Contents — 27 sections
Part 1
1ΠΡΑΞΆΓΟΡΑ: Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον· γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·
6ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, λορδουμένων τε σωμάτων ἐπιστάτην
11ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· στοάς τε καρποῦ Βακχίου τε νάματος πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
16καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία
21αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
26ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
30ΓΥΝῊ Α: ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
31ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
32ΠΡΑΞΆΓΟΡΑ: ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη
33τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
34τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.
35bΓΥΝῊ Β: ἤκουσά τοι
36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
37ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
38Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,
39τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,
40ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
41ΓΥΝῊ Α: καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
42προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
43ΠΡΑΞΆΓΟΡΑ: οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν
44τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
46ΓΥΝῊ Α: τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην
47σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
47bΠΡΑΞΆΓΟΡΑ: καίτοι δοκεῖ
48κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
49ΓΥΝῊ Α: τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην
50ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
51ΓΥΝῊ Β: καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
52ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
53γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
54ΓΥΝῊ Γ: καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη
55ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην
56ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
57ΠΡΑΞΆΓΟΡΑ: κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
58ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
59ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
60ΓΥΝῊ Α: ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας
61λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·
62ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
63ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας
64ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
65ΓΥΝῊ Β: κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας
66ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
67καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
68ΠΡΑΞΆΓΟΡΑ: ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν
69πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
70ΓΥΝῊ Α: νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.
71ΓΥΝῊ Β: κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
72ΠΡΑΞΆΓΟΡΑ: ὑμεῖς δὲ τί φατε;
72bΓΥΝῊ Α: φασί· κατανεύουσι γάρ.
73ΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
74Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
Part 2
76ΓΥΝῊ Α: ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
77τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
78ΓΥΝῊ Β: τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
79ΠΡΑΞΆΓΟΡΑ: νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
80τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
81εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
82ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
83ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
84ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
85ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
86ΓΥΝῊ Α: νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
87ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
88ΓΥΝῊ Β: ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
89πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
90ΠΡΑΞΆΓΟΡΑ: πληρουμένης τάλαινα;
90bΓΥΝῊ Β: νὴ τὴν Ἄρτεμιν
91ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
92ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
93ΠΡΑΞΆΓΟΡΑ: ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
94οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
96ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις
97ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
98ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
99ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
100ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
101τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
102ΓΥΝῊ Α: Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
103λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·
104νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
105ΠΡΑΞΆΓΟΡΑ: τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
106τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
107ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
108δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·
109νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
110ΓΥΝῊ Α: καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
111δημηγορήσει;
111bΠΡΑΞΆΓΟΡΑ: πολὺ μὲν οὖν ἄριστά που.
112λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
113πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·
114ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
115ΓΥΝῊ Α: οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
116ΠΡΑΞΆΓΟΡΑ: οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
117ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
118οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
119ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
120ΓΥΝῊ Α: τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
121ΠΡΑΞΆΓΟΡΑ: ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
122ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
123καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
124ΓΥΝῊ Α: δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
126ΠΡΑΞΆΓΟΡΑ: πῶς καταγέλαστον;
126bΓΥΝῊ Α: ὥσπερ εἴ τις σηπίαις
127πώγωνα περιδήσειεν ἐσταθευμέναις.
128ΠΡΑΞΆΓΟΡΑ: ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
129πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Part 3
131ΓΥΝῊ Α: ἐγώ.
131bΠΡΑΞΆΓΟΡΑ: περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
132ΓΥΝῊ Α: ἰδού.
132bΠΡΑΞΆΓΟΡΑ: λέγοις ἄν.
132cΓΥΝῊ Α: εἶτα πρὶν πιεῖν λέγω;
133ΠΡΑΞΆΓΟΡΑ: ἰδοὺ πιεῖν.
133bΓΥΝῊ Α: τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
134ΠΡΑΞΆΓΟΡΑ: ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
135κἀκεῖ.
135bΓΥΝῊ Α: τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
136ΠΡΑΞΆΓΟΡΑ: ἰδού γε σοὶ πίνουσι.
136bΓΥΝῊ Α: νὴ τὴν Ἄρτεμιν
137καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα
138αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις
139ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν
141τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
142καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,
143καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,
144ΠΡΑΞΆΓΟΡΑ: σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
145ΓΥΝῊ Α: νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
146δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
147ΠΡΑΞΆΓΟΡΑ: ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;
147bΓΥΝῊ Β: ἐγώ.
148ΠΡΑΞΆΓΟΡΑ: ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
149ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
151ΓΥΝῊ Β: ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
152λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·
153νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
154ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
156ΠΡΑΞΆΓΟΡΑ: μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
157ΓΥΝῊ Β: τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
158ΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
159καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
Part 4
160ΓΥΝῊ Β: ὢ νὴ τὸν Ἀπόλλω.
160bΠΡΑΞΆΓΟΡΑ: παῦε τοίνυν, ὡς ἐγὼ
161ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
162τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
163ΓΥΝῊ Β: φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
164οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—
166ΠΡΑΞΆΓΟΡΑ: γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
167ΓΥΝῊ Β: διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
168ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
169ΠΡΑΞΆΓΟΡΑ: ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί· αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
174ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
179ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα
184οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
189ΓΥΝῊ Α: νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
190ΠΡΑΞΆΓΟΡΑ: τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν
191ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.
192ΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν εἶπον.
192bΠΡΑΞΆΓΟΡΑ: μηδʼ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα, εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν· ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
197ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι· νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·
202σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
204ΓΥΝῊ Α: ὡς ξυνετὸς ἁνήρ.
204bΠΡΑΞΆΓΟΡΑ: νῦν καλῶς ἐπῄνεσας.
205ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.
206τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
207ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,
208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
209ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.
210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
211ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
212ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
213ΓΥΝῊ Α: εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.
213bΓΥΝῊ Β: λέγε λέγʼ ὦγαθέ.
214ΠΡΑΞΆΓΟΡΑ: ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,
219εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ· ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ· τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
224πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ· τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ· μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ· αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ· οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·
228βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
233ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι, εὐδαιμονοῦντες τὸν βίον διάξετε.
241ΓΥΝῊ Α: εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
242πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
243ΠΡΑΞΆΓΟΡΑ: ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·
244ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
245ΓΥΝῊ Α: οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·
246καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
247αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
248ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
249πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
250ΠΡΑΞΆΓΟΡΑ: φήσω παραφρονεῖν αὐτόν.
250bΓΥΝῊ Α: ἀλλὰ τοῦτό γε
251ἴσασι πάντες.
Part 5
251bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ καὶ μελαγχολᾶν.
252ΓΥΝῊ Α: καὶ τοῦτʼ ἴσασιν.
252bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ καὶ τὰ τρύβλια
253κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
254ΓΥΝῊ Α: τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
255ΠΡΑΞΆΓΟΡΑ: τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
256ΓΥΝῊ Α: τί δʼ ἢν ὑποκρούωσίν σε;
256bΠΡΑΞΆΓΟΡΑ: προσκινήσομαι
257ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
258ΓΥΝῊ Α: ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται
259ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.
259bΠΡΑΞΆΓΟΡΑ: ἐξαγκωνιῶ
260bὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
261ΓΥΝῊ Β: ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
262ΓΥΝῊ Α: ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
263ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
264τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
266ΠΡΑΞΆΓΟΡΑ: χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς, ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν
271μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε. ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε
276ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων.
279bΓΥΝῊ Β: εὖ λέγεις· ἡμεῖς δέ γε
280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
281ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς
282γυναῖκας.
282bΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ
283τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
284ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
285ΧΟΡΌΣ: ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
286μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ
287ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
289ΧΟΡΌΣ: χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος, στέργων σκοροδάλμῃ
292βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον. ἀλλʼ ὦ Χαριτιμίδη καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων,
294aσαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ σʼ ἀποδεῖξαι· ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι
297καθεδούμεθʼ, ὡς ἂν χειροτονῶμεν ἅπανθʼ ὁπόσʼ ἂν δέῃ τὰς ἡμετέρας φίλας. καίτοι τί λέγω; φίλους
299aγὰρ χρῆν μʼ ὀνομάζειν.
300ΧΟΡΌΣ: ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκʼ ἔδει λαβεῖν ἐλθόντʼ ὀβολὸν μόνον, καθῆντο λαλοῦντες
302aἐν τοῖς στεφανώμασιν, νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν. ἀλλʼ οὐχί, Μυρωνίδης ὅτʼ ἦρχεν ὁ γεννάδας, οὐδεὶς ἂν ἐτόλμα
305τὰ τῆς πόλεως διοικεῖν ἀργύριον φέρων· ἀλλʼ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ
307aκαὶ δύο κρομμύω καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον ζητοῦσι λαβεῖν, ὅταν πράττωσί τι κοινὸν ὥσ-
310περ πηλοφοροῦντες.
311ΒΛΈΠΥΡΟΣ: τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι; ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
316οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
321ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν. οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
326δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
327ἈΝΉΡ: τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
328ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
Part 6
328bἈΝΉΡ: εἰπέ μοι,
329τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330Κινησίας σου κατατετίληκέν ποθεν;
331ΒΛΈΠΥΡΟΣ: οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
332τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
333ἈΝΉΡ: τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;
333bΒΛΈΠΥΡΟΣ: οὐκ ἔχω φράσαι.
334ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
335ἈΝΉΡ: εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
336ΒΛΈΠΥΡΟΣ: μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
337ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·
338ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
339ἈΝΉΡ: νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ
341φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
342κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
343οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
344ΒΛΈΠΥΡΟΣ: μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,
346ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,
347ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
348ἈΝΉΡ: τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ
349κέκληκεν αὐτὴν τῶν φίλων;
349bΒΛΈΠΥΡΟΣ: γνώμην γʼ ἐμήν.
350ἈΝΉΡ: οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.
351ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ
352ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
353ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
354ΒΛΈΠΥΡΟΣ: κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
355ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
356ἈΝΉΡ: μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
357ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω, ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
362ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα; τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην; ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
367οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
372ΧΡΈΜΗΣ: οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
372bΒΛΈΠΥΡΟΣ: ἐγώ;
373οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
374ΧΡΈΜΗΣ: τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
375ΒΛΈΠΥΡΟΣ: ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
376ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
376bΧΡΈΜΗΣ: ἐξ ἐκκλησίας.
377ΒΛΈΠΥΡΟΣ: ἤδη λέλυται γάρ;
Part 7
377bΧΡΈΜΗΣ: νὴ Δίʼ ὄρθριον μὲν οὖν.
378καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
379γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
380ΒΛΈΠΥΡΟΣ: τὸ τριώβολον δῆτʼ ἔλαβες;
380bΧΡΈΜΗΣ: εἰ γὰρ ὤφελον.
381ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
382μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
383ΒΛΈΠΥΡΟΣ: τὸ δʼ αἴτιον τί;
383bΧΡΈΜΗΣ: πλεῖστος ἀνθρώπων ὄχλος,
384ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
386ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
387ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
388ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
389ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
389bΧΡΈΜΗΣ: πόθεν;
390οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον
391ἁλεκτρυὼν ἐφθέγγετʼ.
391bΒΛΈΠΥΡΟΣ: οἴμοι δείλαιος.
392Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου
393τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
394ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου
395οὕτως ἐν ὥρᾳ ξυνελέγη;
395bΧΡΈΜΗΣ: τί δʼ ἄλλο γʼ ἢ
396ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
397γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως
398πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
399κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
400οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
401καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
402ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;
403ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
404τί δαί με χρῆν δρᾶν;
404bΒΛΈΠΥΡΟΣ: σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ
405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
406σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,
407ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
408ΧΡΈΜΗΣ: μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν· αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν· κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας
413τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε. ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
418ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.
422ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε
423προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
424τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
426ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
427ΧΡΈΜΗΣ: μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
428λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
429δημηγορήσων, κἀπεχείρησεν λέγειν
430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
431εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
432τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
433ἀνεβορβόρυξαν.
433bΒΛΈΠΥΡΟΣ: νοῦν γὰρ εἶχον νὴ Δία.
434ΧΡΈΜΗΣ: ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
435τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
436πολλὰ κακά.
436bΒΛΈΠΥΡΟΣ: καὶ τί εἶπε;
436cΧΡΈΜΗΣ: πρῶτον μέν σʼ ἔφη
437εἶναι πανοῦργον.
437bΒΛΈΠΥΡΟΣ: καὶ σέ;
437cΧΡΈΜΗΣ: μή πω τοῦτʼ ἔρῃ.
438κἄπειτα κλέπτην.
438bΒΛΈΠΥΡΟΣ: ἐμὲ μόνον;
Part 8
438cΧΡΈΜΗΣ: καὶ νὴ Δία
439καὶ συκοφάντην.
439bΒΛΈΠΥΡΟΣ: ἐμὲ μόνον;
439cΧΡΈΜΗΣ: καὶ νὴ Δία
440τωνδὶ τὸ πλῆθος.
440bΒΛΈΠΥΡΟΣ: τίς δὲ τοῦτʼ ἄλλως λέγει;
441ΧΡΈΜΗΣ: γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν
442καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη
443ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,
444σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
445ΒΛΈΠΥΡΟΣ: καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
446ΧΡΈΜΗΣ: ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
447ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα
448μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
449καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
451ΒΛΈΠΥΡΟΣ: νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
452ΧΡΈΜΗΣ: οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
453δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
454ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
455ΒΛΈΠΥΡΟΣ: τί δῆτʼ ἔδοξεν;
455bΧΡΈΜΗΣ: ἐπιτρέπειν γε τὴν πόλιν
456ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
457οὔπω γεγενῆσθαι.
457bΒΛΈΠΥΡΟΣ: καὶ δέδοκται;
457cΧΡΈΜΗΣ: φήμʼ ἐγώ.
458ΒΛΈΠΥΡΟΣ: ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
459ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
459bΧΡΈΜΗΣ: οὕτω ταῦτʼ ἔχει.
460ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
461ΧΡΈΜΗΣ: οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
462ΒΛΈΠΥΡΟΣ: οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
463ΧΡΈΜΗΣ: μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
464σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
465ΒΛΈΠΥΡΟΣ: ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
466μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
467ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
Part 9
467bΧΡΈΜΗΣ: τί δρᾶν;
468ΒΛΈΠΥΡΟΣ: κινεῖν ἑαυτάς.
468bΧΡΈΜΗΣ: ἢν δὲ μὴ δυνώμεθα;
469ΒΛΈΠΥΡΟΣ: ἄριστον οὐ δώσουσι.
469bΧΡΈΜΗΣ: σὺ δέ γε νὴ Δία
470δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
471ΒΛΈΠΥΡΟΣ: τὸ πρὸς βίαν δεινότατον.
471bΧΡΈΜΗΣ: ἀλλʼ εἰ τῇ πόλει
472τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
473ΒΛΈΠΥΡΟΣ: λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
474ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
475ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
476ΧΡΈΜΗΣ: καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
477ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
477bΒΛΈΠΥΡΟΣ: καὶ σύ γʼ ὦ Χρέμης.
478ΧΟΡΌΣ: ἔμβα χώρει.
479ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480στρέφου σκόπει,
481φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
482μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
483ΧΟΡΌΣ: ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε· ἡμῖν δʼ ἂν αἰσχύνην φέροι πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυτὴν καὶ περισκοπουμένη
487aτἀνθένδε καὶ τἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν· τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
492ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
493ΧΟΡΌΣ: ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας, μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ. ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον
498παραβλέπουσα θατέρῳ πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα, καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·
503χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.
504ΠΡΑΞΆΓΟΡΑ: ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν. ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν, ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω, χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
509βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
514ΧΟΡΌΣ: κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
516οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
517ΠΡΑΞΆΓΟΡΑ: περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
518ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
519ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
520ΒΛΈΠΥΡΟΣ: αὕτη πόθεν ἥκεις Πραξαγόρα;
520bΠΡΑΞΆΓΟΡΑ: τί δʼ ὦ μέλε
521σοὶ τοῦθʼ;
521bΒΛΈΠΥΡΟΣ: ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
522ΠΡΑΞΆΓΟΡΑ: οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Part 10
522bΒΛΈΠΥΡΟΣ: οὐκ ἴσως
523ἑνός γε.
523bΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν βασανίσαι τουτί γέ σοι
524ἔξεστι.
524bΒΛΈΠΥΡΟΣ: πῶς;
524cΠΡΑΞΆΓΟΡΑ: εἰ τῆς κεφαλῆς ὄζω μύρου.
525ΒΛΈΠΥΡΟΣ: τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
526ΠΡΑΞΆΓΟΡΑ: οὐ δῆτα τάλαν ἔγωγε.
526bΒΛΈΠΥΡΟΣ: πῶς οὖν ὄρθριον
527ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
528ΠΡΑΞΆΓΟΡΑ: γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
529μετεπέμψατʼ ὠδίνουσα.
529bΒΛΈΠΥΡΟΣ: κᾆτʼ οὐκ ἦν ἐμοὶ
530φράσασαν ἰέναι;
530bΠΡΑΞΆΓΟΡΑ: τῆς λεχοῦς δʼ οὐ φροντίσαι
531οὕτως ἐχούσης ὦνερ;
531bΒΛΈΠΥΡΟΣ: εἰποῦσάν γέ μοι.
532ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.
532bΠΡΑΞΆΓΟΡΑ: μὰ τὼ θεὼ
533ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
534ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
535ΒΛΈΠΥΡΟΣ: εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
536ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
537ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
538μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
539ΠΡΑΞΆΓΟΡΑ: ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
540ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·
541σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
542κατέλιπον ὦνερ.
542bΒΛΈΠΥΡΟΣ: αἱ δὲ δὴ Λακωνικαὶ
543ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
544ΠΡΑΞΆΓΟΡΑ: ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
546καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
547ΒΛΈΠΥΡΟΣ: οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
548ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
549ΠΡΑΞΆΓΟΡΑ: μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
550ΒΛΈΠΥΡΟΣ: ἡκκλησία;
550bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
551ἀτὰρ γεγένηται;
Part 11
551bΒΛΈΠΥΡΟΣ: ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
552φράσαντά σοι χθές;
552bΠΡΑΞΆΓΟΡΑ: ἄρτι γʼ ἀναμιμνῄσκομαι.
553ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
553bΠΡΑΞΆΓΟΡΑ: μὰ Δί ἐγὼ μὲν οὔ.
554ΒΛΈΠΥΡΟΣ: κάθησο τοίνυν σηπίας μασωμένη.
555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
556ΠΡΑΞΆΓΟΡΑ: τί δρᾶν; ὑφαίνειν;
556bΒΛΈΠΥΡΟΣ: οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
556cΠΡΑΞΆΓΟΡΑ: τίνων;
557ΒΛΈΠΥΡΟΣ: ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
558ΠΡΑΞΆΓΟΡΑ: νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
559ἔσται τὸ λοιπόν.
559bΒΛΈΠΥΡΟΣ: κατὰ τί;
559cΠΡΑΞΆΓΟΡΑ: πολλῶν οὕνεκα.
560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
561ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
562οὐ συκοφαντεῖν—
562bΒΛΈΠΥΡΟΣ: μηδαμῶς πρὸς τῶν θεῶν
563τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
564ἈΝΉΡ: ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
565ΠΡΑΞΆΓΟΡΑ: μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
566μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
567μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
568ἈΝΉΡ: νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
569ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
571ΧΟΡΌΣ: νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδʼ ἐπισταμένην ταῖσι φίλαισιν ἀμύνειν. καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην
575δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·
580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
581ΧΟΡΌΣ: ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
582ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
583ΠΡΑΞΆΓΟΡΑ: καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,
584εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.
Part 12
586ΒΛΈΠΥΡΟΣ: περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν
587δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.
588ΠΡΑΞΆΓΟΡΑ: μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,
589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
591κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,
592μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,
593μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ·
594ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
595ΒΛΈΠΥΡΟΣ: πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
595bΠΡΑΞΆΓΟΡΑ: κατέδει πέλεθον πρότερός μου.
596ΒΛΈΠΥΡΟΣ: καὶ τῶν πελέθων κοινωνοῦμεν;
596bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
597τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
598κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.
599εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
601ΒΛΈΠΥΡΟΣ: πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
602καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
602bΠΡΑΞΆΓΟΡΑ: τοῦτʼ ἐς τὸ μέσον καταθήσει.
603καὶ μὴ καταθεὶς ψευδορκήσει.
603bΒΛΈΠΥΡΟΣ: κἀκτήσατο γὰρ διὰ τοῦτο.
604ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
604bΒΛΈΠΥΡΟΣ: κατὰ δὴ τί;
605ΠΡΑΞΆΓΟΡΑ: οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,
606ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
607ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
608ΒΛΈΠΥΡΟΣ: οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
609ΠΡΑΞΆΓΟΡΑ: πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·
610νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
611ΒΛΈΠΥΡΟΣ: ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
612ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
613ξυγκαταδαρθών.
613bΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.
614καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
615bΒΛΈΠΥΡΟΣ: πῶς οὖν οὐ πάντες ἴασιν
616ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
617ΠΡΑΞΆΓΟΡΑ: αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·
618κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.
619ΒΛΈΠΥΡΟΣ: καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;
621ΠΡΑΞΆΓΟΡΑ: οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.
Part 13
622ΒΛΈΠΥΡΟΣ: περὶ τοῦ;
622bΠΡΑΞΆΓΟΡΑ: τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
623ΒΛΈΠΥΡΟΣ: τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν
624μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
626ΠΡΑΞΆΓΟΡΑ: ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
627ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·
628κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
629ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
630ΒΛΈΠΥΡΟΣ: ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
631ΠΡΑΞΆΓΟΡΑ: νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη
632τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
633ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει,
634ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.
635ΒΛΈΠΥΡΟΣ: πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
636ἔσται δυνατὸς διαγιγνώσκειν;
636bΠΡΑΞΆΓΟΡΑ: τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
638ΒΛΈΠΥΡΟΣ: οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
639διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα
640ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;
641ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν
642τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,
643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
644ΒΛΈΠΥΡΟΣ: τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος
645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.
646ΠΡΑΞΆΓΟΡΑ: πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
646bΒΛΈΠΥΡΟΣ: τὸ ποῖον;
647ΠΡΑΞΆΓΟΡΑ: εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
648ΒΛΈΠΥΡΟΣ: οἰμώζοι γʼ ἂν καὶ κωκύοι.
648bΠΡΑΞΆΓΟΡΑ: σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,
649ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ.
650bΒΛΈΠΥΡΟΣ: δεινὸν μέντἂν ἐπεπόνθη.
651τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;
651bΠΡΑΞΆΓΟΡΑ: οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
652ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
653ΒΛΈΠΥΡΟΣ: περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
654ΠΡΑΞΆΓΟΡΑ: τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
Part 14
655ΒΛΈΠΥΡΟΣ: ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
656πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
657ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
657bΒΛΈΠΥΡΟΣ: τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
658ΠΡΑΞΆΓΟΡΑ: κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
659ΒΛΈΠΥΡΟΣ: πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
660ἤν τις ὀφείλων ἐξαρνῆται.
660bΠΡΑΞΆΓΟΡΑ: πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας
661ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
662ΒΛΈΠΥΡΟΣ: νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
663τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
664εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
665ΠΡΑΞΆΓΟΡΑ: ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
666οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
667ΒΛΈΠΥΡΟΣ: οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
667bΠΡΑΞΆΓΟΡΑ: πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
668ΒΛΈΠΥΡΟΣ: οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
668bΠΡΑΞΆΓΟΡΑ: οὐκ ἢν οἴκοι γε καθεύδῃς,
669οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
670ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
671ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
672ΒΛΈΠΥΡΟΣ: οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
672bΠΡΑΞΆΓΟΡΑ: περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
673ΒΛΈΠΥΡΟΣ: τὴν δὲ δίαιταν τίνα ποιήσεις;
673bΠΡΑΞΆΓΟΡΑ: κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
674μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
675ὥστε βαδίζειν ὡς ἀλλήλους.
675bΒΛΈΠΥΡΟΣ: τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
676ΠΡΑΞΆΓΟΡΑ: τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
677ΒΛΈΠΥΡΟΣ: τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
677bΠΡΑΞΆΓΟΡΑ: τοὺς κρατῆρας καταθήσω
679καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
680τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
681ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
Part 15
681bΒΛΈΠΥΡΟΣ: νὴ τὸν Ἀπόλλω χάριέν γε.
682τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
682bΠΡΑΞΆΓΟΡΑ: εἰς τὴν ἀγορὰν καταθήσω·
683κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
684εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·
684aκαι κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,
685aτοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
686ΒΛΈΠΥΡΟΣ: ἵνα κάπτωσιν;
686bΠΡΑΞΆΓΟΡΑ: μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.
687ΒΛΈΠΥΡΟΣ: ὅτῳ δὲ τὸ γράμμα
688μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
689ΠΡΑΞΆΓΟΡΑ: ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν· πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
694προσπίπτουσαι τοῖς ἀπὸ δείπνου τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς· ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία. παρʼ ἐμοὶ δʼ ἑτέρα φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
699καὶ καλλίστη καὶ λευκοτάτη· πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρʼ ἐμοί. τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες καὶ μειρακίοις οἱ φαυλότεροι
703τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος; πάντως οὐδὲν δράσεις ἐλθών· τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας
708διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι.
710ΠΡΑΞΆΓΟΡΑ: φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;
710bΒΛΈΠΥΡΟΣ: πάνυ.
711ΠΡΑΞΆΓΟΡΑ: βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
712ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
713λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
714ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
716ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
717ΒΛΈΠΥΡΟΣ: ἤδη γὰρ εὐωχησόμεσθα;
717bΠΡΑΞΆΓΟΡΑ: φήμʼ ἐγώ.
718ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
719ἁπαξαπάσας.
719bΒΛΈΠΥΡΟΣ: ἵνα τί;
719cΠΡΑΞΆΓΟΡΑ: δῆλον τουτογί·
720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
721καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
722τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
723ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
724κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
725ΒΛΈΠΥΡΟΣ: φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
726ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
727τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
728ἈΝῊΡ Α: ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
729προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
730ἈΝῊΡ Α: χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν, ὅπως ἂν ἐντετριμμένη κανηφορῇς, πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς. ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
735νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται. ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
740πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον. ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον, καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
745τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
746ἈΝῊΡ Β: ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι. οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
751οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει. οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται; πότερον μετοικιζόμενος ἐξενήνοχας αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;
755bἈΝῊΡ Α: οὐδαμῶς.
756ἈΝῊΡ Β: τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ
757Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
758ἈΝῊΡ Α: μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
759ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Part 16
760ἈΝῊΡ Β: μέλλεις ἀποφέρειν;
760bἈΝῊΡ Α: πάνυ γε.
760cἈΝῊΡ Β: κακοδαίμων ἄρʼ εἶ
761νὴ τὸν Δία τὸν σωτῆρα.
761bἈΝῊΡ Α: πῶς;
761cἈΝῊΡ Β: πῶς; ῥᾳδίως.
762ἈΝῊΡ Α: τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
763ἈΝῊΡ Β: ποίοισιν ὦ δύστηνε;
763bἈΝῊΡ Α: τοῖς δεδογμένοις.
764ἈΝῊΡ Β: δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
765ἈΝῊΡ Α: ἀνόητος;
765bἈΝῊΡ Β: οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
766ἁπαξαπάντων.
766bἈΝῊΡ Α: ὅτι τὸ ταττόμενον ποιῶ;
767ἈΝῊΡ Β: τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
768ἈΝῊΡ Α: μάλιστα πάντων.
768bἈΝῊΡ Β: τὸν μὲν οὖν ἀβέλτερον.
769ἈΝῊΡ Α: σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
769bἈΝῊΡ Β: φυλάξομαι,
770πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
771ἈΝῊΡ Α: τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
772τὰ χρήματʼ εἰσίν;
772bἈΝῊΡ Β: ἀλλʼ ἰδὼν ἐπειθόμην.
773ἈΝῊΡ Α: λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
Part 17
77bἈΝῊΡ Β: λέξουσι γάρ.
774ἈΝῊΡ Α: καί φασιν οἴσειν ἀράμενοι.
774bἈΝῊΡ Β: φήσουσι γάρ.
775ἈΝῊΡ Α: ἀπολεῖς ἀπιστῶν πάντʼ.
775bἈΝῊΡ Β: ἀπιστήσουσι γάρ.
776ἈΝῊΡ Α: ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
776bἈΝῊΡ Β: ἐπιτρίψουσι γάρ.
777οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
778οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
779ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
780γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
781ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
782ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν
783οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
784ἈΝῊΡ Α: ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
785ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;
786ἈΝῊΡ Β: ὄντως γὰρ οἴσεις;
786bἈΝῊΡ Α: ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
787τωδὶ ξυνάπτω τὼ τρίποδε.
787bἈΝῊΡ Β: τῆς μωρίας,
788τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
789δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—
789bἈΝῊΡ Α: τί δρᾶν;
790ἈΝῊΡ Β: ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
791ἈΝῊΡ Α: ἵνα δὴ τί;
791bἈΝῊΡ Β: σεισμὸς εἰ γένοιτο πολλάκις
792ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
793παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
794ἈΝῊΡ Α: χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι
795ταῦτα καταθείμην.
795bἈΝῊΡ Β: μὴ γὰρ οὐ λάβῃς ὅποι·
796θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
796bἈΝῊΡ Α: τιή;
797ἈΝῊΡ Β: ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
798ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
799ἈΝῊΡ Α: οἴσουσιν ὦ τᾶν.
Part 18
799bἈΝῊΡ Β: ἢν δὲ μὴ κομίσωσι, τί;
800ἈΝῊΡ Α: ἀμέλει κομιοῦσιν.
800bἈΝῊΡ Β: ἢν δὲ μὴ κομίσωσι, τί;
801ἈΝῊΡ Α: μαχούμεθʼ αὐτοῖς.
801bἈΝῊΡ Β: ἢν δὲ κρείττους ὦσι, τί;
802ἈΝῊΡ Α: ἄπειμʼ ἐάσας.
802bἈΝῊΡ Β: ἢν δὲ πωλῶσʼ αὐτά, τί;
803ἈΝῊΡ Α: διαρραγείης.
803bἈΝῊΡ Β: ἢν διαρραγῶ δέ, τί;
804ἈΝῊΡ Α: καλῶς ποιήσεις.
804bἈΝῊΡ Β: σὺ δʼ ἐπιθυμήσεις φέρειν;
805ἈΝῊΡ Α: ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
806ὁρῶ φέροντας.
806bἈΝῊΡ Β: πάνυ γʼ ἂν οὖν Ἀντισθένης
807αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
808πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
809ἈΝῊΡ Α: οἴμωζε.
809bἈΝῊΡ Β: Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι;
810bἈΝῊΡ Α: πλείω Καλλίου.
811ἈΝῊΡ Β: ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
812ἈΝῊΡ Α: δεινά γε λέγεις.
812bἈΝῊΡ Β: τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
813ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
814οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
815ἈΝῊΡ Α: ἔγωγε.
Part 19
815bἈΝῊΡ Β: τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα
816ἐψηφισάμεθʼ, οὐκ οἶσθα;
816bἈΝῊΡ Α: καὶ κακόν γέ μοι
817τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
818μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
819κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
820ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
821ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
822χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
823ἈΝῊΡ Β: τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
824τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
826κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
827ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
828ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
829πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
830ἈΝῊΡ Α: οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
831νῦν δʼ αἱ γυναῖκες.
831bἈΝῊΡ Β: ἃς ἐγὼ φυλάξομαι
832νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
833ἈΝῊΡ Α: οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
834ΚΗΡΎΚΑΙΝΑ: ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει, χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε· ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι
839ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι, κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†, κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται, λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,
844στέφανοι πλέκονται, φρύγεται τραγήματα, χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται. Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
849ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου· ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
853ἈΝῊΡ Β: οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
854ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
855ἈΝῊΡ Α: καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
856ἈΝῊΡ Β: ἐπὶ δεῖπνον.
856bἈΝῊΡ Α: οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
857πρίν γʼ ἂν ἀπενέγκῃς.
857bἈΝῊΡ Β: ἀλλʼ ἀποίσω.
857cἈΝῊΡ Α: πηνίκα;
858ἈΝῊΡ Β: οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
858bἈΝῊΡ Α: τί δή;
859ἈΝῊΡ Β: ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
860ἈΝῊΡ Α: βαδιεῖ δὲ δειπνήσων ὅμως;
860bἈΝῊΡ Β: τί γὰρ πάθω;
861τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
862τοὺς εὖ φρονοῦντας.
862bἈΝῊΡ Α: ἢν δὲ κωλύσωσι, τί;
863ἈΝῊΡ Β: ὁμόσʼ εἶμι κύψας.
Part 20
863bἈΝῊΡ Α: ἢν δὲ μαστιγῶσι, τί;
864ἈΝῊΡ Β: καλούμεθʼ αὐτάς.
864bἈΝῊΡ Α: ἢν δὲ καταγελῶσι, τί;
865ἈΝῊΡ Β: ἐπὶ ταῖς θύραις ἑστώς—
865bἈΝῊΡ Α: τί δράσεις; εἰπέ μοι.
866ἈΝῊΡ Β: τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
867ἈΝῊΡ Α: βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων
868καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
869ἈΝῊΡ Β: φέρε νυν ἐγώ σοι ξυμφέρω.
869bἈΝῊΡ Α: μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
871ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
872ἈΝῊΡ Β: νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
873ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ
874τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον
876ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
877ΓΡΑΥ͂Σ Α: τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
878ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
879ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
881παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
882παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
883μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
884ΝΕΑ͂ΝΙΣ: νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
885ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε
886ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
887ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
888κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
889ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
890ΓΡΑΥ͂Σ Α: τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
891φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
892ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
893ΓΡΑΥ͂Σ Α: εἴ τις ἀγαθὸν βούλεται παθεῖν
894τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
895οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
896ἀλλʼ ἐν ταῖς πεπείραις·
897οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ
898τὸν φίλον ᾧπερ ξυνείην,
899ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
900ΝΕΑ͂ΝΙΣ: μὴ φθόνει ταῖσιν νέαισι.
901τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
902τοῖς ἁπαλοῖσι μηροῖς
903κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,
904παραλέλεξαι κἀντέτριψαι,
905τῷ θανάτῳ μέλημα.
906ΓΡΑΥ͂Σ Α: ἐκπέσοι σου τὸ τρῆμα
907τό τʼ ἐπίκλιντρον ἀποβάλοιο
908βουλομένη σποδεῖσθαι,
909κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
910καὶ προσελκύσαιο [...]
910aβουλομένη φιλῆσαι.
911ΝΕΑ͂ΝΙΣ: αἰαῖ τί ποτε πείσομαι;
912οὐχ ἥκει μοὐταῖρος·
913μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ
914γὰρ μοι μήτηρ ἄλλῃ
915βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
915aἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει
916τὸν Ὀρθαγόραν, ὅπως
917σαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.
918ΓΡΑΥ͂Σ Α: ἤδη τὸν ἀπʼ Ἰωνίας
919τρόπον τάλαινα κνησιᾷς·
919a[...]
919aa[...]
920bδοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
921ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο
922τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν
923ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
924ΝΕΑ͂ΝΙΣ: ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·
925οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
926ΓΡΑΥ͂Σ Α: οὔκουν ἐπʼ ἐκφοράν γε.
Part 21
926bΝΕΑ͂ΝΙΣ: καινόν γʼ ὦ σαπρά.
927ΓΡΑΥ͂Σ Α: οὐ δῆτα.
927bΝΕΑ͂ΝΙΣ: τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
928ΓΡΑΥ͂Σ Α: οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
928bΝΕΑ͂ΝΙΣ: ἀλλὰ τί;
929ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
930ΓΡΑΥ͂Σ Α: τί μοι διαλέγει;
930bΝΕΑ͂ΝΙΣ: σὺ δὲ τί διακύπτεις;
930cΓΡΑΥ͂Σ Α: ἐγώ;
931ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
932ΝΕΑ͂ΝΙΣ: σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
933ΓΡΑΥ͂Σ Α: δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
934ΝΕΑ͂ΝΙΣ: ὁδὶ γὰρ αὐτός ἐστιν.
934bΓΡΑΥ͂Σ Α: οὐ σοῦ γʼ ὦλεθρε
935δεόμενος οὐδέν.
935bΝΕΑ͂ΝΙΣ: νὴ Δίʼ ὦ φθίνυλλα σὺ
936δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
937ΓΡΑΥ͂Σ Α: κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
938ΝΕΑΝΊΑΣ: εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
939καὶ μὴ δʼει πρότερον διασποδῆσαι
940ἀνάσιμον ἢ πρεσβυτέραν·
941οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
942ΓΡΑΥ͂Σ Α: οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
943οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
944κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
946ΓΡΑΥ͂Σ Α: ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.
947ΝΕΑΝΊΑΣ: εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
948ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
949ΝΕΑ͂ΝΙΣ: ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
950φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.
951ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
952ΝΕΑ͂ΝΙΣ: δεῦρο δὴ δεῦρο δή,
952aφίλον ἐμόν, δεῦρό μοι
953πρόσελθε καὶ ξύνευνος
953aτὴν εὐφρόνην ὅπως ἔσει.
954πάνυ γάρ τις ἔρως με δονεῖ
955τῶνδε τῶν σῶν βοστρύχων.
956ἄτοπος δʼ ἔγκειταί μοί τις
957πόθος, ὅς με διακναίσας ἔχει.
958μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
959καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
959aτὴν ἐμὴν ἱκέσθαι.
Part 22
960ΝΕΑΝΊΑΣ: δεῦρο δὴ δεῦρο δή,
961καὶ σύ μοι καταδραμοῦσα
961aτὴν θύραν ἄνοιξον
962τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
963φίλον, ἀλλʼ ἐν τῷ σῷ
964βούλομαι κόλπῳ πληκτίζεσθαι
965μετὰ τῆς σῆς πυγῆς.
966Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
967μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
968καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
968aτὴν ἐμὴν ἱκέσθαι.
969ΝΕΑ͂ΝΙΣ: καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
971ἄνοιξον ἀσπάζου με·
971aδιά τοι σὲ πόνους ἔχω.
972ΝΕΑΝΊΑΣ: ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
973μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
974ἄνοιξον ἀσπάζου με·
975διά τοι σὲ πόνους ἔχω.
976ΓΡΑΥ͂Σ Α: οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
976bΝΕΑΝΊΑΣ: πόθεν;
977ΓΡΑΥ͂Σ Α: καὶ τὴν θύραν γʼ ἤραττες.
977bΝΕΑΝΊΑΣ: ἀποθάνοιμʼ ἄρα.
978ΓΡΑΥ͂Σ Α: τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
979ΝΕΑΝΊΑΣ: Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
979bΓΡΑΥ͂Σ Α: τίνα;
980ΝΕΑΝΊΑΣ: οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
981ΓΡΑΥ͂Σ Α: νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
982ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
983εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
984τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
985ΓΡΑΥ͂Σ Α: ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·
986νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
987ΝΕΑΝΊΑΣ: τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
988ΓΡΑΥ͂Σ Α: ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
989ΝΕΑΝΊΑΣ: οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
990ΓΡΑΥ͂Σ Α: ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
991ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
992ΓΡΑΥ͂Σ Α: οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
993θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
Part 23
994ΝΕΑΝΊΑΣ: ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
994bΓΡΑΥ͂Σ Α: τίνα;
995ΝΕΑΝΊΑΣ: τὸν τῶν γραφέων ἄριστον.
995bΓΡΑΥ͂Σ Α: οὗτος δʼ ἔστι τίς;
996ΝΕΑΝΊΑΣ: ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
997ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
998ΓΡΑΥ͂Σ Α: οἶδʼ οἶδʼ ὅ τι βούλει.
998bΝΕΑΝΊΑΣ: καὶ γὰρ ἐγώ σε νὴ Δία.
999ΓΡΑΥ͂Σ Α: μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,
1000μὴ ʼγώ σʼ ἀφήσω.
1000bΝΕΑΝΊΑΣ: παραφρονεῖς ὦ γρᾴδιον.
1001ΓΡΑΥ͂Σ Α: ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
1002ΝΕΑΝΊΑΣ: τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
1003ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
1004ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
1005ΓΡΑΥ͂Σ Α: μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.
1006ΝΕΑΝΊΑΣ: ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
1007τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
1008ΓΡΑΥ͂Σ Α: νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ
1009τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
1010ΝΕΑΝΊΑΣ: ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
1011κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.
1011bΓΡΑΥ͂Σ Α: ἀλλὰ νὴ Δία
1012ἀναγκάσει τουτί σε.
1012bΝΕΑΝΊΑΣ: τοῦτο δʼ ἔστι τί;
1013ΓΡΑΥ͂Σ Α: ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
1014ΝΕΑΝΊΑΣ: λέγʼ αὐτὸ τί ποτε κἄστι.
1014bΓΡΑΥ͂Σ Α: καὶ δή σοι λέγω.
1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
1016νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
1017τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ
1018πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,
1019ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
Part 24
1021ΝΕΑΝΊΑΣ: οἴμοι Προκρούστης τήμερον γενήσομαι.
1022ΓΡΑΥ͂Σ Α: τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
1023ΝΕΑΝΊΑΣ: τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν
1024ἢ τῶν φίλων ἐλθών τις;
1024bΓΡΑΥ͂Σ Α: ἀλλʼ οὐ κύριος
1025ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
1026ΝΕΑΝΊΑΣ: ἐξωμοσία δʼ οὐκ ἔστιν;
1026bΓΡΑΥ͂Σ Α: οὐ γὰρ δεῖ στροφῆς.
1027ΝΕΑΝΊΑΣ: ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
1027bΓΡΑΥ͂Σ Α: κλάων γε σύ.
1028ΝΕΑΝΊΑΣ: τί δῆτα χρὴ δρᾶν;
1028bΓΡΑΥ͂Σ Α: δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
1029ΝΕΑΝΊΑΣ: καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
1029bΓΡΑΥ͂Σ Α: Διομήδειά γε.
1030ΝΕΑΝΊΑΣ: ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
1031καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
1032καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
1033ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
1034ΓΡΑΥ͂Σ Α: ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
1035ΝΕΑΝΊΑΣ: νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·
1036οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
1037ΝΕΑ͂ΝΙΣ: ποῖ τοῦτον ἕλκεις;
1037bΓΡΑΥ͂Σ Α: τὸν ἐμὸν αὐτῆς εἰσάγω.
1038ΝΕΑ͂ΝΙΣ: οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
1039παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
1041ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
1042τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
1043ΓΡΑΥ͂Σ Α: ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
1044ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
1045ΝΕΑΝΊΑΣ: νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
1046ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
1047ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
1048μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Part 25
1049ΓΡΑΥ͂Σ Β: αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
1051πρότερον καθεύδειν αὐτόν;
1051bΝΕΑΝΊΑΣ: οἴμοι δείλαιος.
1052πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
1053τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
1054ΓΡΑΥ͂Σ Β: βάδιζε δεῦρο.
1054bΝΕΑΝΊΑΣ: μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.
1055bΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐκ ἐγώ,
1056ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
1056bΝΕΑΝΊΑΣ: οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις
1057ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
1058ΓΡΑΥ͂Σ Β: ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
1059ΝΕΑΝΊΑΣ: ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
1061αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα
1062ὑπὸ τοῦ δέους.
1062bΓΡΑΥ͂Σ Β: θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.
1063ΝΕΑΝΊΑΣ: δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
1064ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο
1065ἀξιόχρεως.
1065bΓΡΑΥ͂Σ Β: μή μοι καθίστη.
1065cΓΡΑΥ͂Σ Γ: ποῖ σὺ ποῖ
1066χωρεῖς μετὰ ταύτης;
1066bΝΕΑΝΊΑΣ: οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
1067ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,
1068ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις
1069ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
1070τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
1071ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;
1072πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
1073ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
1074ΓΡΑΥ͂Σ Γ: μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.
1074bΓΡΑΥ͂Σ Β: δευρὶ μὲν οὖν.
1075ΓΡΑΥ͂Σ Γ: ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
1075bΓΡΑΥ͂Σ Β: οὐδὲ μὴν ἐγώ.
1076ΝΕΑΝΊΑΣ: διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
1077ΓΡΑΥ͂Σ Β: ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
1078ΓΡΑΥ͂Σ Γ: οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
Part 26
1079ΝΕΑΝΊΑΣ: ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
1081ΓΡΑΥ͂Σ Γ: αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
1082ΝΕΑΝΊΑΣ: ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
1083ΓΡΑΥ͂Σ Β: οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.
1083bΝΕΑΝΊΑΣ: ἀφέτω νύν μʼ αὑτηί.
1084ΓΡΑΥ͂Σ Γ: δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.
1084bΝΕΑΝΊΑΣ: ἢν ἡδί μʼ ἀφῇ.
1085ΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.
1085bΓΡΑΥ͂Σ Γ: οὐδὲ μὴν ἐγώ.
1086ΝΕΑΝΊΑΣ: χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.
1086bΓΡΑΥ͂Σ Β: τιή;
1087ΝΕΑΝΊΑΣ: ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
1088ΓΡΑΥ͂Σ Β: σιγῇ βάδιζε δεῦρο.
1088bΓΡΑΥ͂Σ Γ: μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
1089ΝΕΑΝΊΑΣ: τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
1091πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
1092ΓΡΑΥ͂Σ Β: καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
1093ΝΕΑΝΊΑΣ: οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
1094ἑλκόμενός εἰμʼ.
1094bΓΡΑΥ͂Σ Β: ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
1095bΝΕΑΝΊΑΣ: μὴ πρὸς θεῶν·
1096ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
1097ΓΡΑΥ͂Σ Γ: νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
Part 27
1098ΝΕΑΝΊΑΣ: ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
1103νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων, θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
1108καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
1112ΘΕΡΑΠΑΊΝΑ: ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ, αὐτή τέ μοι δέσποινα μακαριωτάτη, ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις οἱ γείτονές τε πάντες οἵ τε δημόται, ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
1117ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον· τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·
1122ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί. κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ. ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην, τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
1127ΧΟΡΌΣ: αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
1128ΘΕΡΑΠΑΊΝΑ: μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
1129ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
1130ΒΛΈΠΥΡΟΣ: ἐγώ;
1130bΘΕΡΑΠΑΊΝΑ: σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
1131τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
1132ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
1133ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
1134ΧΟΡΌΣ: εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
1135ΘΕΡΑΠΑΊΝΑ: ποῖ ποῖ βαδίζεις;
1135bΒΛΈΠΥΡΟΣ: ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
1136ΘΕΡΑΠΑΊΝΑ: νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
1137ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
1138ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
1139οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
1141καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
1142καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
1143ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
1144ΒΛΈΠΥΡΟΣ: οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
1146καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
1147τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
1148ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
1149ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
1150ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
1151ΧΟΡΌΣ: τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
1152τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
1153ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
1154σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
1155ΧΟΡΌΣ: τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
1156τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
1157σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
1158μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
1159ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
1161μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
1162αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
1163ΧΟΡΌΣ: ὦ ὦ ὥρα δή,
1164ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
1166καὶ σὺ κίνει.
1166bΒΛΈΠΥΡΟΣ: τοῦτο δρῶ.
1166cΧΟΡΌΣ: καὶ τάσδε νῦν [...]
1167[...] λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
1168ΧΟΡΌΣ: τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεο- κρανιολειψανοδριμυποτριμματο- σιλφιοτυρομελιτοκατακεχυμενο- κιχλεπικοσσυφοφαττοπεριστερα-
1173λεκτρυονοπτεκεφαλλιοκιγκλοπε- λειολαγῳοσιραιοβαφητραγα- νοπτερυγών· σὺ δὲ ταῦτʼ ἀκροασάμενος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον· εἶτα λαβὼν κόνισαι
1178λέκιθον, ἵνʼ ἐπιδειπνῇς· ἀλλὰ λαιμάττουσί που. αἴρεσθʼ ἄνω, ἰαὶ εὐαί. δειπνήσομεν, εὐοῖ εὐαί, εὐαί, ὡς ἐπὶ νίκῃ·
1183εὐαί, εὐαί, εὐαί, εὐαί.