ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
1020ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
1021ΑἸΣΧΎΛΟΣ: δρᾶμα ποιήσας Ἄρεως μεστόν.
1021bΔΙΌΝΥΣΟΣ: ποῖον;
1021cΑἸΣΧΎΛΟΣ: τοὺς ἕπτʼ ἐπὶ Θήβας·
1022ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
1023ΔΙΌΝΥΣΟΣ: τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
1024ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.
1025ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.
1026εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
1027νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Part 28
1028ΔΙΌΝΥΣΟΣ: ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†
1029ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
1030ΑἸΣΧΎΛΟΣ: ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς
1031ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
1032Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
1033Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
1034γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
1035ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,
1036τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
1036bΔΙΌΝΥΣΟΣ: καὶ μὴν οὐ Παντακλέα γε
1037ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
1038τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
1039ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
1040ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
1041Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
1042ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
1043ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
1044οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
1045ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη.
1046ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
1047ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.
1047bΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τοῦτό γέ τοι δή.
1048ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
1049ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
1050ΑἸΣΧΎΛΟΣ: ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
1051κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
1052ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
1053ΑἸΣΧΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
1054καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
1055ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
1056πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
1056bΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
1057καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
1058ὃν χρῆν φράζειν ἀνθρωπείως;
1058bΑἸΣΧΎΛΟΣ: ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
1059μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
1060κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
1061καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
1062ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
1062bΕΥ̓ΡΙΠΊΔΗΣ: τί δράσας;
1063ΑἸΣΧΎΛΟΣ: πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
1064τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
1064bΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦτʼ οὖν ἔβλαψά τι δράσας;
1065ΑἸΣΧΎΛΟΣ: οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
1066ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
1067ΔΙΌΝΥΣΟΣ: νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
1068κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
1069ΑἸΣΧΎΛΟΣ: εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
1070ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
1071τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
1072ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
1073οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
1074ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
1075καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
1076νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Part 29
1078ΑἸΣΧΎΛΟΣ: ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ; οὐ προαγωγοὺς κατέδειξʼ οὗτος, καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
1083κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπογραμματέων ἀνεμεστώθη καὶ βωμολόχων δημοπιθήκων ἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
1088ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
1089ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν, ὅτε δὴ βραδὺς ἄνθρωπός τις ἔθει κύψας λευκὸς πίων ὑπολειπόμενος καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
1094ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ γαστέρα πλευρὰς λαγόνας πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις ὑποπερδόμενος φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
1099ΧΟΡΌΣ: μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται. χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον·
1104ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων. ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον ἔπιτον ἀνά τε δέρετον τά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
1109ΧΟΡΌΣ: εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ τοῖς θεωμένοισιν, ὡς τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει. ἐστρατευμένοι γάρ εἰσι,
1114βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά· αἱ φύσεις τʼ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. μηδὲν οὖν δείσητον, ἀλλὰ πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.
1119ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
1121πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
1122ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
1123ΔΙΌΝΥΣΟΣ: καὶ ποῖον αὐτοῦ βασανιεῖς;
1123bΕΥ̓ΡΙΠΊΔΗΣ: πολλοὺς πάνυ.
1124πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
1125ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.
1126ΑἸΣΧΎΛΟΣ: Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,
1127σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
1128ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
1129ΔΙΌΝΥΣΟΣ: τούτων ἔχεις ψέγειν τι;
1129bΕΥ̓ΡΙΠΊΔΗΣ: πλεῖν ἢ δώδεκα.
1130ΔΙΌΝΥΣΟΣ: ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.
1131ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.
1132ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
1133πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
1134ΑἸΣΧΎΛΟΣ: ἐγὼ σιωπῶ τῷδʼ;
1134bΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γʼ ἐμοί.
1135ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.
1136ΑἸΣΧΎΛΟΣ: ὁρᾷς ὅτι ληρεῖς;
1136bΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὀλίγον γέ μοι μέλει.
1137ΑἸΣΧΎΛΟΣ: πῶς φῄς μʼ ἁμαρτεῖν;
Part 30
1137bΕΥ̓ΡΙΠΊΔΗΣ: αὖθις ἐξ ἀρχῆς λέγε.
1138ΑἸΣΧΎΛΟΣ: Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη.
1139ΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει
1140τῷ τοῦ πατρὸς τεθνεῶτος;
1140bΑἸΣΧΎΛΟΣ: οὐκ ἄλλως λέγω.
1141ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
1142αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
1143δόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;
1144ΑἸΣΧΎΛΟΣ: οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
1146ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—
1147ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
1148εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
1149ΔΙΌΝΥΣΟΣ: οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
1150ΑἸΣΧΎΛΟΣ: Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
1151ΔΙΌΝΥΣΟΣ: λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
1152ΑἸΣΧΎΛΟΣ: σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
1153ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—
1154ΕΥ̓ΡΙΠΊΔΗΣ: δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
1155ΔΙΌΝΥΣΟΣ: πῶς δίς;
1155bΕΥ̓ΡΙΠΊΔΗΣ: σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
1156ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·
1157ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
1158ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,
1159χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.
1160ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε
1161ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.
1162ΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;
1163ΑἸΣΧΎΛΟΣ: ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·
1164χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
1165φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
1166ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
1167ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
1168λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Part 31
1169ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
1170ΕΥ̓ΡΙΠΊΔΗΣ: πέραινε τοίνυν ἕτερον.
1170bΔΙΌΝΥΣΟΣ: ἴθι πέραινε σὺ
1171Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
1172ΑἸΣΧΎΛΟΣ: τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
1173κλύειν ἀκοῦσαι.
1173bΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦθʼ ἕτερον αὖθις λέγει,
1174κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
1175ΔΙΌΝΥΣΟΣ: τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
1176οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
1177ΑἸΣΧΎΛΟΣ: σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
1177bΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ φράσω.
1178κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
1179ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
1180ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
1181τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
1182ΕΥ̓ΡΙΠΊΔΗΣ: ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—
1183ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
1184ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·
1186πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
1187ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.
1188ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
1189πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
1191ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
1192εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
1193ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
1194καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
1195εἶτʼ ἐξετύφλωσεν αὑτόν.
1195bΔΙΌΝΥΣΟΣ: εὐδαίμων ἄρʼ ἦν,
1196εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
1197ΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
1198ΑἸΣΧΎΛΟΣ: καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
1199τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
1201ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
1201bΑἸΣΧΎΛΟΣ: ἑνὸς μόνου.
1202ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,
1203καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
1204ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.
1205ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού, σὺ δείξεις;
1205bΑἸΣΧΎΛΟΣ: φημί.
Part 32
1205cΔΙΌΝΥΣΟΣ: καὶ δὴ χρὴ λέγειν.
1206ΕΥ̓ΡΙΠΊΔΗΣ: Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
1207ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
1208Ἄργος κατασχών—
1208bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1209ΔΙΌΝΥΣΟΣ: τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1210λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
1211ΕΥ̓ΡΙΠΊΔΗΣ: Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
1212καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
1213πηδᾷ χορεύων—
1213bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1214ΔΙΌΝΥΣΟΣ: οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
1215ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
1216τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
1217οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
1218ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
1219ἢ δυσγενὴς ὤν—
1219bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1220ΔΙΌΝΥΣΟΣ: Εὐριπίδη—
1220bΕΥ̓ΡΙΠΊΔΗΣ: τί ἔσθʼ;
1220cΔΙΌΝΥΣΟΣ: ὑφέσθαι μοι δοκεῖ·
1221τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
1222ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
1223νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
1224ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
1225ΕΥ̓ΡΙΠΊΔΗΣ: Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
1226Ἀγήνορος παῖς—
1226bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1227ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
1228ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
1228bΕΥ̓ΡΙΠΊΔΗΣ: τὸ τί;
1229ἐγὼ πρίωμαι τῷδʼ;
1229bΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γʼ ἐμοί.
1230ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
1231ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
1232Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
1233θοαῖσιν ἵπποις—
Part 33
1233bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1234ΔΙΌΝΥΣΟΣ: ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
1236λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
1237ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
1238Οἰνεύς ποτʼ ἐκ γῆς—
1238bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1239ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
1240Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
1241θύων ἀπαρχάς—
1241bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.
1242ΔΙΌΝΥΣΟΣ: μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;
1243ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
1244Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—
1245ΔΙΌΝΥΣΟΣ: ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.
1246τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
1247ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
1248ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
1249ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
1251ΧΟΡΌΣ: τί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγʼ ἔχω, τίνʼ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ καὶ κάλλιστα μέλη ποιήσαντι
1256τῶν μέχρι νυνί. θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ μέμψεταί ποτε τοῦτον τὸν Βακχεῖον ἄνακτα, καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.
1261ΕΥ̓ΡΙΠΊΔΗΣ: πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
1262εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
1263ΔΙΌΝΥΣΟΣ: καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·
1264ΕΥ̓ΡΙΠΊΔΗΣ: Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
1265ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
1266Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
1267ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
1268ΔΙΌΝΥΣΟΣ: δύο σοὶ κόπω Αἰσχύλε τούτω.
1270ΕΥ̓ΡΙΠΊΔΗΣ: κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
1271ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
1272ΔΙΌΝΥΣΟΣ: τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
1274ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
1275ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
1276κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
1277ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
1278ΔΙΌΝΥΣΟΣ: ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
1279ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
1280ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
1281ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
1282ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Part 34
1283ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
1285ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ, σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ, τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι, τοφλαττοθρατ τοφλαττοθρατ.
1296ΔΙΌΝΥΣΟΣ: τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
1297πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
1298ΑἸΣΧΎΛΟΣ: ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
1303θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.
1308ΔΙΌΝΥΣΟΣ: αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
1309ΑἸΣΧΎΛΟΣ: ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης κύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα δροσιζόμεναι· αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
1314εἱειειειλίσσετε δακτύλοις φάλαγγες ἱστόπονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς πρῴραις κυανεμβόλοις
1319μαντεῖα καὶ σταδίους, οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλʼ ὦ τέκνον ὠλένας. ὁρᾷς τὸν πόδα τοῦτον;
1323bΔΙΌΝΥΣΟΣ: ὁρῶ.
1324ΑἸΣΧΎΛΟΣ: τί δαί; τοῦτον ὁρᾷς;
1324bΔΙΌΝΥΣΟΣ: ὁρῶ.
1325ΑἸΣΧΎΛΟΣ: τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν; τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
1330τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. ὦ νυκτὸς κελαινοφαὴς ὄρφνα, τίνα μοι δύστανον ὄνειρον πέμπεις ἐξ ἀφανοῦς,
1333Ἀίδα πρόμολον, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα,
1337φόνια φόνια δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ, ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
1340aἰὼ πόντιε δαῖμον, τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι, τάδε τέρα θεάσασθε. τὸν ἀλεκτρυόνα μου συναρπάσασα φρούδη Γλύκη.
1344Νύμφαι ὀρεσσίγονοι. ὦ Μανία ξύλλαβε. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον
1349εἱειειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦσʼ, ὅπως κνεφαῖος εἰς ἀγορὰν φέρουσʼ ἀποδοίμαν· ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
1352κουφοτάταις πτερύγων ἀκμαῖς· ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων ἔβαλον ἔβαλον ἁ τλάμων. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
1357τὰ τόξα λαβόντες ἐπαμύνατε, τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
1362λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον ἐς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω.
1364ΔΙΌΝΥΣΟΣ: παύσασθον ἤδη τῶν μελῶν.
1364bΑἸΣΧΎΛΟΣ: κἄμοιγʼ ἅλις.
1365ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
1366ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
1367τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
1368ΔΙΌΝΥΣΟΣ: ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
1369ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
1370ΧΟΡΌΣ: ἐπίπονοί γʼ οἱ δεξιοί.
1371τόδε γὰρ ἕτερον αὖ τέρας
1372νεοχμόν, ἀτοπίας πλέων,
1373ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
1373a[...]
1374μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τις
1375ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
1376ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
1377αὐτὸν αὐτὰ ληρεῖν.
1378ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,
1378bΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού.
1379ΔΙΌΝΥΣΟΣ: καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
1380καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
1381ΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐχόμεθα.
1381bΔΙΌΝΥΣΟΣ: τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
1382ΕΥ̓ΡΙΠΊΔΗΣ: εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.
Part 35
1383ΑἸΣΧΎΛΟΣ: Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.
1384ΔΙΌΝΥΣΟΣ: κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
1385χωρεῖ τὸ τοῦδε.
1385bΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί ποτʼ ἐστὶ ταἴτιον;
1386ΔΙΌΝΥΣΟΣ: ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
1387ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
1388σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
1389ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
1390ΔΙΌΝΥΣΟΣ: λάβεσθε τοίνυν αὖθις.
1390bΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν ἰδού.
1390cΔΙΌΝΥΣΟΣ: λέγε.
1391ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
1392ΑἸΣΧΎΛΟΣ: μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.
1393ΔΙΌΝΥΣΟΣ: μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
1394θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
1395ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.
1396ΔΙΌΝΥΣΟΣ: πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
1397ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
1398ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
1399ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
1399bΔΙΌΝΥΣΟΣ: φράσω·
1400βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.
1401ΔΙΌΝΥΣΟΣ: λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
1402ΕΥ̓ΡΙΠΊΔΗΣ: σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.
1403ΑἸΣΧΎΛΟΣ: ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.
1404ΔΙΌΝΥΣΟΣ: ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
1404bΕΥ̓ΡΙΠΊΔΗΣ: τῷ τρόπῳ;
Part 36
1405ΔΙΌΝΥΣΟΣ: δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
1406οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.
1407ΑἸΣΧΎΛΟΣ: καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸν
1408αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν
1409ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
1410ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.
1411ΔΙΌΝΥΣΟΣ: ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
1412οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.
1413τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.
1414ΠΛΟΎΤΩΝ: οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
1415ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ κρίνω;
1415bΠΛΟΎΤΩΝ: τὸν ἕτερον λαβὼν ἄπει,
1416ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.
1417ΔΙΌΝΥΣΟΣ: εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
1418ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
1419ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
1421μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
1422πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
1423γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
1424ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
1424bΔΙΌΝΥΣΟΣ: τίνα;
1425ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
1426ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
1427ΕΥ̓ΡΙΠΊΔΗΣ: μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
1428βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
1429καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.
1430ΔΙΌΝΥΣΟΣ: εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;
1431ΑἸΣΧΎΛΟΣ: οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
1432ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
1433ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·
1434ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
1435ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
1436περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
1437ΕΥ̓ΡΙΠΊΔΗΣ: εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
1438αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
1439ΔΙΌΝΥΣΟΣ: γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;
1440ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
1441ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
1442ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
1442bΔΙΌΝΥΣΟΣ: λέγε.
1443ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
1444τὰ δʼ ὄντα πίστʼ ἄπιστα.
1444bΔΙΌΝΥΣΟΣ: πῶς; οὐ μανθάνω.
1445ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
1446ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
1447τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
1448τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
1449εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1450τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Part 37
1451ΔΙΌΝΥΣΟΣ: εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
1452ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
1453ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
1454τί δαὶ σύ; τί λέγεις;
1454bΑἸΣΧΎΛΟΣ: τὴν πόλιν νῦν μοι φράσον
1455πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
1455bΔΙΌΝΥΣΟΣ: πόθεν;
1456μισεῖ κάκιστα.
1456bΑἸΣΧΎΛΟΣ: τοῖς πονηροῖς δʼ ἥδεται;
1457ΔΙΌΝΥΣΟΣ: οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
1458ΑἸΣΧΎΛΟΣ: πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
1459ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
1460ΔΙΌΝΥΣΟΣ: εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
1461ΑἸΣΧΎΛΟΣ: ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
1462ΔΙΌΝΥΣΟΣ: μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
1463ΑἸΣΧΎΛΟΣ: τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
1464εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
1466ΔΙΌΝΥΣΟΣ: εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
1467ΠΛΟΎΤΩΝ: κρίνοις ἄν.
1467bΔΙΌΝΥΣΟΣ: αὕτη σφῷν κρίσις γενήσεται·
1468αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
1469ΕΥ̓ΡΙΠΊΔΗΣ: μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
1471ΔΙΌΝΥΣΟΣ: ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
1472ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
1472bΔΙΌΝΥΣΟΣ: ἐγώ;
1473ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
1474ΕΥ̓ΡΙΠΊΔΗΣ: αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
1475ΔΙΌΝΥΣΟΣ: τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Part 38
1476ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
1477ΔΙΌΝΥΣΟΣ: τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
1478τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
1479ΠΛΟΎΤΩΝ: χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.
1479bΔΙΌΝΥΣΟΣ: τί δαί;
1480ΠΛΟΎΤΩΝ: ἵνα ξενίσω ʼγὼ σφὼ πρὶν ἀποπλεῖν.
1480bΔΙΌΝΥΣΟΣ: εὖ λέγεις
1481νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
1482ΧΟΡΌΣ: μακάριός γʼ ἀνὴρ ἔχων
1483ξύνεσιν ἠκριβωμένην.
1484πάρα δὲ πολλοῖσιν μαθεῖν.
1485ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
1486πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
1487ἐπʼ ἀγαθῷ μὲν τοῖς πολίταις,
1488ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
1489ξυγγενέσι τε καὶ φίλοισι,
1490διὰ τὸ συνετὸς εἶναι.
1491ΧΟΡΌΣ: χαρίεν οὖν μὴ Σωκράτει
1492παρακαθήμενον λαλεῖν,
1493ἀποβαλόντα μουσικὴν
1494τά τε μέγιστα παραλιπόντα
1495τῆς τραγῳδικῆς τέχνης.
1496τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
1497καὶ σκαριφησμοῖσι λήρων
1498διατριβὴν ἀργὸν ποιεῖσθαι,
1499παραφρονοῦντος ἀνδρός.
1500ΠΛΟΎΤΩΝ: ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν γνώμαις ἀγαθαῖς καὶ παίδευσον τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
1505καὶ τουτὶ τοῖσι πορισταῖς Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ, τόδε δʼ Ἀρχενόμῳ· καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
1510κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς καὶ συμποδίσας μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω.
1515ΑἸΣΧΎΛΟΣ: ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον
1516τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
1517καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
1518δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
1519σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
1521καὶ ψευδολόγος καὶ βωμολόχος
1522μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν
1523μηδʼ ἄκων ἐγκαθεδεῖται.
1524ΠΛΟΎΤΩΝ: φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525λαμπάδας ἱεράς, χἄμα προπέμπετε
1526τοῖσιν τούτου τοῦτον μέλεσιν
1527καὶ μολπαῖσιν κελαδοῦντες.
1528ΧΟΡΌΣ: πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
1529ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
1530τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
1531πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως
1532ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
1533κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.
Ecclesiazusae
Contents — 27 sections
Part 1
1ΠΡΑΞΆΓΟΡΑ: Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον· γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·
6ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, λορδουμένων τε σωμάτων ἐπιστάτην
11ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· στοάς τε καρποῦ Βακχίου τε νάματος πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
16καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία
21αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
26ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
30ΓΥΝῊ Α: ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
31ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
32ΠΡΑΞΆΓΟΡΑ: ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη
33τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
34τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.
35bΓΥΝῊ Β: ἤκουσά τοι
36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
37ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
38Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,
39τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,
40ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
41ΓΥΝῊ Α: καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
42προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
43ΠΡΑΞΆΓΟΡΑ: οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν
44τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
46ΓΥΝῊ Α: τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην
47σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
47bΠΡΑΞΆΓΟΡΑ: καίτοι δοκεῖ
48κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
49ΓΥΝῊ Α: τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην
50ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
51ΓΥΝῊ Β: καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
52ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
53γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
54ΓΥΝῊ Γ: καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη
55ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην
56ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
57ΠΡΑΞΆΓΟΡΑ: κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
58ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
59ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
60ΓΥΝῊ Α: ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας
61λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·
62ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
63ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας
64ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
65ΓΥΝῊ Β: κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας
66ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
67καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
68ΠΡΑΞΆΓΟΡΑ: ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν
69πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
70ΓΥΝῊ Α: νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.
71ΓΥΝῊ Β: κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
72ΠΡΑΞΆΓΟΡΑ: ὑμεῖς δὲ τί φατε;
72bΓΥΝῊ Α: φασί· κατανεύουσι γάρ.
73ΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
74Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
Part 2
76ΓΥΝῊ Α: ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
77τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
78ΓΥΝῊ Β: τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
79ΠΡΑΞΆΓΟΡΑ: νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
80τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
81εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
82ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
83ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
84ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
85ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
86ΓΥΝῊ Α: νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
87ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
88ΓΥΝῊ Β: ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
89πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
90ΠΡΑΞΆΓΟΡΑ: πληρουμένης τάλαινα;
90bΓΥΝῊ Β: νὴ τὴν Ἄρτεμιν
91ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
92ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
93ΠΡΑΞΆΓΟΡΑ: ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
94οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
96ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις
97ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
98ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
99ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
100ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
101τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
102ΓΥΝῊ Α: Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
103λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·
104νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
105ΠΡΑΞΆΓΟΡΑ: τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
106τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
107ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
108δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·
109νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
110ΓΥΝῊ Α: καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
111δημηγορήσει;
111bΠΡΑΞΆΓΟΡΑ: πολὺ μὲν οὖν ἄριστά που.
112λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
113πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·
114ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
115ΓΥΝῊ Α: οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
116ΠΡΑΞΆΓΟΡΑ: οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
117ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
118οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
119ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
120ΓΥΝῊ Α: τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
121ΠΡΑΞΆΓΟΡΑ: ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
122ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
123καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
124ΓΥΝῊ Α: δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
126ΠΡΑΞΆΓΟΡΑ: πῶς καταγέλαστον;
126bΓΥΝῊ Α: ὥσπερ εἴ τις σηπίαις
127πώγωνα περιδήσειεν ἐσταθευμέναις.
128ΠΡΑΞΆΓΟΡΑ: ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
129πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Part 3
131ΓΥΝῊ Α: ἐγώ.
131bΠΡΑΞΆΓΟΡΑ: περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
132ΓΥΝῊ Α: ἰδού.
132bΠΡΑΞΆΓΟΡΑ: λέγοις ἄν.
132cΓΥΝῊ Α: εἶτα πρὶν πιεῖν λέγω;
133ΠΡΑΞΆΓΟΡΑ: ἰδοὺ πιεῖν.
133bΓΥΝῊ Α: τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
134ΠΡΑΞΆΓΟΡΑ: ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
135κἀκεῖ.
135bΓΥΝῊ Α: τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
136ΠΡΑΞΆΓΟΡΑ: ἰδού γε σοὶ πίνουσι.
136bΓΥΝῊ Α: νὴ τὴν Ἄρτεμιν
137καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα
138αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις
139ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν
141τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
142καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,
143καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,
144ΠΡΑΞΆΓΟΡΑ: σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
145ΓΥΝῊ Α: νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
146δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
147ΠΡΑΞΆΓΟΡΑ: ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;
147bΓΥΝῊ Β: ἐγώ.
148ΠΡΑΞΆΓΟΡΑ: ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
149ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
151ΓΥΝῊ Β: ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
152λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·
153νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
154ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
156ΠΡΑΞΆΓΟΡΑ: μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
157ΓΥΝῊ Β: τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
158ΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
159καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
Part 4
160ΓΥΝῊ Β: ὢ νὴ τὸν Ἀπόλλω.
160bΠΡΑΞΆΓΟΡΑ: παῦε τοίνυν, ὡς ἐγὼ
161ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
162τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
163ΓΥΝῊ Β: φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
164οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—
166ΠΡΑΞΆΓΟΡΑ: γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
167ΓΥΝῊ Β: διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
168ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
169ΠΡΑΞΆΓΟΡΑ: ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί· αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
174ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
179ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα
184οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
189ΓΥΝῊ Α: νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
190ΠΡΑΞΆΓΟΡΑ: τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν
191ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.
192ΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν εἶπον.
192bΠΡΑΞΆΓΟΡΑ: μηδʼ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα, εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν· ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
197ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι· νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·
202σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
204ΓΥΝῊ Α: ὡς ξυνετὸς ἁνήρ.
204bΠΡΑΞΆΓΟΡΑ: νῦν καλῶς ἐπῄνεσας.
205ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.
206τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
207ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,
208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
209ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.
210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
211ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
212ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
213ΓΥΝῊ Α: εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.
213bΓΥΝῊ Β: λέγε λέγʼ ὦγαθέ.
214ΠΡΑΞΆΓΟΡΑ: ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,
219εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ· ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ· τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
224πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ· τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ· μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ· αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ· οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·
228βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
233ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι, εὐδαιμονοῦντες τὸν βίον διάξετε.
241ΓΥΝῊ Α: εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
242πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
243ΠΡΑΞΆΓΟΡΑ: ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·
244ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
245ΓΥΝῊ Α: οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·
246καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
247αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
248ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
249πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
250ΠΡΑΞΆΓΟΡΑ: φήσω παραφρονεῖν αὐτόν.
250bΓΥΝῊ Α: ἀλλὰ τοῦτό γε
251ἴσασι πάντες.
Part 5
251bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ καὶ μελαγχολᾶν.
252ΓΥΝῊ Α: καὶ τοῦτʼ ἴσασιν.
252bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ καὶ τὰ τρύβλια
253κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
254ΓΥΝῊ Α: τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
255ΠΡΑΞΆΓΟΡΑ: τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
256ΓΥΝῊ Α: τί δʼ ἢν ὑποκρούωσίν σε;
256bΠΡΑΞΆΓΟΡΑ: προσκινήσομαι
257ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
258ΓΥΝῊ Α: ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται
259ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.
259bΠΡΑΞΆΓΟΡΑ: ἐξαγκωνιῶ
260bὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
261ΓΥΝῊ Β: ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
262ΓΥΝῊ Α: ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
263ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
264τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
266ΠΡΑΞΆΓΟΡΑ: χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς, ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν
271μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε. ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε
276ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων.
279bΓΥΝῊ Β: εὖ λέγεις· ἡμεῖς δέ γε
280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
281ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς
282γυναῖκας.
282bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ
283τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
284ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
285ΧΟΡΌΣ: ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
286μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ
287ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
289ΧΟΡΌΣ: χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος, στέργων σκοροδάλμῃ
292βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον. ἀλλʼ ὦ Χαριτιμίδη καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων,
294aσαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ σʼ ἀποδεῖξαι· ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι
297καθεδούμεθʼ, ὡς ἂν χειροτονῶμεν ἅπανθʼ ὁπόσʼ ἂν δέῃ τὰς ἡμετέρας φίλας. καίτοι τί λέγω; φίλους
299aγὰρ χρῆν μʼ ὀνομάζειν.
300ΧΟΡΌΣ: ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκʼ ἔδει λαβεῖν ἐλθόντʼ ὀβολὸν μόνον, καθῆντο λαλοῦντες
302aἐν τοῖς στεφανώμασιν, νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν. ἀλλʼ οὐχί, Μυρωνίδης ὅτʼ ἦρχεν ὁ γεννάδας, οὐδεὶς ἂν ἐτόλμα
305τὰ τῆς πόλεως διοικεῖν ἀργύριον φέρων· ἀλλʼ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ
307aκαὶ δύο κρομμύω καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον ζητοῦσι λαβεῖν, ὅταν πράττωσί τι κοινὸν ὥσ-
310περ πηλοφοροῦντες.
311ΒΛΈΠΥΡΟΣ: τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι; ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
316οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
321ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν. οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
326δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
327ἈΝΉΡ: τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
328ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
Part 6
328bἈΝΉΡ: εἰπέ μοι,
329τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330Κινησίας σου κατατετίληκέν ποθεν;
331ΒΛΈΠΥΡΟΣ: οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
332τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
333ἈΝΉΡ: τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;
333bΒΛΈΠΥΡΟΣ: οὐκ ἔχω φράσαι.
334ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
335ἈΝΉΡ: εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
336ΒΛΈΠΥΡΟΣ: μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
337ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·
338ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
339ἈΝΉΡ: νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ
341φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
342κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
343οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
344ΒΛΈΠΥΡΟΣ: μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,
346ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,
347ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
348ἈΝΉΡ: τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ
349κέκληκεν αὐτὴν τῶν φίλων;
349bΒΛΈΠΥΡΟΣ: γνώμην γʼ ἐμήν.
350ἈΝΉΡ: οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.
351ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ
352ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
353ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
354ΒΛΈΠΥΡΟΣ: κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
355ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
356ἈΝΉΡ: μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
357ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω, ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
362ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα; τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην; ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
367οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
372ΧΡΈΜΗΣ: οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
372bΒΛΈΠΥΡΟΣ: ἐγώ;
373οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
374ΧΡΈΜΗΣ: τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
375ΒΛΈΠΥΡΟΣ: ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
376ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
376bΧΡΈΜΗΣ: ἐξ ἐκκλησίας.
377ΒΛΈΠΥΡΟΣ: ἤδη λέλυται γάρ;
Part 7
377bΧΡΈΜΗΣ: νὴ Δίʼ ὄρθριον μὲν οὖν.
378καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
379γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
380ΒΛΈΠΥΡΟΣ: τὸ τριώβολον δῆτʼ ἔλαβες;
380bΧΡΈΜΗΣ: εἰ γὰρ ὤφελον.
381ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
382μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
383ΒΛΈΠΥΡΟΣ: τὸ δʼ αἴτιον τί;
383bΧΡΈΜΗΣ: πλεῖστος ἀνθρώπων ὄχλος,
384ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
386ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
387ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
388ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
389ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
389bΧΡΈΜΗΣ: πόθεν;
390οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον
391ἁλεκτρυὼν ἐφθέγγετʼ.
391bΒΛΈΠΥΡΟΣ: οἴμοι δείλαιος.
392Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου
393τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
394ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου
395οὕτως ἐν ὥρᾳ ξυνελέγη;
395bΧΡΈΜΗΣ: τί δʼ ἄλλο γʼ ἢ
396ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
397γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως
398πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
399κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
400οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
401καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
402ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;
403ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
404τί δαί με χρῆν δρᾶν;
404bΒΛΈΠΥΡΟΣ: σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ
405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
406σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,
407ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
408ΧΡΈΜΗΣ: μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν· αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν· κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας
413τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε. ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
418ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.
422ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε
423προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
424τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
426ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
427ΧΡΈΜΗΣ: μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
428λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
429δημηγορήσων, κἀπεχείρησεν λέγειν
430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
431εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
432τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
433ἀνεβορβόρυξαν.
433bΒΛΈΠΥΡΟΣ: νοῦν γὰρ εἶχον νὴ Δία.
434ΧΡΈΜΗΣ: ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
435τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
436πολλὰ κακά.
436bΒΛΈΠΥΡΟΣ: καὶ τί εἶπε;
436cΧΡΈΜΗΣ: πρῶτον μέν σʼ ἔφη
437εἶναι πανοῦργον.
437bΒΛΈΠΥΡΟΣ: καὶ σέ;
437cΧΡΈΜΗΣ: μή πω τοῦτʼ ἔρῃ.
438κἄπειτα κλέπτην.
438bΒΛΈΠΥΡΟΣ: ἐμὲ μόνον;
Part 8
438cΧΡΈΜΗΣ: καὶ νὴ Δία
439καὶ συκοφάντην.
439bΒΛΈΠΥΡΟΣ: ἐμὲ μόνον;
439cΧΡΈΜΗΣ: καὶ νὴ Δία
440τωνδὶ τὸ πλῆθος.
440bΒΛΈΠΥΡΟΣ: τίς δὲ τοῦτʼ ἄλλως λέγει;
441ΧΡΈΜΗΣ: γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν
442καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη
443ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,
444σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
445ΒΛΈΠΥΡΟΣ: καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
446ΧΡΈΜΗΣ: ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
447ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα
448μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
449καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
451ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
452ΧΡΈΜΗΣ: οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
453δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
454ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
455ΒΛΈΠΥΡΟΣ: τί δῆτʼ ἔδοξεν;
455bΧΡΈΜΗΣ: ἐπιτρέπειν γε τὴν πόλιν
456ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
457οὔπω γεγενῆσθαι.
457bΒΛΈΠΥΡΟΣ: καὶ δέδοκται;
457cΧΡΈΜΗΣ: φήμʼ ἐγώ.
458ΒΛΈΠΥΡΟΣ: ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
459ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
459bΧΡΈΜΗΣ: οὕτω ταῦτʼ ἔχει.
460ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
461ΧΡΈΜΗΣ: οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
462ΒΛΈΠΥΡΟΣ: οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
463ΧΡΈΜΗΣ: μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
464σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
465ΒΛΈΠΥΡΟΣ: ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
466μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
467ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
Part 9
467bΧΡΈΜΗΣ: τί δρᾶν;
468ΒΛΈΠΥΡΟΣ: κινεῖν ἑαυτάς.
468bΧΡΈΜΗΣ: ἢν δὲ μὴ δυνώμεθα;
469ΒΛΈΠΥΡΟΣ: ἄριστον οὐ δώσουσι.
469bΧΡΈΜΗΣ: σὺ δέ γε νὴ Δία
470δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
471ΒΛΈΠΥΡΟΣ: τὸ πρὸς βίαν δεινότατον.
471bΧΡΈΜΗΣ: ἀλλʼ εἰ τῇ πόλει
472τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
473ΒΛΈΠΥΡΟΣ: λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
474ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
475ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
476ΧΡΈΜΗΣ: καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
477ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
477bΒΛΈΠΥΡΟΣ: καὶ σύ γʼ ὦ Χρέμης.
478ΧΟΡΌΣ: ἔμβα χώρει.
479ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480στρέφου σκόπει,
481φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
482μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
483ΧΟΡΌΣ: ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε· ἡμῖν δʼ ἂν αἰσχύνην φέροι πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυτὴν καὶ περισκοπουμένη
487aτἀνθένδε καὶ τἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν· τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
492ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
493ΧΟΡΌΣ: ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας, μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ. ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον
498παραβλέπουσα θατέρῳ πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα, καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·
503χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.
504ΠΡΑΞΆΓΟΡΑ: ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν. ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν, ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω, χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
509βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
514ΧΟΡΌΣ: κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
516οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
517ΠΡΑΞΆΓΟΡΑ: περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
518ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
519ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
520ΒΛΈΠΥΡΟΣ: αὕτη πόθεν ἥκεις Πραξαγόρα;
520bΠΡΑΞΆΓΟΡΑ: τί δʼ ὦ μέλε
521σοὶ τοῦθʼ;
521bΒΛΈΠΥΡΟΣ: ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
522ΠΡΑΞΆΓΟΡΑ: οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Part 10
522bΒΛΈΠΥΡΟΣ: οὐκ ἴσως
523ἑνός γε.
523bΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν βασανίσαι τουτί γέ σοι
524ἔξεστι.
524bΒΛΈΠΥΡΟΣ: πῶς;
524cΠΡΑΞΆΓΟΡΑ: εἰ τῆς κεφαλῆς ὄζω μύρου.
525ΒΛΈΠΥΡΟΣ: τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
526ΠΡΑΞΆΓΟΡΑ: οὐ δῆτα τάλαν ἔγωγε.
526bΒΛΈΠΥΡΟΣ: πῶς οὖν ὄρθριον
527ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
528ΠΡΑΞΆΓΟΡΑ: γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
529μετεπέμψατʼ ὠδίνουσα.
529bΒΛΈΠΥΡΟΣ: κᾆτʼ οὐκ ἦν ἐμοὶ
530φράσασαν ἰέναι;
530bΠΡΑΞΆΓΟΡΑ: τῆς λεχοῦς δʼ οὐ φροντίσαι
531οὕτως ἐχούσης ὦνερ;
531bΒΛΈΠΥΡΟΣ: εἰποῦσάν γέ μοι.
532ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.
532bΠΡΑΞΆΓΟΡΑ: μὰ τὼ θεὼ
533ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
534ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
535ΒΛΈΠΥΡΟΣ: εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
536ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
537ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
538μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
539ΠΡΑΞΆΓΟΡΑ: ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
540ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·
541σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
542κατέλιπον ὦνερ.
542bΒΛΈΠΥΡΟΣ: αἱ δὲ δὴ Λακωνικαὶ
543ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
544ΠΡΑΞΆΓΟΡΑ: ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
546καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
547ΒΛΈΠΥΡΟΣ: οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
548ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
549ΠΡΑΞΆΓΟΡΑ: μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
550ΒΛΈΠΥΡΟΣ: ἡκκλησία;
550bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
551ἀτὰρ γεγένηται;
Part 11
551bΒΛΈΠΥΡΟΣ: ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
552φράσαντά σοι χθές;
552bΠΡΑΞΆΓΟΡΑ: ἄρτι γʼ ἀναμιμνῄσκομαι.
553ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
553bΠΡΑΞΆΓΟΡΑ: μὰ Δί ἐγὼ μὲν οὔ.
554ΒΛΈΠΥΡΟΣ: κάθησο τοίνυν σηπίας μασωμένη.
555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
556ΠΡΑΞΆΓΟΡΑ: τί δρᾶν; ὑφαίνειν;
556bΒΛΈΠΥΡΟΣ: οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
556cΠΡΑΞΆΓΟΡΑ: τίνων;
557ΒΛΈΠΥΡΟΣ: ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
558ΠΡΑΞΆΓΟΡΑ: νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
559ἔσται τὸ λοιπόν.
559bΒΛΈΠΥΡΟΣ: κατὰ τί;
559cΠΡΑΞΆΓΟΡΑ: πολλῶν οὕνεκα.
560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
561ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
562οὐ συκοφαντεῖν—
562bΒΛΈΠΥΡΟΣ: μηδαμῶς πρὸς τῶν θεῶν
563τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
564ἈΝΉΡ: ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
565ΠΡΑΞΆΓΟΡΑ: μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
566μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
567μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
568ἈΝΉΡ: νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
569ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
571ΧΟΡΌΣ: νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδʼ ἐπισταμένην ταῖσι φίλαισιν ἀμύνειν. καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην
575δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·
580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
581ΧΟΡΌΣ: ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
582ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
583ΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,
584εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.
Part 12
586ΒΛΈΠΥΡΟΣ: περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν
587δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.
588ΠΡΑΞΆΓΟΡΑ: μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,
589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
591κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,
592μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,
593μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ·
594ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
595ΒΛΈΠΥΡΟΣ: πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
595bΠΡΑΞΆΓΟΡΑ: κατέδει πέλεθον πρότερός μου.
596ΒΛΈΠΥΡΟΣ: καὶ τῶν πελέθων κοινωνοῦμεν;
596bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
597τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
598κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.
599εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
601ΒΛΈΠΥΡΟΣ: πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
602καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
602bΠΡΑΞΆΓΟΡΑ: τοῦτʼ ἐς τὸ μέσον καταθήσει.
603καὶ μὴ καταθεὶς ψευδορκήσει.
603bΒΛΈΠΥΡΟΣ: κἀκτήσατο γὰρ διὰ τοῦτο.
604ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
604bΒΛΈΠΥΡΟΣ: κατὰ δὴ τί;
605ΠΡΑΞΆΓΟΡΑ: οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,
606ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
607ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
608ΒΛΈΠΥΡΟΣ: οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
609ΠΡΑΞΆΓΟΡΑ: πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·
610νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
611ΒΛΈΠΥΡΟΣ: ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
612ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
613ξυγκαταδαρθών.
613bΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.
614καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
615bΒΛΈΠΥΡΟΣ: πῶς οὖν οὐ πάντες ἴασιν
616ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
617ΠΡΑΞΆΓΟΡΑ: αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·
618κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.
619ΒΛΈΠΥΡΟΣ: καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;
621ΠΡΑΞΆΓΟΡΑ: οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.
Part 13
622ΒΛΈΠΥΡΟΣ: περὶ τοῦ;
622bΠΡΑΞΆΓΟΡΑ: τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
623ΒΛΈΠΥΡΟΣ: τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν
624μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
626ΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
627ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·
628κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
629ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
630ΒΛΈΠΥΡΟΣ: ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
631ΠΡΑΞΆΓΟΡΑ: νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη
632τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
633ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει,
634ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.
635ΒΛΈΠΥΡΟΣ: πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
636ἔσται δυνατὸς διαγιγνώσκειν;
636bΠΡΑΞΆΓΟΡΑ: τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
638ΒΛΈΠΥΡΟΣ: οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
639διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα
640ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;
641ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν
642τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,
643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
644ΒΛΈΠΥΡΟΣ: τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος
645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.
646ΠΡΑΞΆΓΟΡΑ: πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
646bΒΛΈΠΥΡΟΣ: τὸ ποῖον;
647ΠΡΑΞΆΓΟΡΑ: εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
648ΒΛΈΠΥΡΟΣ: οἰμώζοι γʼ ἂν καὶ κωκύοι.
648bΠΡΑΞΆΓΟΡΑ: σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,
649ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ.
650bΒΛΈΠΥΡΟΣ: δεινὸν μέντἂν ἐπεπόνθη.
651τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;
651bΠΡΑΞΆΓΟΡΑ: οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
652ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
653ΒΛΈΠΥΡΟΣ: περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
654ΠΡΑΞΆΓΟΡΑ: τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
Part 14
655ΒΛΈΠΥΡΟΣ: ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
656πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
657ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
657bΒΛΈΠΥΡΟΣ: τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
658ΠΡΑΞΆΓΟΡΑ: κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
659ΒΛΈΠΥΡΟΣ: πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
660ἤν τις ὀφείλων ἐξαρνῆται.
660bΠΡΑΞΆΓΟΡΑ: πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας
661ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
662ΒΛΈΠΥΡΟΣ: νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
663τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
664εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
665ΠΡΑΞΆΓΟΡΑ: ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
666οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
667ΒΛΈΠΥΡΟΣ: οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
667bΠΡΑΞΆΓΟΡΑ: πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
668ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
668bΠΡΑΞΆΓΟΡΑ: οὐκ ἢν οἴκοι γε καθεύδῃς,
669οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
670ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
671ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
672ΒΛΈΠΥΡΟΣ: οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
672bΠΡΑΞΆΓΟΡΑ: περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
673ΒΛΈΠΥΡΟΣ: τὴν δὲ δίαιταν τίνα ποιήσεις;
673bΠΡΑΞΆΓΟΡΑ: κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
674μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
675ὥστε βαδίζειν ὡς ἀλλήλους.
675bΒΛΈΠΥΡΟΣ: τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
676ΠΡΑΞΆΓΟΡΑ: τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
677ΒΛΈΠΥΡΟΣ: τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
677bΠΡΑΞΆΓΟΡΑ: τοὺς κρατῆρας καταθήσω
679καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
680τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
681ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
Part 15
681bΒΛΈΠΥΡΟΣ: νὴ τὸν Ἀπόλλω χάριέν γε.
682τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
682bΠΡΑΞΆΓΟΡΑ: εἰς τὴν ἀγορὰν καταθήσω·
683κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
684εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·
684aκαι κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,
685aτοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
686ΒΛΈΠΥΡΟΣ: ἵνα κάπτωσιν;
686bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.
687ΒΛΈΠΥΡΟΣ: ὅτῳ δὲ τὸ γράμμα
688μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
689ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν· πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
694προσπίπτουσαι τοῖς ἀπὸ δείπνου τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς· ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία. παρʼ ἐμοὶ δʼ ἑτέρα φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
699καὶ καλλίστη καὶ λευκοτάτη· πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρʼ ἐμοί. τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες καὶ μειρακίοις οἱ φαυλότεροι
703τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος; πάντως οὐδὲν δράσεις ἐλθών· τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας
708διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι.
710ΠΡΑΞΆΓΟΡΑ: φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;
710bΒΛΈΠΥΡΟΣ: πάνυ.
711ΠΡΑΞΆΓΟΡΑ: βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
712ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
713λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
714ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
716ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
717ΒΛΈΠΥΡΟΣ: ἤδη γὰρ εὐωχησόμεσθα;
717bΠΡΑΞΆΓΟΡΑ: φήμʼ ἐγώ.
718ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
719ἁπαξαπάσας.
719bΒΛΈΠΥΡΟΣ: ἵνα τί;
719cΠΡΑΞΆΓΟΡΑ: δῆλον τουτογί·
720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
721καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
722τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
723ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
724κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
725ΒΛΈΠΥΡΟΣ: φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
726ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
727τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
728ἈΝῊΡ Α: ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
729προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
730ἈΝῊΡ Α: χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν, ὅπως ἂν ἐντετριμμένη κανηφορῇς, πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς. ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
735νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται. ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
740πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον. ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον, καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
745τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
746ἈΝῊΡ Β: ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι. οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
751οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει. οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται; πότερον μετοικιζόμενος ἐξενήνοχας αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;
755bἈΝῊΡ Α: οὐδαμῶς.
756ἈΝῊΡ Β: τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ
757Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
758ἈΝῊΡ Α: μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
759ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Part 16
760ἈΝῊΡ Β: μέλλεις ἀποφέρειν;
760bἈΝῊΡ Α: πάνυ γε.
760cἈΝῊΡ Β: κακοδαίμων ἄρʼ εἶ
761νὴ τὸν Δία τὸν σωτῆρα.
761bἈΝῊΡ Α: πῶς;
761cἈΝῊΡ Β: πῶς; ῥᾳδίως.
762ἈΝῊΡ Α: τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
763ἈΝῊΡ Β: ποίοισιν ὦ δύστηνε;
763bἈΝῊΡ Α: τοῖς δεδογμένοις.
764ἈΝῊΡ Β: δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
765ἈΝῊΡ Α: ἀνόητος;
765bἈΝῊΡ Β: οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
766ἁπαξαπάντων.
766bἈΝῊΡ Α: ὅτι τὸ ταττόμενον ποιῶ;
767ἈΝῊΡ Β: τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
768ἈΝῊΡ Α: μάλιστα πάντων.
768bἈΝῊΡ Β: τὸν μὲν οὖν ἀβέλτερον.
769ἈΝῊΡ Α: σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
769bἈΝῊΡ Β: φυλάξομαι,
770πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
771ἈΝῊΡ Α: τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
772τὰ χρήματʼ εἰσίν;
772bἈΝῊΡ Β: ἀλλʼ ἰδὼν ἐπειθόμην.
773ἈΝῊΡ Α: λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
Part 17
77bἈΝῊΡ Β: λέξουσι γάρ.
774ἈΝῊΡ Α: καί φασιν οἴσειν ἀράμενοι.
774bἈΝῊΡ Β: φήσουσι γάρ.
775ἈΝῊΡ Α: ἀπολεῖς ἀπιστῶν πάντʼ.
775bἈΝῊΡ Β: ἀπιστήσουσι γάρ.
776ἈΝῊΡ Α: ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
776bἈΝῊΡ Β: ἐπιτρίψουσι γάρ.
777οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
778οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
779ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
780γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
781ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
782ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν
783οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
784ἈΝῊΡ Α: ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
785ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;
786ἈΝῊΡ Β: ὄντως γὰρ οἴσεις;
786bἈΝῊΡ Α: ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
787τωδὶ ξυνάπτω τὼ τρίποδε.
787bἈΝῊΡ Β: τῆς μωρίας,
788τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
789δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—
789bἈΝῊΡ Α: τί δρᾶν;
790ἈΝῊΡ Β: ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
791ἈΝῊΡ Α: ἵνα δὴ τί;
791bἈΝῊΡ Β: σεισμὸς εἰ γένοιτο πολλάκις
792ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
793παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
794ἈΝῊΡ Α: χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι
795ταῦτα καταθείμην.
795bἈΝῊΡ Β: μὴ γὰρ οὐ λάβῃς ὅποι·
796θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
796bἈΝῊΡ Α: τιή;
797ἈΝῊΡ Β: ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
798ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
799ἈΝῊΡ Α: οἴσουσιν ὦ τᾶν.
Part 18
799bἈΝῊΡ Β: ἢν δὲ μὴ κομίσωσι, τί;
800ἈΝῊΡ Α: ἀμέλει κομιοῦσιν.
800bἈΝῊΡ Β: ἢν δὲ μὴ κομίσωσι, τί;
801ἈΝῊΡ Α: μαχούμεθʼ αὐτοῖς.
801bἈΝῊΡ Β: ἢν δὲ κρείττους ὦσι, τί;
802ἈΝῊΡ Α: ἄπειμʼ ἐάσας.
802bἈΝῊΡ Β: ἢν δὲ πωλῶσʼ αὐτά, τί;
803ἈΝῊΡ Α: διαρραγείης.
803bἈΝῊΡ Β: ἢν διαρραγῶ δέ, τί;
804ἈΝῊΡ Α: καλῶς ποιήσεις.
804bἈΝῊΡ Β: σὺ δʼ ἐπιθυμήσεις φέρειν;
805ἈΝῊΡ Α: ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
806ὁρῶ φέροντας.
806bἈΝῊΡ Β: πάνυ γʼ ἂν οὖν Ἀντισθένης
807αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
808πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
809ἈΝῊΡ Α: οἴμωζε.
809bἈΝῊΡ Β: Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι;
810bἈΝῊΡ Α: πλείω Καλλίου.
811ἈΝῊΡ Β: ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
812ἈΝῊΡ Α: δεινά γε λέγεις.
812bἈΝῊΡ Β: τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
813ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
814οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
815ἈΝῊΡ Α: ἔγωγε.
Part 19
815bἈΝῊΡ Β: τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα
816ἐψηφισάμεθʼ, οὐκ οἶσθα;
816bἈΝῊΡ Α: καὶ κακόν γέ μοι
817τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
818μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
819κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
820ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
821ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
822χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
823ἈΝῊΡ Β: τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
824τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
826κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
827ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
828ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
829πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
830ἈΝῊΡ Α: οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
831νῦν δʼ αἱ γυναῖκες.
831bἈΝῊΡ Β: ἃς ἐγὼ φυλάξομαι
832νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
833ἈΝῊΡ Α: οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
834ΚΗΡΎΚΑΙΝΑ: ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει, χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε· ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι
839ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι, κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†, κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται, λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,
844στέφανοι πλέκονται, φρύγεται τραγήματα, χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται. Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
849ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου· ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
853ἈΝῊΡ Β: οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
854ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
855ἈΝῊΡ Α: καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
856ἈΝῊΡ Β: ἐπὶ δεῖπνον.
856bἈΝῊΡ Α: οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
857πρίν γʼ ἂν ἀπενέγκῃς.
857bἈΝῊΡ Β: ἀλλʼ ἀποίσω.
857cἈΝῊΡ Α: πηνίκα;
858ἈΝῊΡ Β: οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
858bἈΝῊΡ Α: τί δή;
859ἈΝῊΡ Β: ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
860ἈΝῊΡ Α: βαδιεῖ δὲ δειπνήσων ὅμως;
860bἈΝῊΡ Β: τί γὰρ πάθω;
861τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
862τοὺς εὖ φρονοῦντας.
862bἈΝῊΡ Α: ἢν δὲ κωλύσωσι, τί;
863ἈΝῊΡ Β: ὁμόσʼ εἶμι κύψας.
Part 20
863bἈΝῊΡ Α: ἢν δὲ μαστιγῶσι, τί;
864ἈΝῊΡ Β: καλούμεθʼ αὐτάς.
864bἈΝῊΡ Α: ἢν δὲ καταγελῶσι, τί;
865ἈΝῊΡ Β: ἐπὶ ταῖς θύραις ἑστώς—
865bἈΝῊΡ Α: τί δράσεις; εἰπέ μοι.
866ἈΝῊΡ Β: τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
867ἈΝῊΡ Α: βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων
868καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
869ἈΝῊΡ Β: φέρε νυν ἐγώ σοι ξυμφέρω.
869bἈΝῊΡ Α: μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
871ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
872ἈΝῊΡ Β: νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
873ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ
874τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον
876ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
877ΓΡΑΥ͂Σ Α: τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
878ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
879ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
881παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
882παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
883μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
884ΝΕΑ͂ΝΙΣ: νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
885ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε
886ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
887ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
888κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
889ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
890ΓΡΑΥ͂Σ Α: τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
891φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
892ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
893ΓΡΑΥ͂Σ Α: εἴ τις ἀγαθὸν βούλεται παθεῖν
894τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
895οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
896ἀλλʼ ἐν ταῖς πεπείραις·
897οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ
898τὸν φίλον ᾧπερ ξυνείην,
899ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
900ΝΕΑ͂ΝΙΣ: μὴ φθόνει ταῖσιν νέαισι.
901τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
902τοῖς ἁπαλοῖσι μηροῖς
903κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,
904παραλέλεξαι κἀντέτριψαι,
905τῷ θανάτῳ μέλημα.
906ΓΡΑΥ͂Σ Α: ἐκπέσοι σου τὸ τρῆμα
907τό τʼ ἐπίκλιντρον ἀποβάλοιο
908βουλομένη σποδεῖσθαι,
909κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
910καὶ προσελκύσαιο [...]
910aβουλομένη φιλῆσαι.
911ΝΕΑ͂ΝΙΣ: αἰαῖ τί ποτε πείσομαι;
912οὐχ ἥκει μοὐταῖρος·
913μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ
914γὰρ μοι μήτηρ ἄλλῃ
915βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
915aἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει
916τὸν Ὀρθαγόραν, ὅπως
917σαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.
918ΓΡΑΥ͂Σ Α: ἤδη τὸν ἀπʼ Ἰωνίας
919τρόπον τάλαινα κνησιᾷς·
919a[...]
919aa[...]
920bδοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
921ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο
922τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν
923ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
924ΝΕΑ͂ΝΙΣ: ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·
925οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
926ΓΡΑΥ͂Σ Α: οὔκουν ἐπʼ ἐκφοράν γε.
Part 21
926bΝΕΑ͂ΝΙΣ: καινόν γʼ ὦ σαπρά.
927ΓΡΑΥ͂Σ Α: οὐ δῆτα.
927bΝΕΑ͂ΝΙΣ: τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
928ΓΡΑΥ͂Σ Α: οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
928bΝΕΑ͂ΝΙΣ: ἀλλὰ τί;
929ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
930ΓΡΑΥ͂Σ Α: τί μοι διαλέγει;
930bΝΕΑ͂ΝΙΣ: σὺ δὲ τί διακύπτεις;
930cΓΡΑΥ͂Σ Α: ἐγώ;
931ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
932ΝΕΑ͂ΝΙΣ: σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
933ΓΡΑΥ͂Σ Α: δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
934ΝΕΑ͂ΝΙΣ: ὁδὶ γὰρ αὐτός ἐστιν.
934bΓΡΑΥ͂Σ Α: οὐ σοῦ γʼ ὦλεθρε
935δεόμενος οὐδέν.
935bΝΕΑ͂ΝΙΣ: νὴ Δίʼ ὦ φθίνυλλα σὺ
936δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
937ΓΡΑΥ͂Σ Α: κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
938ΝΕΑΝΊΑΣ: εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
939καὶ μὴ δʼει πρότερον διασποδῆσαι
940ἀνάσιμον ἢ πρεσβυτέραν·
941οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
942ΓΡΑΥ͂Σ Α: οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
943οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
944κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
946ΓΡΑΥ͂Σ Α: ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.
947ΝΕΑΝΊΑΣ: εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
948ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
949ΝΕΑ͂ΝΙΣ: ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
950φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.
951ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
952ΝΕΑ͂ΝΙΣ: δεῦρο δὴ δεῦρο δή,
952aφίλον ἐμόν, δεῦρό μοι
953πρόσελθε καὶ ξύνευνος
953aτὴν εὐφρόνην ὅπως ἔσει.
954πάνυ γάρ τις ἔρως με δονεῖ
955τῶνδε τῶν σῶν βοστρύχων.
956ἄτοπος δʼ ἔγκειταί μοί τις
957πόθος, ὅς με διακναίσας ἔχει.
958μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
959καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
959aτὴν ἐμὴν ἱκέσθαι.
Part 22
960ΝΕΑΝΊΑΣ: δεῦρο δὴ δεῦρο δή,
961καὶ σύ μοι καταδραμοῦσα
961aτὴν θύραν ἄνοιξον
962τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
963φίλον, ἀλλʼ ἐν τῷ σῷ
964βούλομαι κόλπῳ πληκτίζεσθαι
965μετὰ τῆς σῆς πυγῆς.
966Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
967μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
968καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
968aτὴν ἐμὴν ἱκέσθαι.
969ΝΕΑ͂ΝΙΣ: καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
971ἄνοιξον ἀσπάζου με·
971aδιά τοι σὲ πόνους ἔχω.
972ΝΕΑΝΊΑΣ: ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
973μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
974ἄνοιξον ἀσπάζου με·
975διά τοι σὲ πόνους ἔχω.
976ΓΡΑΥ͂Σ Α: οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
976bΝΕΑΝΊΑΣ: πόθεν;
977ΓΡΑΥ͂Σ Α: καὶ τὴν θύραν γʼ ἤραττες.
977bΝΕΑΝΊΑΣ: ἀποθάνοιμʼ ἄρα.
978ΓΡΑΥ͂Σ Α: τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
979ΝΕΑΝΊΑΣ: Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
979bΓΡΑΥ͂Σ Α: τίνα;
980ΝΕΑΝΊΑΣ: οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
981ΓΡΑΥ͂Σ Α: νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
982ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
983εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
984τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
985ΓΡΑΥ͂Σ Α: ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·
986νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
987ΝΕΑΝΊΑΣ: τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
988ΓΡΑΥ͂Σ Α: ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
989ΝΕΑΝΊΑΣ: οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
990ΓΡΑΥ͂Σ Α: ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
991ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
992ΓΡΑΥ͂Σ Α: οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
993θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
Part 23
994ΝΕΑΝΊΑΣ: ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
994bΓΡΑΥ͂Σ Α: τίνα;
995ΝΕΑΝΊΑΣ: τὸν τῶν γραφέων ἄριστον.
995bΓΡΑΥ͂Σ Α: οὗτος δʼ ἔστι τίς;
996ΝΕΑΝΊΑΣ: ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
997ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
998ΓΡΑΥ͂Σ Α: οἶδʼ οἶδʼ ὅ τι βούλει.
998bΝΕΑΝΊΑΣ: καὶ γὰρ ἐγώ σε νὴ Δία.
999ΓΡΑΥ͂Σ Α: μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,
1000μὴ ʼγώ σʼ ἀφήσω.
1000bΝΕΑΝΊΑΣ: παραφρονεῖς ὦ γρᾴδιον.
1001ΓΡΑΥ͂Σ Α: ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
1002ΝΕΑΝΊΑΣ: τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
1003ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
1004ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
1005ΓΡΑΥ͂Σ Α: μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.
1006ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
1007τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
1008ΓΡΑΥ͂Σ Α: νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ
1009τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
1010ΝΕΑΝΊΑΣ: ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
1011κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.
1011bΓΡΑΥ͂Σ Α: ἀλλὰ νὴ Δία
1012ἀναγκάσει τουτί σε.
1012bΝΕΑΝΊΑΣ: τοῦτο δʼ ἔστι τί;
1013ΓΡΑΥ͂Σ Α: ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
1014ΝΕΑΝΊΑΣ: λέγʼ αὐτὸ τί ποτε κἄστι.
1014bΓΡΑΥ͂Σ Α: καὶ δή σοι λέγω.
1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
1016νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
1017τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ
1018πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,
1019ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
Part 24
1021ΝΕΑΝΊΑΣ: οἴμοι Προκρούστης τήμερον γενήσομαι.
1022ΓΡΑΥ͂Σ Α: τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
1023ΝΕΑΝΊΑΣ: τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν
1024ἢ τῶν φίλων ἐλθών τις;
1024bΓΡΑΥ͂Σ Α: ἀλλʼ οὐ κύριος
1025ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
1026ΝΕΑΝΊΑΣ: ἐξωμοσία δʼ οὐκ ἔστιν;
1026bΓΡΑΥ͂Σ Α: οὐ γὰρ δεῖ στροφῆς.
1027ΝΕΑΝΊΑΣ: ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
1027bΓΡΑΥ͂Σ Α: κλάων γε σύ.
1028ΝΕΑΝΊΑΣ: τί δῆτα χρὴ δρᾶν;
1028bΓΡΑΥ͂Σ Α: δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
1029ΝΕΑΝΊΑΣ: καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
1029bΓΡΑΥ͂Σ Α: Διομήδειά γε.
1030ΝΕΑΝΊΑΣ: ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
1031καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
1032καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
1033ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
1034ΓΡΑΥ͂Σ Α: ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
1035ΝΕΑΝΊΑΣ: νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·
1036οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
1037ΝΕΑ͂ΝΙΣ: ποῖ τοῦτον ἕλκεις;
1037bΓΡΑΥ͂Σ Α: τὸν ἐμὸν αὐτῆς εἰσάγω.
1038ΝΕΑ͂ΝΙΣ: οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
1039παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
1041ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
1042τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
1043ΓΡΑΥ͂Σ Α: ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
1044ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
1045ΝΕΑΝΊΑΣ: νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
1046ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
1047ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
1048μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Part 25
1049ΓΡΑΥ͂Σ Β: αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
1051πρότερον καθεύδειν αὐτόν;
1051bΝΕΑΝΊΑΣ: οἴμοι δείλαιος.
1052πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
1053τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
1054ΓΡΑΥ͂Σ Β: βάδιζε δεῦρο.
1054bΝΕΑΝΊΑΣ: μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.
1055bΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐκ ἐγώ,
1056ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
1056bΝΕΑΝΊΑΣ: οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις
1057ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
1058ΓΡΑΥ͂Σ Β: ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
1059ΝΕΑΝΊΑΣ: ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
1061αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα
1062ὑπὸ τοῦ δέους.
1062bΓΡΑΥ͂Σ Β: θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.
1063ΝΕΑΝΊΑΣ: δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
1064ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο
1065ἀξιόχρεως.
1065bΓΡΑΥ͂Σ Β: μή μοι καθίστη.
1065cΓΡΑΥ͂Σ Γ: ποῖ σὺ ποῖ
1066χωρεῖς μετὰ ταύτης;
1066bΝΕΑΝΊΑΣ: οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
1067ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,
1068ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις
1069ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
1070τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
1071ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;
1072πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
1073ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
1074ΓΡΑΥ͂Σ Γ: μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.
1074bΓΡΑΥ͂Σ Β: δευρὶ μὲν οὖν.
1075ΓΡΑΥ͂Σ Γ: ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
1075bΓΡΑΥ͂Σ Β: οὐδὲ μὴν ἐγώ.
1076ΝΕΑΝΊΑΣ: διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
1077ΓΡΑΥ͂Σ Β: ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
1078ΓΡΑΥ͂Σ Γ: οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
Part 26
1079ΝΕΑΝΊΑΣ: ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
1081ΓΡΑΥ͂Σ Γ: αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
1082ΝΕΑΝΊΑΣ: ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
1083ΓΡΑΥ͂Σ Β: οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.
1083bΝΕΑΝΊΑΣ: ἀφέτω νύν μʼ αὑτηί.
1084ΓΡΑΥ͂Σ Γ: δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.
1084bΝΕΑΝΊΑΣ: ἢν ἡδί μʼ ἀφῇ.
1085ΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.
1085bΓΡΑΥ͂Σ Γ: οὐδὲ μὴν ἐγώ.
1086ΝΕΑΝΊΑΣ: χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.
1086bΓΡΑΥ͂Σ Β: τιή;
1087ΝΕΑΝΊΑΣ: ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
1088ΓΡΑΥ͂Σ Β: σιγῇ βάδιζε δεῦρο.
1088bΓΡΑΥ͂Σ Γ: μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
1089ΝΕΑΝΊΑΣ: τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
1091πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
1092ΓΡΑΥ͂Σ Β: καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
1093ΝΕΑΝΊΑΣ: οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
1094ἑλκόμενός εἰμʼ.
1094bΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
1095bΝΕΑΝΊΑΣ: μὴ πρὸς θεῶν·
1096ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
1097ΓΡΑΥ͂Σ Γ: νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
Part 27
1098ΝΕΑΝΊΑΣ: ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
1103νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων, θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
1108καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
1112ΘΕΡΑΠΑΊΝΑ: ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ, αὐτή τέ μοι δέσποινα μακαριωτάτη, ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις οἱ γείτονές τε πάντες οἵ τε δημόται, ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
1117ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον· τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·
1122ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί. κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ. ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην, τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
1127ΧΟΡΌΣ: αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
1128ΘΕΡΑΠΑΊΝΑ: μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
1129ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
1130ΒΛΈΠΥΡΟΣ: ἐγώ;
1130bΘΕΡΑΠΑΊΝΑ: σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
1131τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
1132ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
1133ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
1134ΧΟΡΌΣ: εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
1135ΘΕΡΑΠΑΊΝΑ: ποῖ ποῖ βαδίζεις;
1135bΒΛΈΠΥΡΟΣ: ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
1136ΘΕΡΑΠΑΊΝΑ: νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
1137ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
1138ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
1139οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
1141καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
1142καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
1143ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
1144ΒΛΈΠΥΡΟΣ: οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
1146καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
1147τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
1148ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
1149ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
1150ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
1151ΧΟΡΌΣ: τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
1152τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
1153ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
1154σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
1155ΧΟΡΌΣ: τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
1156τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
1157σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
1158μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
1159ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
1161μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
1162αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
1163ΧΟΡΌΣ: ὦ ὦ ὥρα δή,
1164ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
1166καὶ σὺ κίνει.
1166bΒΛΈΠΥΡΟΣ: τοῦτο δρῶ.
1166cΧΟΡΌΣ: καὶ τάσδε νῦν [...]
1167[...] λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
1168ΧΟΡΌΣ: τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεο- κρανιολειψανοδριμυποτριμματο- σιλφιοτυρομελιτοκατακεχυμενο- κιχλεπικοσσυφοφαττοπεριστερα-
1173λεκτρυονοπτεκεφαλλιοκιγκλοπε- λειολαγῳοσιραιοβαφητραγα- νοπτερυγών· σὺ δὲ ταῦτʼ ἀκροασάμενος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον· εἶτα λαβὼν κόνισαι
1178λέκιθον, ἵνʼ ἐπιδειπνῇς· ἀλλὰ λαιμάττουσί που. αἴρεσθʼ ἄνω, ἰαὶ εὐαί. δειπνήσομεν, εὐοῖ εὐαί, εὐαί, ὡς ἐπὶ νίκῃ·
1183εὐαί, εὐαί, εὐαί, εὐαί.
Wealth
Contents — 33 sections
Part 1
1ΚΑΡΊΩΝ: ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου. ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
6τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
11ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν. οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
16οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.
21οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
22ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
23ἵνα μᾶλλον ἀλγῇς.
23bΚΑΡΊΩΝ: λῆρος· οὐ γὰρ παύσομαι
24πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·
25εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
26ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
27πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
28ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
29κακῶς ἔπραττον καὶ πένης ἦν·
29bΚΑΡΊΩΝ: οἶδά τοι.
30ΧΡΕΜΎΛΟΣ: ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
31καὶ συκοφάνται καὶ πονηροί·
31bΚΑΡΊΩΝ: πείθομαι.
32ΧΡΕΜΎΛΟΣ: ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
33τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
34ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
36πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
37εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
38ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
39ΚΑΡΊΩΝ: τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
40ΧΡΕΜΎΛΟΣ: πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·
41ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
42ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
43πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
44ΚΑΡΊΩΝ: καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
44bΧΡΕΜΎΛΟΣ: τουτῳί.
45ΚΑΡΊΩΝ: εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
46φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
47ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
48ΧΡΕΜΎΛΟΣ: τῷ τοῦτο κρίνεις;
48bΚΑΡΊΩΝ: δῆλον ὁτιὴ καὶ τυφλῷ
49γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
51ΧΡΕΜΎΛΟΣ: οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
52ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
53ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
54καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
56ΚΑΡΊΩΝ: ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
57ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
58ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
58bΚΑΡΊΩΝ: μαναθάνεις
59ὅς φησιν εἶναι;
59bΧΡΕΜΎΛΟΣ: σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
60σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
61ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
62ἐμοὶ φράσον.
Part 2
62bΠΛΟΥ͂ΤΟΣ: κλάειν ἔγωγέ σοι λέγω.
63ΚΑΡΊΩΝ: δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
64ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65εἰ μὴ φράσεις γάρ—
65bΚΑΡΊΩΝ: ἀπό σʼ ὀλῶ κακὸν κακῶς.
66ΧΡΕΜΎΛΟΣ: ὦ τᾶν—
66bΠΛΟΥ͂ΤΟΣ: ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
66cΧΡΕΜΎΛΟΣ: πώμαλα.
67ΚΑΡΊΩΝ: καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.
68ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
69ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
70ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
71ΧΡΕΜΎΛΟΣ: ἀλλʼ αἶρε ταχέως.
71bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς.
71cΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς;
72ΠΛΟΥ͂ΤΟΣ: ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
73κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
74ΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
75ΠΛΟΥ͂ΤΟΣ: μέθεσθε νῦν μου πρῶτον.
75bΧΡΕΜΎΛΟΣ: ἤν, μεθίεμεν.
76ΠΛΟΥ͂ΤΟΣ: ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
77λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
78ἐγὼ γάρ εἰμι Πλοῦτος.
78bΧΡΕΜΎΛΟΣ: ὦ μιαρώτατε
79ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
80ΚΑΡΊΩΝ: σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
81ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
82καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
82bΠΛΟΥ͂ΤΟΣ: ναί.
83ΧΡΕΜΎΛΟΣ: ἐκεῖνος αὐτός;
Part 3
83bΠΛΟΥ͂ΤΟΣ: αὐτότατος.
83cΧΡΕΜΎΛΟΣ: πόθεν οὖν φράσον
84αὐχμῶν βαδίζεις;
84bΠΛΟΥ͂ΤΟΣ: ἐκ Πατροκλέους ἔρχομαι,
85ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
86ΧΡΕΜΎΛΟΣ: τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
87ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
88ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
89ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
91ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
92οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
93ΧΡΕΜΎΛΟΣ: καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
94καὶ τοὺς δικαίους.
94bΠΛΟΥ͂ΤΟΣ: ὁμολογῶ σοι.
94cΧΡΕΜΎΛΟΣ: φέρε τί οὖν;
95εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
96φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
96bΠΛΟΥ͂ΤΟΣ: φήμʼ ἐγώ.
97ΧΡΕΜΎΛΟΣ: ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
97bΠΛΟΥ͂ΤΟΣ: πάνυ μὲν οὖν·
98πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
99ΧΡΕΜΎΛΟΣ: καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.
100ΠΛΟΥ͂ΤΟΣ: ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
101ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
102ΠΛΟΥ͂ΤΟΣ: οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
103ἐμέλλετόν μοι;
103bΧΡΕΜΎΛΟΣ: καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
104καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
105ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
106ΚΑΡΊΩΝ: μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
107ΠΛΟΥ͂ΤΟΣ: ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
108τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
109ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
110ΧΡΕΜΎΛΟΣ: ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
111ΠΛΟΥ͂ΤΟΣ: μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
Part 4
111bΚΑΡΊΩΝ: οἰμώξει μακρά.
112ΧΡΕΜΎΛΟΣ: σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
113γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
114οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
116βλέψαι ποιήσας.
116bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς τοῦτʼ ἐργάσῃ.
117οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
117bΧΡΕΜΎΛΟΣ: τί φῄς;
118ΚΑΡΊΩΝ: ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
119ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
120πύθοιτʼ ἂν ἐπιτρίψειε.
120bΧΡΕΜΎΛΟΣ: νῦν δʼ οὐ τοῦτο δρᾷ,
121ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
122ΠΛΟΥ͂ΤΟΣ: οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
123ΧΡΕΜΎΛΟΣ: ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
124οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
126ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
127ΠΛΟΥ͂ΤΟΣ: ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.
127bΧΡΕΜΎΛΟΣ: ἔχʼ ἥσυχος.
NaNἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
129μεῖζον δυνάμενον.
129bΠΛΟΥ͂ΤΟΣ: ἐμὲ σύ;
129cΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν.
130αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
131ΚΑΡΊΩΝ: διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
131bΧΡΕΜΎΛΟΣ: φέρε
132τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
132bΚΑΡΊΩΝ: ὁδί.
133ΧΡΕΜΎΛΟΣ: θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
134ΚΑΡΊΩΝ: καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
135ΧΡΕΜΎΛΟΣ: οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
136παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
136bΠΛΟΥ͂ΤΟΣ: ὅτι τί δή;
Part 5
137ΧΡΕΜΎΛΟΣ: ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
138οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
139μὴ βουλομένου σοῦ.
139bΠΛΟΥ͂ΤΟΣ: πῶς;
139cΧΡΕΜΎΛΟΣ: ὅπως; οὐκ ἔσθʼ ὅπως
140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
141αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
142τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
143ΠΛΟΥ͂ΤΟΣ: τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
143bΧΡΕΜΎΛΟΣ: φήμʼ ἐγώ.
144καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
146ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
147ΚΑΡΊΩΝ: ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
148δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
149ΧΡΕΜΎΛΟΣ: καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
151οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
152τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
153ΚΑΡΊΩΝ: καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
154οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
155ΧΡΕΜΎΛΟΣ: οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
156αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
156bΚΑΡΊΩΝ: τί δαί;
157ΧΡΕΜΎΛΟΣ: ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
158ΚΑΡΊΩΝ: αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
159ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
160ΧΡΕΜΎΛΟΣ: τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
161ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
162ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
163ΚΑΡΊΩΝ: ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·
164ΧΡΕΜΎΛΟΣ: ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
165ΚΑΡΊΩΝ: ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·
166ΧΡΕΜΎΛΟΣ: ὁ δὲ γναφεύει γʼ·
166bΚΑΡΊΩΝ: ὁ δέ γε πλύνει κῴδια·
167ΧΡΕΜΎΛΟΣ: ὁ δὲ βυρσοδεψεῖ γʼ·
167bΚΑΡΊΩΝ: ὁ δέ γε πωλεῖ κρόμμυα·
Part 6
168ΧΡΕΜΎΛΟΣ: ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
169ΠΛΟΥ͂ΤΟΣ: οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
170ΚΑΡΊΩΝ: μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
171ΧΡΕΜΎΛΟΣ: ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
172ΚΑΡΊΩΝ: τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
173ΧΡΕΜΎΛΟΣ: τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
174ΚΑΡΊΩΝ: ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
175ΧΡΕΜΎΛΟΣ: ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
176ΚΑΡΊΩΝ: Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
177ΧΡΕΜΎΛΟΣ: Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
178ΚΑΡΊΩΝ: ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
179ΧΡΕΜΎΛΟΣ: ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
180ΚΑΡΊΩΝ: ὁ Τιμοθέου δὲ πύργος—
180bΧΡΕΜΎΛΟΣ: ἐμπέσοι γέ σοι.
181τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
182μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
183καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
184ΚΑΡΊΩΝ: κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
186ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
187ΧΡΕΜΎΛΟΣ: καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
188ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
189τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190ἔρωτος
190bΚΑΡΊΩΝ: ἄρτων
190cΧΡΕΜΎΛΟΣ: μουσικῆς
190dΚΑΡΊΩΝ: τραγημάτων
Part 7
191ΧΡΕΜΎΛΟΣ: τιμῆς
191bΚΑΡΊΩΝ: πλακούντων
191cΧΡΕΜΎΛΟΣ: ἀνδραγαθίας
191dΚΑΡΊΩΝ: ἰσχάδων
192ΧΡΕΜΎΛΟΣ: φιλοτιμίας
192bΚΑΡΊΩΝ: μάζης
192cΧΡΕΜΎΛΟΣ: στρατηγίας
192dΚΑΡΊΩΝ: φακῆς·
193ΧΡΕΜΎΛΟΣ: σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
194ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
196κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
197ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
198ΠΛΟΥ͂ΤΟΣ: εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
199πλὴν ἓν μόνον δέδοικα.
199bΧΡΕΜΎΛΟΣ: φράζε τοῦ πέρι;
200ΠΛΟΥ͂ΤΟΣ: ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
201ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
202ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
203δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.
203bΠΛΟΥ͂ΤΟΣ: ἥκιστʼ, ἀλλά με
204τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
205οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
206εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
207εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
208ΧΡΕΜΎΛΟΣ: μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
209ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.
211ΠΛΟΥ͂ΤΟΣ: πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
212ΧΡΕΜΎΛΟΣ: ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι
213ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
214ΠΛΟΥ͂ΤΟΣ: κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
214bΧΡΕΜΎΛΟΣ: φήμʼ ἐγώ.
215ΠΛΟΥ͂ΤΟΣ: ὁρᾶτε.
Part 8
215bΧΡΕΜΎΛΟΣ: μὴ φρόντιζε μηδὲν ὦγαθέ.
216ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,
217αὐτὸς διαπράξω ταῦτα.
217bΚΑΡΊΩΝ: κἂν βούλῃ γʼ, ἐγώ.
218ΧΡΕΜΎΛΟΣ: πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
219ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
220ΠΛΟΥ͂ΤΟΣ: παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
221ΧΡΕΜΎΛΟΣ: οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
222ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—
222bΚΑΡΊΩΝ: τί δρῶ; λέγε.
223ΧΡΕΜΎΛΟΣ: τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
224ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
226ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
227ΚΑΡΊΩΝ: καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
228τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
229ΧΡΕΜΎΛΟΣ: ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
230σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
231εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία
232αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
233μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
234ΠΛΟΥ͂ΤΟΣ: ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ· ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
239κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε. ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος
244γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
245ΧΡΕΜΎΛΟΣ: μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
246ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
247χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
248πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
249ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
251ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
251bΠΛΟΥ͂ΤΟΣ: πείθομαι.
252ΧΡΕΜΎΛΟΣ: τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
253ΚΑΡΊΩΝ: ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
254ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
256ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
257ΧΟΡΌΣ: οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
258ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
259σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
261ΚΑΡΊΩΝ: οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
262ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
263ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
264ΧΟΡΌΣ: ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
265ΚΑΡΊΩΝ: ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι
266ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·
267οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
268ΧΟΡΌΣ: ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
269δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
270ΚΑΡΊΩΝ: πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
Part 9
271ΧΟΡΌΣ: μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι
272ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
273ΚΑΡΊΩΝ: πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
274ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
275ΧΟΡΌΣ: ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν
276ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
277ΚΑΡΊΩΝ: ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
278σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
279ΧΟΡΌΣ: διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,
281οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
282δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
283ΚΑΡΊΩΝ: ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
286ΧΟΡΌΣ: ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
287ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
288ΧΟΡΌΣ: ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
289ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
290ΚΑΡΊΩΝ: καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
291μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
292ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
293βληχώμενοί τε προβατίων
294αἰγῶν τε κιναβρώντων μέλη
295ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
296ΧΟΡΌΣ: ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
297βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
298πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
299ἡγούμενον τοῖς προβατίοις,
300εἰκῇ δὲ καταδαρθόντα που
301μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
302ΚΑΡΊΩΝ: ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
303ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ
304ἔπεισεν ὡς ὄντας κάπρους
305μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,
306μιμήσομαι πάντας τρόπους·
307ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
308ἕπεσθε μητρὶ χοῖροι.
309ΧΟΡΌΣ: οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν
310καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
311λαβόντες ὑπὸ φιληδίας
312τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
313μινθώσομέν θʼ ὥσπερ τράγου
314τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
315ἕπεσθε μητρὶ χοῖροι.
316ΚΑΡΊΩΝ: ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
317ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,
318ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ
319βουλήσομαι τοῦ δεσπότου
320λαβών τινʼ ἄρτον καὶ κρέας
321μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
322ΧΡΕΜΎΛΟΣ: χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
323ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
324ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
326ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
327ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
328ΧΟΡΌΣ: θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
329δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
331αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
332ΧΡΕΜΎΛΟΣ: καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
333προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
334ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
335ΒΛΕΨΊΔΗΜΟΣ: τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
336Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
337καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
338ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
339ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
341χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
342οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
343ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
344ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
345ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
346ΒΛΕΨΊΔΗΜΟΣ: γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Part 10
347ΧΡΕΜΎΛΟΣ: ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
348ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
349ΒΛΕΨΊΔΗΜΟΣ: ποῖός τις;
349bΧΡΕΜΎΛΟΣ: οἷος;
349cΒΛΕΨΊΔΗΜΟΣ: λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
350ΧΡΕΜΎΛΟΣ: ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
351ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
352ΒΛΕΨΊΔΗΜΟΣ: τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
353καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
354οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
356ΧΡΕΜΎΛΟΣ: πῶς οὐδὲν ὑγιές;
356bΒΛΕΨΊΔΗΜΟΣ: εἴ τι κεκλοφὼς νὴ Δία
357ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
358παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
359ΧΡΕΜΎΛΟΣ: Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
360ΒΛΕΨΊΔΗΜΟΣ: παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
361ΧΡΕΜΎΛΟΣ: σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
362ΒΛΕΨΊΔΗΜΟΣ: φεῦ,
362aὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
363ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
364ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
365ΒΛΕΨΊΔΗΜΟΣ: ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
366ΧΡΕΜΎΛΟΣ: μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
367ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
368ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
369ΧΡΕΜΎΛΟΣ: σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
370ζητεῖς μεταλαβεῖν.
370bΒΛΕΨΊΔΗΜΟΣ: μεταλαβεῖν ζητῶ; τίνος;
371ΧΡΕΜΎΛΟΣ: τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
372ΒΛΕΨΊΔΗΜΟΣ: μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Part 11
372bΧΡΕΜΎΛΟΣ: κακοδαιμονᾷς.
373ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
374ΧΡΕΜΎΛΟΣ: ουʼ δῆτʼ ἔγωγʼ.
374bΒΛΕΨΊΔΗΜΟΣ: ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
375τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
376ΧΡΕΜΎΛΟΣ: κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
377ΒΛΕΨΊΔΗΜΟΣ: ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
378ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
379τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
380ΧΡΕΜΎΛΟΣ: καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
381τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
382ΒΛΕΨΊΔΗΜΟΣ: ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
383ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
384καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
385τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
386ΧΡΕΜΎΛΟΣ: οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
387ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
388ἀπαρτὶ πλουτῆσαι ποιήσω.
388bΒΛΕΨΊΔΗΜΟΣ: τί σὺ λέγεις;
389οὕτω πάνυ πολλὰ κέκλοφας;
389bΧΡΕΜΎΛΟΣ: οἴμοι τῶν κακῶν,
390ἀπολεῖς.
390bΒΛΕΨΊΔΗΜΟΣ: σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
391ΧΡΕΜΎΛΟΣ: ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
392ἔχω.
392bΒΛΕΨΊΔΗΜΟΣ: σὺ Πλοῦτον; ποῖον;
392cΧΡΕΜΎΛΟΣ: αὐτὸν τὸν θεόν.
393ΒΛΕΨΊΔΗΜΟΣ: καὶ ποῦ ʼστιν;
393bΧΡΕΜΎΛΟΣ: ἔνδον.
393cΒΛΕΨΊΔΗΜΟΣ: ποῦ;
393dΧΡΕΜΎΛΟΣ: παρʼ ἐμοί.
3933ΒΛΕΨΊΔΗΜΟΣ: παρὰ σοί;
Part 12
393fΧΡΕΜΎΛΟΣ: πάνυ.
394ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
394bΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεούς.
395ΒΛΕΨΊΔΗΜΟΣ: λὲγεις ἀληθῆ;
395bΧΡΕΜΎΛΟΣ: φημί.
395cΒΛΕΨΊΔΗΜΟΣ: πρὸς τῆς Ἑστίας;
396ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Ποσειδῶ.
396bΒΛΕΨΊΔΗΜΟΣ: τὸν θαλάττιον λέγεις;
397ΧΡΕΜΎΛΟΣ: εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
398ΒΛΕΨΊΔΗΜΟΣ: εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
399ΧΡΕΜΎΛΟΣ: οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
399bΒΛΕΨΊΔΗΜΟΣ: τί φῄς;
400οὐ τῷ μεταδοῦναι;
400bΧΡΕΜΎΛΟΣ: μὰ Δία. δεῖ γὰρ πρῶτα
400cΒΛΕΨΊΔΗΜΟΣ: τί;
401ΧΡΕΜΎΛΟΣ: βλέψαι ποιῆσαι νώ—
401bΒΛΕΨΊΔΗΜΟΣ: τίνα βλέψαι; φράσον.
402ΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
403ΒΛΕΨΊΔΗΜΟΣ: τυφλὸς γὰρ ὄντως ἐστί;
403bΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν.
404ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
Part 13
405ΧΡΕΜΎΛΟΣ: ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
406ΒΛΕΨΊΔΗΜΟΣ: οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
407ΧΡΕΜΎΛΟΣ: τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
408οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
409ΒΛΕΨΊΔΗΜΟΣ: σκοπῶμεν.
409bΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐκ ἔστιν.
409cΒΛΕΨΊΔΗΜΟΣ: οὐδ ἐμοὶ δοκεῖ.
410ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
411ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
412κράτιστόν ἐστι.
412bΒΛΕΨΊΔΗΜΟΣ: πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
413μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
414ΧΡΕΜΎΛΟΣ: καὶ δὴ βαδίζω.
414bΒΛΕΨΊΔΗΜΟΣ: σπεῦδέ νυν.
414cΧΡΕΜΎΛΟΣ: τοῦτʼ αὐτὸ δρῶ.
415ΠΕΝΊΑ: ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
416τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
417ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
417bΒΛΕΨΊΔΗΜΟΣ: Ἡράκλεις.
418ΠΕΝΊΑ: ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
419τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
421οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
422ΧΡΕΜΎΛΟΣ: σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
423ΒΛΕΨΊΔΗΜΟΣ: ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
424βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
425ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
425bΒΛΕΨΊΔΗΜΟΣ: οὐκοῦν κλαύσεται.
426ΠΕΝΊΑ: ὄιεσθε δʼ εἶναι τίνα με;
426bΧΡΕΜΎΛΟΣ: πανδοκεύτριαν
427ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
428ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Part 14
429ΠΕΝΊΑ: ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
431ΧΡΕΜΎΛΟΣ: οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
432ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
433ΠΕΝΊΑ: ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
434ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
435ΒΛΕΨΊΔΗΜΟΣ: ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
436ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
437ΠΕΝΊΑ: Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
438ΒΛΕΨΊΔΗΜΟΣ: ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
439ΧΡΕΜΎΛΟΣ: οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
440οὐ παραμενεῖς;
440bΒΛΕΨΊΔΗΜΟΣ: ἥκιστα πάντων.
440cΧΡΕΜΎΛΟΣ: οὐ μενεῖς;
441ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
442ΒΛΕΨΊΔΗΜΟΣ: Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
443οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
444ΧΡΕΜΎΛΟΣ: στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
444bΒΛΕΨΊΔΗΜΟΣ: μὰ Δίʼ ἐγὼ μὲν οὔ.
445ΧΡΕΜΎΛΟΣ: καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
446ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
447ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
448τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
449ΒΛΕΨΊΔΗΜΟΣ: ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
450ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
451οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
452ΧΡΕΜΎΛΟΣ: θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
453τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
454ΠΕΝΊΑ: γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
455ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
456ΧΡΕΜΎΛΟΣ: σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
457ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
458ΠΕΝΊΑ: οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
459ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460βλέψαι πάλιν;
460bΧΡΕΜΎΛΟΣ: τί οὖν ἀδικοῦμεν τοῦτό σε,
461εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
462ἀγαθόν;
462bΠΕΝΊΑ: τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
Part 15
462cΧΡΕΜΎΛΟΣ: ὅ τι;
463σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
464ΠΕΝΊΑ: ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
465κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
465bΧΡΕΜΎΛΟΣ: ὅ τι;
466εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
467ΠΕΝΊΑ: καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
468τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
469ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
471ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
472ΧΡΕΜΎΛΟΣ: ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
473ΠΕΝΊΑ: καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
474ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
475εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
476ΧΡΕΜΎΛΟΣ: ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
477ΠΕΝΊΑ: οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
478ΧΡΕΜΎΛΟΣ: καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
479τοιαῦτʼ ἀκούων;
479bΠΕΝΊΑ: ὅστις ἐστὶν εὖ φρονῶν.
480ΧΡΕΜΎΛΟΣ: τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
481ἐὰν ἁλῷς;
481bΠΕΝΊΑ: ὅ τι σοι δοκεῖ.
481cΧΡΕΜΎΛΟΣ: καλῶς λέγεις.
482ΠΕΝΊΑ: τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
483ΧΡΕΜΎΛΟΣ: ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
484ΒΛΕΨΊΔΗΜΟΣ: ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
485ΠΕΝΊΑ: οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν
486ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
487ΧΟΡΌΣ: ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
488ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.
489ΧΡΕΜΎΛΟΣ: φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου. τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
494ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ, ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
499ΒΛΕΨΊΔΗΜΟΣ: οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.
Part 16
500ΧΡΕΜΎΛΟΣ: ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,
501τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;
502πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
503ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ
504πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
505οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος,
506ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.
507ΠΕΝΊΑ: ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν, εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν. εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν, οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη
512οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν, ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν, ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
517ΧΡΕΜΎΛΟΣ: λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθʼ ὅσα νῦν δὴ κατέλεξας
518οἱ θεράποντες μοχθήσουσιν.
518bΠΕΝΊΑ: πόθεν οὖν ἕξεις θεράποντας;
519ΧΡΕΜΎΛΟΣ: ὠνησόμεθʼ ἀργυρίου δήπου.
519bΠΕΝΊΑ: τίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,
520ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
520bΧΡΕΜΎΛΟΣ: κερδαίνειν βουλόμενός τις
521ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
522ΠΕΝΊΑ: ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς
523κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
524κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
525ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
526ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
526bΧΡΕΜΎΛΟΣ: ἐς κεφαλὴν σοί.
527ΠΕΝΊΑ: ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
528οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
529οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
530οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
531καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
532παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ
533τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι
534διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
535ΧΡΕΜΎΛΟΣ: σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι·δίων κολοσυρτόν; φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλʼ ἐπανίστω.
540πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει· καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,
545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
548ΠΕΝΊΑ: σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
549ΧΡΕΜΎΛΟΣ: οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
550ΠΕΝΊΑ: ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
551ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
552πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
553τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
554περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
555ΧΡΕΜΎΛΟΣ: ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
556εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
557ΠΕΝΊΑ: σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
558οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
559καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
561παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
562ΧΡΕΜΎΛΟΣ: ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
563ΠΕΝΊΑ: περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
564ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
565ΧΡΕΜΎΛΟΣ: πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
566ΒΛΕΨΊΔΗΜΟΣ: †νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Part 17
567ΠΕΝΊΑ: σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
568ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
569πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,
570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
571ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
572ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
573ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
574Πενία Πλούτου.
574bΠΕΝΊΑ: καὶ σύ γʼ ἐλέγξαι μʼ οὔπω δύνασαι περὶ τούτου,
575ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.
575bΧΡΕΜΎΛΟΣ: καὶ πῶς φεύγουσί σʼ ἅπαντες;
576ΠΕΝΊΑ: ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλιστα
577ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
578αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
579ΧΡΕΜΎΛΟΣ: τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
580κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.
581ΒΛΕΨΊΔΗΜΟΣ: ταύτην δʼ ἡμῖν ἀποπέμπει.
581bΠΕΝΊΑ: ἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
582ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.
583εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
584ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,
585ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
586κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
587ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·
588φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
589λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.
590ΠΕΝΊΑ: πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
591εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.
592ΧΡΕΜΎΛΟΣ: ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
593ΠΕΝΊΑ: τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
594διὰ τὴν Πενίαν.
594bΧΡΕΜΎΛΟΣ: παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
595εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
596τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
597τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
598ΧΡΕΜΎΛΟΣ: ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
599ἔτι μηδʼ ὁτιοῦν.
600οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
601ΠΕΝΊΑ: ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
602ΧΡΕΜΎΛΟΣ: Παύσωνα κάλει τὸν ξύσσιτον.
603ΠΕΝΊΑ: τί πάθω τλήμων;
604ΧΡΕΜΎΛΟΣ: ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
605ΠΕΝΊΑ: εἶμι δὲ ποῖ γῆς;
606ΧΡΕΜΎΛΟΣ: ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
607χρῆν σʼ, ἀλλʼ ἀνύειν.
Part 18
608ΠΕΝΊΑ: ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
609μεταπέμψεσθον.
610ΧΡΕΜΎΛΟΣ: τότε νοστήσεις· νῦν δὲ φθείρου.
611κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
612σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
613ΒΛΕΨΊΔΗΜΟΣ: νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
614εὐωχεῖσθαι μετὰ τῶν παίδων
615τῆς τε γυναικός, καὶ λουσάμενος
616λιπαρὸς χωρῶν ἐκ βαλανείου
617τῶν χειροτεχνῶν
618καὶ τῆς Πενίας καταπαρδεῖν.
619ΧΡΕΜΎΛΟΣ: αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
620ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν
621ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
622ΒΛΕΨΊΔΗΜΟΣ: καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
623ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
624ΧΡΕΜΎΛΟΣ: παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν
625αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
626καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
627ΚΑΡΊΩΝ: ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
628γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
629ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
630ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
631ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
632φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
633ΚΑΡΊΩΝ: ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
634μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
636Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
637ΧΟΡΌΣ: λέγεις μοι χαράν, λέγεις μοι βοάν.
638ΚΑΡΊΩΝ: πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
639ΧΟΡΌΣ: ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
640μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
641ΓΥΝΉ: τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
642χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
643ἔνδον κάθημαι περιμένουσα τουτονί.
644ΚΑΡΊΩΝ: ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
645καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
646ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
647ΓΥΝΉ: καὶ ποῦ στιν;
647bΚΑΡΊΩΝ: ἐν τοῖς λεγομένοις εἴσει τάχα.
648ΓΥΝΉ: πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
649ΚΑΡΊΩΝ: ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
650ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.
651ΓΥΝΉ: μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
651bΚΑΡΊΩΝ: μὴ τἀγαθὰ
652ἃ νῦν γεγένηται;
Part 19
652bΓΥΝΉ: μὴ μὲν οὖν τὰ πράγματα.
653ΚΑΡΊΩΝ: ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
654ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
655νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,
656πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
657ἔπειτʼ ἐλοῦμεν.
657bΓΥΝΉ: νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
658ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
659ΚΑΡΊΩΝ: ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
660ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
661καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
662κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
663ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
664ΓΥΝΉ: ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
665ΚΑΡΊΩΝ: εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν· ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
675ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
680εἴ που πόπανον εἴη τι καταλελειμμένον· ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
684ΓΥΝΉ: ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
685ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα· ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
695ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
696ΓΥΝΉ: ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
696bΚΑΡΊΩΝ: οὐδέπω.
697μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
698ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
699ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
700ΓΥΝΉ: ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.
701ΚΑΡΊΩΝ: οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
702ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
703τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
704ΓΥΝΉ: αὐτὸς δʼ ἐκεῖνος;
704bΚΑΡΊΩΝ: οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
705ΓΥΝΉ: λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.
706ΚΑΡΊΩΝ: μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
706bΓΥΝΉ: αἲ τάλαν.
707ΚΑΡΊΩΝ: μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
708δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
709σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
711παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
712ΓΥΝΉ: λίθινον;
712bΚΑΡΊΩΝ: μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
Part 20
713ΓΥΝΉ: σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
714ὃς ἐγκεκαλύφθαι φῄς;
714bΚΑΡΊΩΝ: διὰ τοῦ τριβωνίου· ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα
719ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
724ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
726ΓΥΝΉ: ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
727ΚΑΡΊΩΝ: μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
728καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
729ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ
731κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
732καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
733ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
734ὑπερφυεῖς τὸ μέγεθος.
734bΓΥΝΉ: ὦ φίλοι θεοί.
735ΚΑΡΊΩΝ: τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ· καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων· ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
740τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών. οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
748ΓΥΝΉ: ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
749ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
749bΚΑΡΊΩΝ: ἔρχεται. ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
754ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα. οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
759ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε· οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
764ΓΥΝΉ: νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
766τοιαῦτʼ ἀπαγγείλαντα.
766bΚΑΡΊΩΝ: μή νυν μέλλʼ ἔτι,
767ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
768ΓΥΝΉ: φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα
769ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
770ΚΑΡΊΩΝ: ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.
771ΠΛΟΥ͂ΤΟΣ: καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο. αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς, οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
776τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ, ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων· ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
781ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
782ΧΡΕΜΎΛΟΣ: βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι
783οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.
784νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
785ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
786ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
787περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
788ΓΥΝΉ: ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
789φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
790ταυτὶ καταχέω σου λαβοῦσα.
790bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς.
791ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
792πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
793πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
794ΓΥΝΉ: εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
795ΠΛΟΥ͂ΤΟΣ: ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·
796ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
797οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
798ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
799προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
800ΓΥΝΉ: εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ
801ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
802ΚΑΡΊΩΝ: ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως, καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν. ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν. ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
807οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου. ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι. τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
812ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν. ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν
817χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε. καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος· ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
822ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
Part 21
823ΔΊΚΑΙΟΣ: ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
824ἴωμεν.
824bΚΑΡΊΩΝ: ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
825ΔΊΚΑΙΟΣ: ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.
826ΚΑΡΊΩΝ: δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
827ΔΊΚΑΙΟΣ: μάλιστʼ.
827bΚΑΡΊΩΝ: ἔπειτα τοῦ δέει;
827cΔΊΚΑΙΟΣ: πρὸς τὸν θεὸν
828ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
829ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
830λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
831εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
832ΚΑΡΊΩΝ: ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
833ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν.
833bΚΑΡΊΩΝ: οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.
834ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
835εὐηργέτησα δεομένους ἕξειν φίλους
836ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
837οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
838ΚΑΡΊΩΝ: καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
838bΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν·
839αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
840ΚΑΡΊΩΝ: ἀλλʼ οὐχὶ νῦν.
840bΔΊΚΑΙΟΣ: ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν
841προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
842ΚΑΡΊΩΝ: τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
843ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
844ΔΊΚΑΙΟΣ: καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
845ΚΑΡΊΩΝ: μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
846ΔΊΚΑΙΟΣ: οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
847ΚΑΡΊΩΝ: τὰ δʼ ἐμβάδια;
Part 22
847bΔΊΚΑΙΟΣ: καὶ ταῦτα συνεχειμάζετο.
848ΚΑΡΊΩΝ: καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
848bΔΊΚΑΙΟΣ: νὴ τὸν Δία.
849ΚΑΡΊΩΝ: χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
850ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
851καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
852καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
853οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
854ΚΑΡΊΩΝ: Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
856ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
857ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
858διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
859πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
860ΔΊΚΑΙΟΣ: ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
861προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
862ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
863ΚΑΡΊΩΝ: νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
864ΣΥΚΟΦΆΝΤΗΣ: ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
866εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
867πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
868ΚΑΡΊΩΝ: καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
868bΣΥΚΟΦΆΝΤΗΣ: ἐμὲ τουτονί.
869ΚΑΡΊΩΝ: ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
870ΣΥΚΟΦΆΝΤΗΣ: μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
871κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
872ΚΑΡΊΩΝ: ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
873ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
874ΣΥΚΟΦΆΝΤΗΣ: σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
876εἰπεῖν ἃ πεπανούργηκας.
876bΚΑΡΊΩΝ: οἰμώξἄρα σύ.
877ΔΊΚΑΙΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
878ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
879τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
880ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
881ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
882ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
883ΔΊΚΑΙΟΣ: οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
884τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
Part 23
885ΚΑΡΊΩΝ: † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
886ΣΥΚΟΦΆΝΤΗΣ: ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
887ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
888οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
889ΔΊΚΑΙΟΣ: μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
890ΣΥΚΟΦΆΝΤΗΣ: ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
891ΚΑΡΊΩΝ: ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
892διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
893ΣΥΚΟΦΆΝΤΗΣ: ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
894πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
896ΚΑΡΊΩΝ: κακόδαιμον ὀσφραίνει τι;
896bΔΊΚΑΙΟΣ: τοῦ ψύχους γʼ ἴσως
897ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
898ΣΥΚΟΦΆΝΤΗΣ: ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
899τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
901ΔΊΚΑΙΟΣ: σὺ φιλόπολις καὶ χρηστός;
901bΣΥΚΟΦΆΝΤΗΣ: ὡς οὐδείς γʼ ἀνήρ.
902ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
902bΣΥΚΟΦΆΝΤΗΣ: τὸ τί;
903ΔΊΚΑΙΟΣ: γεωργὸς εἶ;
903bΣΥΚΟΦΆΝΤΗΣ: μελαγχολᾶν μʼ οὕτως οἴει;
904ΔΊΚΑΙΟΣ: ἀλλʼ ἔμπορος;
904bΣΥΚΟΦΆΝΤΗΣ: ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
905ΔΊΚΑΙΟΣ: τί δαί; τέχνην τινʼ ἔμαθες;
905bΣΥΚΟΦΆΝΤΗΣ: οὐ μὰ τὸν Δία.
906ΔΊΚΑΙΟΣ: πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
Part 24
907ΣΥΚΟΦΆΝΤΗΣ: τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
908καὶ τῶν ἰδίων πάντων.
908bΔΊΚΑΙΟΣ: σύ; τί μαθών;
908cΣΥΚΟΦΆΝΤΗΣ: βούλομαι.
909ΔΊΚΑΙΟΣ: πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
910εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
911ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
912εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
913ΔΊΚΑΙΟΣ: εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
914ΣΥΚΟΦΆΝΤΗΣ: τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
915καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
916ΔΊΚΑΙΟΣ: οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
917ἄρχειν καθίστησιν;
917bΣΥΚΟΦΆΝΤΗΣ: κατηγορεῖ δὲ τίς;
918ΔΊΚΑΙΟΣ: ὁ βουλόμενος.
918bΣΥΚΟΦΆΝΤΗΣ: οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
919ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
920ΔΊΚΑΙΟΣ: νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
921ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
922ζῆν ἀργός;
922bΣΥΚΟΦΆΝΤΗΣ: ἀλλὰ προβατίου βίον λέγεις,
923εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
924ΔΊΚΑΙΟΣ: οὐδʼ ἂν μεταμάθοις;
924bΣΥΚΟΦΆΝΤΗΣ: οὐδʼ ἂν εἰ δοίης γέ μοι
925τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
926ΔΊΚΑΙΟΣ: κατάθου ταχέως θοἰμάτιον.
926bΚΑΡΊΩΝ: οὗτος, σοὶ λέγει.
927ΔΊΚΑΙΟΣ: ἔπειθʼ ὑπόλυσαι.
927bΚΑΡΊΩΝ: ταῦτα πάντα σοὶ λέγει.
928ΣΥΚΟΦΆΝΤΗΣ: καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
929ὁ βουλόμενος.
Part 25
929bΚΑΡΊΩΝ: οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
930ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
931ΚΑΡΊΩΝ: σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
932ΣΥΚΟΦΆΝΤΗΣ: ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.
933ΔΊΚΑΙΟΣ: ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
934ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι περιείλημμαι μόνος.
934bΚΑΡΊΩΝ: νυνὶ βοᾷς;
935ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι μάλʼ αὖθις.
935bΚΑΡΊΩΝ: δὸς σύ μοι τὸ τριβώνιον,
936ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
937ΔΊΚΑΙΟΣ: μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
938ΚΑΡΊΩΝ: ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
939ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
940Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
941ΔΊΚΑΙΟΣ: τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
942ΚΑΡΊΩΝ: καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
943ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
944ΣΥΚΟΦΆΝΤΗΣ: ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
945ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
946καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
947ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
948ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
949τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
950τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
951ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
952ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
953ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
954κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
955ΚΑΡΊΩΝ: ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν
956τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
957ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
958νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
959ΓΡΑΥ͂Σ: ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
960ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,
961ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
962ΧΟΡΌΣ: ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
963ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
964ΓΡΑΥ͂Σ: φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
965ΧΡΕΜΎΛΟΣ: μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
966ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
Part 26
967ΓΡΑΥ͂Σ: πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
968ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
969ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
970ΧΡΕΜΎΛΟΣ: τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
971εν ταῖς γυναιξὶν ἦσθα;
971bΓΡΑΥ͂Σ: μὰ Δίʼ ἐγὼ μὲν οὔ.
972ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
973ΓΡΑΥ͂Σ: σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
974ΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
975ΓΡΑΥ͂Σ: ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
976πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
977καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
978ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
979ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
980ΧΡΕΜΎΛΟΣ: τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
981ΓΡΑΥ͂Σ: οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
982ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
983εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
984καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·
986πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
987ΧΡΕΜΎΛΟΣ: οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
988εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
989ΓΡΑΥ͂Σ: καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
991ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
992ΧΡΕΜΎΛΟΣ: λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
993ΓΡΑΥ͂Σ: ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
994τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
996καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
997ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι
998εἰς ἑσπέραν ἥξοιμι—
998bΧΡΕΜΎΛΟΣ: τί σʼ ἔδρασʼ; εἰπέ μοι.
999ΓΡΑΥ͂Σ: ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,
1001καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
1002πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
1003ΧΡΕΜΎΛΟΣ: δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
1004ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·
1005πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.
1006ΓΡΑΥ͂Σ: καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ
1007ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
1008ΧΡΕΜΎΛΟΣ: ἐπʼ ἐκφοράν;
1008bΓΡΑΥ͂Σ: μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
1009ἐρῶν ἀκοῦσαι.
1009bΧΡΕΜΎΛΟΣ: τοῦ λαβεῖν μὲν οὖν χάριν.
Part 27
1010ΓΡΑΥ͂Σ: καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,
1011νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
1012ΧΡΕΜΎΛΟΣ: ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
1013ΓΡΑΥ͂Σ: μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
1014ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
1015ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
1016οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
1017ΧΡΕΜΎΛΟΣ: μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
1018ΓΡΑΥ͂Σ: καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
1019ΧΡΕΜΎΛΟΣ: ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
1020ΓΡΑΥ͂Σ: ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
1021ΧΡΕΜΎΛΟΣ: εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
1022ΓΡΑΥ͂Σ: τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
1023ΧΡΕΜΎΛΟΣ: οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
1024γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
1025ΓΡΑΥ͂Σ: ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
1026φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
1027ΧΡΕΜΎΛΟΣ: τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
1028ΓΡΑΥ͂Σ: ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
1029τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
1030ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.
1031ΧΡΕΜΎΛΟΣ: οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
1032ΓΡΑΥ͂Σ: ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
1033ΧΡΕΜΎΛΟΣ: ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
1034ΓΡΑΥ͂Σ: ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.
1035ΧΡΕΜΎΛΟΣ: οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.
1036ΓΡΑΥ͂Σ: διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.
1037ΧΡΕΜΎΛΟΣ: εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.
Part 28
1038ΓΡΑΥ͂Σ: καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
1039οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·
1040ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.
1040bΧΡΕΜΎΛΟΣ: φαίνεται.
1041στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.
1042ΝΕΑΝΊΑΣ: ἀσπάζομαί σε.
1042bΓΡΑΥ͂Σ: τί φησιν;
1042cΝΕΑΝΊΑΣ: ἀρχαία φίλη,
1043πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.
1044ΓΡΑΥ͂Σ: τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
1045ΧΡΕΜΎΛΟΣ: ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
1046ΓΡΑΥ͂Σ: ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
1047ΧΡΕΜΎΛΟΣ: τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
1048μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
1049ΓΡΑΥ͂Σ: οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
1050ΝΕΑΝΊΑΣ: ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
1051ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
1052ΓΡΑΥ͂Σ: ἆ ἆ,
1052bτὴν δᾷδα μή μοι πρόσφερʼ.
1052cΧΡΕΜΎΛΟΣ: εὖ μέντοι λέγει.
1053ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
1054ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
1055ΝΕΑΝΊΑΣ: βούλει διὰ χρόνου πρός με παῖσαι;
1055bΓΡΑΥ͂Σ: ποῖ τάλαν;
1056ΝΕΑΝΊΑΣ: αὐτοῦ, λαβοῦσα κάρυα.
1056bΓΡΑΥ͂Σ: παιδιὰν τίνα;
1057ΝΕΑΝΊΑΣ: πόσους ἔχεις ὀδόντας.
1057bΧΡΕΜΎΛΟΣ: ἀλλὰ γνώσομαι
1058κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
1059ΝΕΑΝΊΑΣ: ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
Part 29
1060ΓΡΑΥ͂Σ: ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
1061πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
1062ΝΕΑΝΊΑΣ: ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
1063ΧΡΕΜΎΛΟΣ: οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
1064εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
1065ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
1066ΓΡΑΥ͂Σ: γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
1067ΝΕΑΝΊΑΣ: πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
1068ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
1069ΓΡΑΥ͂Σ: μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
1070ΧΡΕΜΎΛΟΣ: μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
1071ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
1072μισεῖν σε ταύτην.
1072bΝΕΑΝΊΑΣ: ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
1073ΧΡΕΜΎΛΟΣ: καὶ μὴν κατηγορεῖ γέ σου.
1073bΝΕΑΝΊΑΣ: τί κατηγορεῖ;
1074ΧΡΕΜΎΛΟΣ: εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
1075πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
1076ΝΕΑΝΊΑΣ: ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
1076bΧΡΕΜΎΛΟΣ: τὸ τί;
1077ΝΕΑΝΊΑΣ: αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
1078οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
1079νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
1080ΧΡΕΜΎΛΟΣ: οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως
1081εἶναι μετʼ αὐτῆς.
1081bΓΡΑΥ͂Σ: ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;
1082ΝΕΑΝΊΑΣ: οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
1083ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
1084ΧΡΕΜΎΛΟΣ: ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
1085πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.
1086ΝΕΑΝΊΑΣ: ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
1087ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.
Part 30
1088ΝΕΑΝΊΑΣ: ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι
1089ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.
1090ΓΡΑΥ͂Σ: ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι.
1091ΝΕΑΝΊΑΣ: ἐγὼ δέ γʼ οὐκ εἴσειμι.
1091bΧΡΕΜΎΛΟΣ: θάρρει, μὴ φοβοῦ.
1092οὐ γὰρ βιάσεται.
1092bΝΕΑΝΊΑΣ: πάνυ καλῶς τοίνυν λέγεις.
1093ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
1094ΓΡΑΥ͂Σ: βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
1095ΧΡΕΜΎΛΟΣ: ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
1096ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
1097ΚΑΡΊΩΝ: τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
1098οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
1099φθεγγόμενον ἄλλως κλαυσιᾷ.
1099bἙΡΜΗ͂Σ: σέ τοι λέγω,
1100ὁ Καρίων, ἀνάμεινον.
1100bΚΑΡΊΩΝ: οὗτος εἰπέ μοι,
1101σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
1102ἙΡΜΗ͂Σ: μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
1103ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
1104ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
1105ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
1106ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
1106bΚΑΡΊΩΝ: εἰπέ μοι,
1107τί δʼ ἔστιν;
1107bἙΡΜΗ͂Σ: ὁ Ζεὺς ὦ πόνηρε βούλεται
1108ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
1109ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
1110ΚΑΡΊΩΝ: ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
1111ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
1112ἡμᾶς;
1112bἙΡΜΗ͂Σ: ὁτιὴ δεινότατα πάντων πραγμάτων
1113εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
1114ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
1115οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν
1116ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
1116bΚΑΡΊΩΝ: μὰ Δίʼ οὐδέ γε
1117θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
1118ἙΡΜΗ͂Σ: καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
1119ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
1119bΚΑΡΊΩΝ: σωφρονεῖς.
1120ἙΡΜΗ͂Σ: πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
1121πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
1122ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
1123νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
1124ΚΑΡΊΩΝ: οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
1125ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;
Part 31
1125bἙΡΜΗ͂Σ: οἴμοι τάλας,
1126οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
1127ΚΑΡΊΩΝ: ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
1128ἙΡΜΗ͂Σ: οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
1129ΚΑΡΊΩΝ: ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
1130ἙΡΜΗ͂Σ: σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
1131ΚΑΡΊΩΝ: ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
1132ἙΡΜΗ͂Σ: οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
1133ΚΑΡΊΩΝ: ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
1134ἙΡΜΗ͂Σ: ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
1135ΚΑΡΊΩΝ: εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.
1136ἙΡΜΗ͂Σ: εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον
1137δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
1138ὧν θύεθʼ ὑμεῖς ἔνδον.
1138bΚΑΡΊΩΝ: ἀλλʼ οὐκ ἐκφορά.
1139ἙΡΜΗ͂Σ: καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
1140ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
1141ΚΑΡΊΩΝ: ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
1142ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
1143ἙΡΜΗ͂Σ: ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
1144ΚΑΡΊΩΝ: οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
1145ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
1146ἙΡΜΗ͂Σ: μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
1147ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
1148ΚΑΡΊΩΝ: ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
1149ἙΡΜΗ͂Σ: τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
1150ΚΑΡΊΩΝ: τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
Part 32
1151ἙΡΜΗ͂Σ: πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
1152ΚΑΡΊΩΝ: τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
1153ἙΡΜΗ͂Σ: παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
1154ΚΑΡΊΩΝ: στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
1155ἙΡΜΗ͂Σ: ἀλλʼ ἐμπολαῖον.
1155bΚΑΡΊΩΝ: ἀλλὰ πλουτοῦμεν· τί οὖν
1156Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
1157ἙΡΜΗ͂Σ: ἀλλὰ δόλιον τοίνυν.
1157bΚΑΡΊΩΝ: δόλιον; ἥκιστά γε·
1158οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
1159ἙΡΜΗ͂Σ: ἀλλʼ ἡγεμόνιον.
1159bΚΑΡΊΩΝ: ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
1160ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.
1161ἙΡΜΗ͂Σ: ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
1162Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
1163ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
1164ΚΑΡΊΩΝ: ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
1165οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
1166οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
1167σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
1168ἙΡΜΗ͂Σ: οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
1168bΚΑΡΊΩΝ: καὶ πλῦνέ γε
1169αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
1170ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.
1171ἹΕΡΕΎΣ: τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
1172ΧΡΕΜΎΛΟΣ: τί δʼ ἔστιν ὦ βέλτιστε;
1172bἹΕΡΕΎΣ: τί γὰρ ἀλλʼ ἢ κακῶς;
1173ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
1174ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
1176ΧΡΕΜΎΛΟΣ: ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
1177ἹΕΡΕΎΣ: θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
1177bΧΡΕΜΎΛΟΣ: τίνος οὕνεκα;
Part 33
1178ἹΕΡΕΎΣ: ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
1179ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
1180ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
1181δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
1182κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
1183θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
1184πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
1185ΧΡΕΜΎΛΟΣ: οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
1186ἹΕΡΕΎΣ: τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
1187χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
1188ΧΡΕΜΎΛΟΣ: θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
1189ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
1190αὐτόματος ἥκων.
1190bἹΕΡΕΎΣ: πάντʼ ἀγαθὰ τοίνυν λέγεις.
1191ΧΡΕΜΎΛΟΣ: ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
1192τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
1193τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
1194ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
1195ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
1195bἹΕΡΕΎΣ: πάνυ μὲν οὖν
1196δρᾶν ταῦτα χρή.
1196bΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ἔξω τις κάλει.
1197ΓΡΑΥ͂Σ: ἐγὼ δὲ τί ποιῶ;
1197bΧΡΕΜΎΛΟΣ: τὰς χύτρας, αἷς τὸν θεὸν
1198ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε
1199σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
1200ΓΡΑΥ͂Σ: ὧν δʼ οὕνεκʼ ἦλθον;
1200bΧΡΕΜΎΛΟΣ: πάντα σοι πεπράξεται.
1201ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
1202ΓΡΑΥ͂Σ: ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι
1203ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
1204ΧΡΕΜΎΛΟΣ: καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
1205αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις
1206ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν
1207τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
1208ΧΟΡΌΣ: οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν
1209ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.