Contents — 27 sections
Part 1
1ΣΩΣΊΑΣ: Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
2ΞΑΝΘΊΑΣ: φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
3ΣΩΣΊΑΣ: κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
4ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
5ΞΑΝΘΊΑΣ: οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
6ΣΩΣΊΑΣ: σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
7κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
8ΞΑΝΘΊΑΣ: ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
9ΣΩΣΊΑΣ: οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
10ΞΑΝΘΊΑΣ: τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
11κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
12Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
13καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
14ΣΩΣΊΑΣ: κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
15ἀτὰρ σὺ λέξον πρότερος.
15bΞΑΝΘΊΑΣ: ἐδόκουν αἰετὸν
16καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
17ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
18φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
19κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
20ΣΩΣΊΑΣ: οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
21ΞΑΝΘΊΑΣ: πῶς δή;
21bΣΩΣΊΑΣ: προσερεῖ τις τοῖσι συμπόταις, λέγων
22τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
23κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
24ΞΑΝΘΊΑΣ: οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
25ἰδόντι τοιοῦτον ἐνύπνιον;
25bΣΩΣΊΑΣ: μὴ φροντίσῃς.
26οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
27ΞΑΝΘΊΑΣ: δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
28ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
28bΣΩΣΊΑΣ: ἀλλʼ ἐστὶν μέγα.
29περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
30ΞΑΝΘΊΑΣ: λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
31ΣΩΣΊΑΣ: ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
32ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
33βακτηρίας ἔχοντα καὶ τριβώνια·
34κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
35δημηγορεῖν φάλαινα πανδοκεύτρια,
36ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
37ΞΑΝΘΊΑΣ: αἰβοῖ.
Part 2
37bΣΩΣΊΑΣ: τί ἔστι;
37cΞΑΝΘΊΑΣ: παῦε παῦε, μὴ λέγε·
38ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
39ΣΩΣΊΑΣ: εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
40ἵστη βόειον δημόν.
40bΞΑΝΘΊΑΣ: οἴμοι δείλαιος·
41τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
42ΣΩΣΊΑΣ: ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
43χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
44εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
45ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
46ΞΑΝΘΊΑΣ: ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
47ΣΩΣΊΑΣ: οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
48γιγνόμενος;
48bΞΑΝΘΊΑΣ: ἥκιστʼ, ἀλλʼ ἄριστον.
48cΣΩΣΊΑΣ: πῶς;
48dΞΑΝΘΊΑΣ: ὅπως;
49ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·
50οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
51ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;
52ΣΩΣΊΑΣ: εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι
53οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
54ΞΑΝΘΊΑΣ: φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
59δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης· οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
64ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
69οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν, ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
74Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
76ΣΩΣΊΑΣ: μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
77ΞΑΝΘΊΑΣ: οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
78ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
79εἶναι φιλοπότην αὐτόν.
79bΣΩΣΊΑΣ: οὐδαμῶς γʼ, ἐπεὶ
80αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
81ΞΑΝΘΊΑΣ: Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
82εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
83ΣΩΣΊΑΣ: μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
84ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
85ΞΑΝΘΊΑΣ: ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
90ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην. ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
100τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα. εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο. εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα. μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
120ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν, ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
136ΒΔΕΛΥΚΛΈΩΝ: ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
137ΞΑΝΘΊΑΣ: οἴμοι.
Part 3
137bΣΩΣΊΑΣ: τί ἔστι;
137cΞΑΝΘΊΑΣ: Βδελυκλέων ἀνίσταται.
138ΒΔΕΛΥΚΛΈΩΝ: οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
139ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
141κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
142σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
142bΣΩΣΊΑΣ: ταῦτʼ ὦ δέσποτα.
143ΒΔΕΛΥΚΛΈΩΝ: ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
144οὗτος τίς εἶ σύ;
144bΦΙΛΟΚΛΈΩΝ: καπνὸς ἔγωγʼ ἐξέρχομαι.
145ΒΔΕΛΥΚΛΈΩΝ: καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.
145bΦΙΛΟΚΛΈΩΝ: συκίνου.
146ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
147ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
148δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
149ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
150ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,
151ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
152ΣΩΣΊΑΣ: ὅδε τὴν θύραν ὠθεῖ·
152bΒΔΕΛΥΚΛΈΩΝ: πιέζέ νυν σφόδρα,
153εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
154καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
156ΦΙΛΟΚΛΈΩΝ: τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
157δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
158ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
158bΦΙΛΟΚΛΈΩΝ: ὁ γὰρ θεὸς
159μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
161ΒΔΕΛΥΚΛΈΩΝ: Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
162ΦΙΛΟΚΛΈΩΝ: ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
163ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
164ΦΙΛΟΚΛΈΩΝ: διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
165ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
165bΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος·
166τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
167ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
Part 4
168ΒΔΕΛΥΚΛΈΩΝ: ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
169ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι
170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
171νουμηνία γάρ ἐστιν.
171bΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν κἂν ἐγὼ
172αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
172bΦΙΛΟΚΛΈΩΝ: οὐχ ὥσπερ γʼ ἐγώ.
173ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄμεινον.
173bΦΙΛΟΚΛΈΩΝ: ἀλλὰ τὸν ὄνον ἔξαγε.
174ΣΩΣΊΑΣ: οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175ἵνʼ αὐτὸν ἐκπέμψειας.
175bΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔσπασεν
176ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
177ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
178ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
179κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
181Ὀδυσσέα τινʼ;
181bΣΩΣΊΑΣ: ἀλλὰ ναὶ μὰ Δία φέρει
182κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
183ΒΔΕΛΥΚΛΈΩΝ: ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
184τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
184bΦΙΛΟΚΛΈΩΝ: Οὖτις νὴ Δία.
185ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις σύ; ποδαπός;
185bΦΙΛΟΚΛΈΩΝ: Ἴθακος Ἀποδρασιππίδου.
186ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
187ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
188ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
189ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
190ΦΙΛΟΚΛΈΩΝ: εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
191ΒΔΕΛΥΚΛΈΩΝ: περὶ τοῦ μαχεῖ νῷν δῆτα;
191bΦΙΛΟΚΛΈΩΝ: περὶ ὄνου σκιᾶς.
192ΒΔΕΛΥΚΛΈΩΝ: πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
193ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
194νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
195ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
196ΒΔΕΛΥΚΛΈΩΝ: ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Part 5
197ΦΙΛΟΚΛΈΩΝ: ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
198ΒΔΕΛΥΚΛΈΩΝ: ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
199ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
201καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
202ἀνύσας τι προσκύλισον.
202bΣΩΣΊΑΣ: οἴμοι δείλαιος·
203πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
204ΒΔΕΛΥΚΛΈΩΝ: ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
205ΣΩΣΊΑΣ: μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
206ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
207ΒΔΕΛΥΚΛΈΩΝ: οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
208ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
209σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
211ΣΩΣΊΑΣ: ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
212κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
213τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
214ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
216τὸν πατέρα.
216bΣΩΣΊΑΣ: τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
217ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
218ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
219λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
221οἷς ἐκκαλοῦνται τοῦτον.
221bΣΩΣΊΑΣ: οὐκοῦν, ἢν δέῃ,
222ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
223ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
224τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
226ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
227πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
228ΣΩΣΊΑΣ: μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
229πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
230ΧΟΡΌΣ: χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις. μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος· νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
235πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον, κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
248ΠΑΊΣ: τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
249ΧΟΡΌΣ: κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
250ΠΑΊΣ: οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
251ΧΟΡΌΣ: τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
252καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
253οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
254ΠΑΊΣ: εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
255ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
256κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
257τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
258ΧΟΡΌΣ: ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω. ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι· κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
263φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
268οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
Part 6
273ΧΟΡΌΣ: τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
274μῶν ἀπολώλεκε τὰς
275ἐμβάδας, ἢ προσέκοψʼ ἐν
275aτῷ σκότῳ τὸν δάκτυλόν που,
276εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
276aτὸ σφυρὸν γέροντος ὄντος;
277καὶ τάχʼ ἂν βουβωνιῴη.
278ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
278aκαὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
279ἀλλʼ ὁπότʼ ἀντιβολοίη
279aτις, κάτω κύπτων ἂν οὕτω
280λίθον ἕψεις, ἔλεγεν.
281ΧΟΡΌΣ: τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ τἀν Σάμῳ πρῶτος κατείποι, διὰ τοῦτʼ ὀδυνηθεὶς
284εἶτʼ ἴσως κεῖται πυρέττων. ἔστι γὰρ τοιοῦτος ἁνήρ. ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν ἔσθιε μηδʼ ἀγανάκτει. καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
288τῶν προδόντων τἀπὶ Θρᾴκης· ὃν ὅπως ἐγχυτριεῖς. ὕπαγʼ ὦ παῖ ὕπαγε.
291ΠΑΊΣ: ἐθελήσεις τί μοι οὖν ὦ
292πάτερ, ἤν σού τι δεηθῶ;
293ΧΟΡΌΣ: πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,
294τί βούλει με πρίασθαι
295καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους
295aδήπουθεν ὦ παῖ.
296ΠΑΊΣ: μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
297ἥδιον γάρ.
297bΧΟΡΌΣ: οὐκ ἂν
298μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
299ΠΑΊΣ: μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
300ΧΟΡΌΣ: ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
301τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
302ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
303ΠΑΊΣ: ἄγε νυν ὦ πάτερ ἢν μὴ
304τὸ δικαστήριον ἅρχων
305καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ
306ἄριστον; ἔχεις ἐλπίδα
307χρηστήν τινα νῷν ἢ
308πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
309ΧΟΡΌΣ: ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ
311ὁπόθεν γε δεῖπνον ἔσται.
312ΠΑΊΣ: τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
313ΧΟΡΌΣ: ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
314ΠΑΊΣ: ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
315ἒ ἔ. πάρα νῷν στενάζειν.
316ΦΙΛΟΚΛΈΩΝ: φίλοι, τήκομαι μὲν πάλαι διὰ τῆς ὀπῆς ὑμῶν ὑπακούων. ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ ᾄδειν. τί ποιήσω;
319τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ βούλομαί γε πάλαι μεθʼ ὑμῶν ἐλθὼν ἐπὶ τοὺς καδίσκους κακόν τι ποιῆσαι. ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
324ἤ με ποίησον καπνὸν ἐξαίφνης ἢ Προξενίδην ἢ τὸν Σέλλου τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον ἄναξ χαρίσασθαί μοι, πάθος οἰκτίρας· ἤ με κεραυνῷ
329διατινθαλέῳ σπόδισον ταχέως, κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν· ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ τὰς χοιρίνας ἀριθμοῦσι.
334ΧΟΡΌΣ: τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
334aκἀποκλῄων τῇ θύρᾳ; λέξον·
335πρὸς εὔνους γὰρ φράσεις.
336ΦΙΛΟΚΛΈΩΝ: οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
337οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
338ΧΟΡΌΣ: τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
339καὶ τίνα πρόφασιν ἔχων;
340ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
341ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
342ΧΟΡΌΣ: τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν
342aὁ Δημολογοκλέων ὅδʼ,
343ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
343aἀληθές. οὐ γὰρ ἄν ποθʼ
344οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν
344aλέγειν, εἰ
345μὴ ξυνωμότης τις ἦν.
346ΧΟΡΌΣ: ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
347ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Part 7
348ΦΙΛΟΚΛΈΩΝ: τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
349οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
350ΧΟΡΌΣ: ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,
351εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
352ΦΙΛΟΚΛΈΩΝ: πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
353ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
354ΧΟΡΌΣ: μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
355ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
356ΦΙΛΟΚΛΈΩΝ: οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
357ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
358ΦΙΛΟΚΛΈΩΝ: κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
359φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360ἄνδρες ὁπλῖται διαταξάμενοι
361κατὰ τὰς διόδους σκοπιωροῦνται,
362τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
363ὥσπερ με γαλῆν κρέα κλέψασαν
364τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
365ΧΟΡΌΣ: ἀλλὰ καὶ νῦν ἐκπόριζε
366μηχανὴν ὅπως τάχισθʼ· ἕως
366aγάρ, ὦ μελίττιον.
367ΦΙΛΟΚΛΈΩΝ: διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
368ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
369ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
370ἀλλʼ ἔπαγε τὴν γνάθον.
371ΦΙΛΟΚΛΈΩΝ: διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
372ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
373ΧΟΡΌΣ: μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
374ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
374aτι, ποιήσω δακεῖν τὴν
375καρδίαν καὶ τὸν περὶ ψυχῆς
376δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
377μὴ πατεῖν τὰ
378τοῖν θεοῖν ψηφίσματα.
379ΧΟΡΌΣ: ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
380δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
381ΦΙΛΟΚΛΈΩΝ: ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
382κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
383ΧΟΡΌΣ: ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
384ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
385ΦΙΛΟΚΛΈΩΝ: δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
386ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
387ΧΟΡΌΣ: οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει
388σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
389ΦΙΛΟΚΛΈΩΝ: ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
390τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
391ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,
392κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
393ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
394κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
395ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος ἐγείρου.
395bΞΑΝΘΊΑΣ: τί τὸ πρᾶγμʼ;
395cΒΔΕΛΥΚΛΈΩΝ: ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Part 8
396ΞΑΝΘΊΑΣ: μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
396bΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
397αὑτὸν δήσας.
397bΞΑΝΘΊΑΣ: ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
398ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
399ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
400ΦΙΛΟΚΛΈΩΝ: οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
401ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
402πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
403ΧΟΡΌΣ: εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν; νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζόμεσθα, κέντρον †ἐντέτατʼ ὀξύ†.
408ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε, καὶ κελεύετʼ αὐτὸν ἥκειν ὡς ἐπʼ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι
413τόνδε λόγον ἐσφέρει, μὴ δικάζειν δίκας.
415ΒΔΕΛΥΚΛΈΩΝ: ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
416ΧΟΡΌΣ: νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
416bΒΔΕΛΥΚΛΈΩΝ: ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
417ΧΟΡΌΣ: ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
418ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
419κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
420ΞΑΝΘΊΑΣ: Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
421ΒΔΕΛΥΚΛΈΩΝ: οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
422ΧΟΡΌΣ: καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
423δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
424ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
426ΞΑΝΘΊΑΣ: τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
427ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
428ΧΟΡΌΣ: ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
429τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
430ΦΙΛΟΚΛΈΩΝ: εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
431οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
432οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
433ΒΔΕΛΥΚΛΈΩΝ: ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
434καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
435εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
436ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
437ΧΟΡΌΣ: εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
438ΦΙΛΟΚΛΈΩΝ: ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
439περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
440οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
441ΧΟΡΌΣ: εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
442δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
443πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
444διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
446ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
447οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Part 9
448ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
449οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς,
451ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
452ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
453ΧΟΡΌΣ: ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,
454οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος
455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
456ΒΔΕΛΥΚΛΈΩΝ: παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
457ΞΑΝΘΊΑΣ: ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
458ΣΩΣΊΑΣ: οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
459ΞΑΝΘΊΑΣ: καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
461ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
462εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
463ΧΟΡΌΣ: ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
464τοῖς πένησιν, ἡ τυραννὶς
465†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
466εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
467τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
468οὔτε τινʼ ἔχων πρόφασιν
469οὔτε λόγον εὐτράπελον,
470αὐτὸς ἄρχων μόνος;
471ΒΔΕΛΥΚΛΈΩΝ: ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
472ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
473ΧΟΡΌΣ: σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
475καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
477ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
478μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
480ΧΟΡΌΣ: οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
481τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
482ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
483ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
484ΒΔΕΛΥΚΛΈΩΝ: ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
486ΧΟΡΌΣ: οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
487ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
488ΒΔΕΛΥΚΛΈΩΝ: ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ, ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν· νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
493ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ, εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας· ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
498εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι, ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
500ΞΑΝΘΊΑΣ: κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
501ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
502ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
503ΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
504τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
506ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
507ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
508ΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
509ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
510οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
511δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
512ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
513ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
514ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
515ΦΙΛΟΚΛΈΩΝ: ἐξαμαρτάνω δικάζων;
Part 10
515bΒΔΕΛΥΚΛΈΩΝ: καταγελώμενος μὲν οὖν
516οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
517ἀλλὰ δουλεύων λέληθας.
517bΦΙΛΟΚΛΈΩΝ: παῦε δουλείαν λέγων,
518ὅστις ἄρχω τῶν ἁπάντων.
518bΒΔΕΛΥΚΛΈΩΝ: οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
519οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
520ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
521ΦΙΛΟΚΛΈΩΝ: πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
521bΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ἐγώ.
522ἄφετέ νυν ἅπαντες αὐτόν.
522bΦΙΛΟΚΛΈΩΝ: καὶ ξίφος γέ μοι δότε.
523ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
524ΒΔΕΛΥΚΛΈΩΝ: εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
525ΦΙΛΟΚΛΈΩΝ: μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
526ΧΟΡΌΣ: νῦν δὴ τὸν ἐκ θἠμετέρου
527γυμνασίου δεῖ τι λέγειν
528καινόν, ὅπως φανήσει —
529ΒΔΕΛΥΚΛΈΩΝ: ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
531ΧΟΡΌΣ: μὴ κατὰ τὸν νεανίαν
532τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
533σοι μέγας ἐστὶν ἁγὼν
534καὶ περὶ τῶν ἁπάντων,
535εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
536σʼ ἐθέλει κρατῆσαι.
537ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
538ΦΙΛΟΚΛΈΩΝ: τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
540ΧΟΡΌΣ: οὐκέτι πρεσβυτῶν ὄχλος
541χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
542σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
543θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
545κελύφη.
546ΧΟΡΌΣ: ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
547τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
548ΦΙΛΟΚΛΈΩΝ: καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας. τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος; ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοις
553ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν· ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες· ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλου ἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼ
558ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
559ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
560ΦΙΛΟΚΛΈΩΝ: εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν. φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ; οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· † οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον· οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·
570τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι· εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις· εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.
575ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
576ΒΔΕΛΥΚΛΈΩΝ: δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·
577καὶ τἀγαθά μοι μέμνησʼ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
578ΦΙΛΟΚΛΈΩΝ: παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησʼ ἀπιοῦσι.
583κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδʼ ἐπίκληρον, κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.
Part 11
588ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
589τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
590ΦΙΛΟΚΛΈΩΝ: ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι· εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
595εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας· αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει. σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
600τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ. σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
603ΒΔΕΛΥΚΛΈΩΝ: ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
604πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
605ΦΙΛΟΚΛΈΩΝ: ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην, ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
610καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί, ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
615τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν. ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
621ΦΙΛΟΚΛΈΩΝ: ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς; ἢν γοῦν ἡμεῖς θορυβήσωμεν, πᾶς τίς φησιν τῶν παριόντων, οἷον βροντᾷ τὸ δικαστήριον, ὦ Ζεῦ βασιλεῦ.
626κἂν ἀστράψω, ποππύζουσιν κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες καὶ πάνυ σεμνοί. καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός· νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
630ἀπολοίμην εἴ σε δέδοικα.
631ΧΟΡΌΣ: οὐπώποθʼ οὕτω καθαρῶς
632οὐδενὸς ἠκούσαμεν οὐδὲ
633ξυνετῶς λέγοντος.
634ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
635καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
636ΧΟΡΌΣ: ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
637κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
638ηὐξανόμην ἀκούων,
639κἀν μακάρων δικάζειν
640αὐτὸς ἔδοξα νήσοις,
641ἡδόμενος λέγοντι.
642ΦΙΛΟΚΛΈΩΝ: ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
643ΒΔΕΛΥΚΛΈΩΝ: ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
644ΧΟΡΌΣ: δεῖ δέ σε παντοίας πλέκειν
645εἰς ἀπόφυξιν παλάμας.
646τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
646aχαλεπὸν νεανίᾳ
647μὴ πρὸς ἐμοῦ λέγοντι.
648ΧΟΡΌΣ: πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
649ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
650ΒΔΕΛΥΚΛΈΩΝ: χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς
651ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
652ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
652bΦΙΛΟΚΛΈΩΝ: παῦσαι καὶ μὴ πατέριζε.
653εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
654οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.
655ΒΔΕΛΥΚΛΈΩΝ: ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·
656καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
657τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
658κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
659πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
661ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
662ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
663γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
664ΦΙΛΟΚΛΈΩΝ: οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.
665ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ μέντοι.
665bΦΙΛΟΚΛΈΩΝ: καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
666ΒΔΕΛΥΚΛΈΩΝ: ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
671δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω. σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων. οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
676ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν· σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
680ΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα.
681ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Part 12
682ΒΔΕΛΥΚΛΈΩΝ: οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας; σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει,
687ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται· αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
692καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
696ΦΙΛΟΚΛΈΩΝ: ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
697καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
698ΒΔΕΛΥΚΛΈΩΝ: σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι, ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
703βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι, ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
708τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου. νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
713ΦΙΛΟΚΛΈΩΝ: οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
714καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.
715ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
716ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
717ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
718καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
719ΒΔΕΛΥΚΛΈΩΝ: ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
720βόσκειν ἐθέλων καὶ μὴ τούτους
721ἐγχάσκειν σοι στομφάζοντας.
722καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
723ὅ τι βούλει σοι,
724πλὴν κωλακρέτου γάλα πίνειν.
725ΧΟΡΌΣ: ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
726οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
727ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
728ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
729ΧΟΡΌΣ: πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
730μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
731εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
732εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
733σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
734ξυλλαμβάνει τοῦ πράγματος,
735καὶ δῆλός ἐστιν εὖ ποιῶν·
736σὺ δὲ παρὼν δέχου.
737ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
738ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
739λείχειν, χλαῖναν μαλακήν, σισύραν,
740πόρνην, ἥτις τὸ πέος τρίψει
740aκαὶ τὴν ὀσφῦν.
741ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
742τοῦτʼ οὐ δύναταί με προσέσθαι.
743ΧΟΡΌΣ: νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
744τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
745λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
746ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
747νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
748καὶ σωφρονεῖ μέντοι μεθιστὰς
748aἐς τὸ λοιπὸν τὸν τρόπον
749πιθόμενός τέ σοι.
750ΦΙΛΟΚΛΈΩΝ: ἰώ μοί μοι.
750bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος τί βοᾷς;
751ΦΙΛΟΚΛΈΩΝ: μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
752κείνων ἔραμαι, κεῖθι γενοίμαν,
753ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
754κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755ψηφιζομένων ὁ τελευταῖος.
756σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
757πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
758μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
759κλέπτοντα Κλέωνα λάβοιμι.
760ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
761ΦΙΛΟΚΛΈΩΝ: τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
762ΒΔΕΛΥΚΛΈΩΝ: ποίου; φέρʼ ἴδω.
762bΦΙΛΟΚΛΈΩΝ: τοῦ μὴ δικάζειν. τοῦτο δὲ
763Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
764ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
766αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
767ΦΙΛΟΚΛΈΩΝ: περὶ τοῦ; τί ληρεῖς;
767bΒΔΕΛΥΚΛΈΩΝ: ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
768ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
769ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
771καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
772ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
773ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
774ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
775οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Part 13
776ΦΙΛΟΚΛΈΩΝ: τουτί μʼ ἀρέσκει.
776bΒΔΕΛΥΚΛΈΩΝ: πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
777λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
778δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
779ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
781ΒΔΕΛΥΚΛΈΩΝ: πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
782ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
783μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
784ΦΙΛΟΚΛΈΩΝ: ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
785τὸν μισθὸν ὁπόθεν λήψομαι.
785bΒΔΕΛΥΚΛΈΩΝ: παρʼ ἐμοῦ.
785cΦΙΛΟΚΛΈΩΝ: καλῶς,
786ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
787αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
788ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
789ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
790κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
791κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
792κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
793κᾆθʼ εἷλκον αὐτόν.
793bΒΔΕΛΥΚΛΈΩΝ: ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
793cΦΙΛΟΚΛΈΩΝ: ὅ τι;
794ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
795ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
796ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
797ΦΙΛΟΚΛΈΩΝ: οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
798ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.
799ΦΙΛΟΚΛΈΩΝ: ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
800ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
801δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
802κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
803αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
804ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
805ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
806ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
807ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
808παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
809ΦΙΛΟΚΛΈΩΝ: σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
811ΒΔΕΛΥΚΛΈΩΝ: καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
812ῥοφεῖν, ἐὰν δέῃ τι.
812bΦΙΛΟΚΛΈΩΝ: τοῦτʼ αὖ δεξιόν·
813κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
814αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
816ΒΔΕΛΥΚΛΈΩΝ: ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
817ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
818ΦΙΛΟΚΛΈΩΝ: ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
818bΒΔΕΛΥΚΛΈΩΝ: τὸ τί;
Part 14
819ΦΙΛΟΚΛΈΩΝ: θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
820ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
821ΦΙΛΟΚΛΈΩΝ: ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
822ΒΔΕΛΥΚΛΈΩΝ: οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
823ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
824ΒΔΕΛΥΚΛΈΩΝ: εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825ἐκάλουν.
825bΦΙΛΟΚΛΈΩΝ: κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
826ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
827τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
828ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
829ΦΙΛΟΚΛΈΩΝ: ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
830ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
831ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
832ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ πάρεστιν.
832bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ ἐγὼ δραμὼν
833αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
834ΒΔΕΛΥΚΛΈΩΝ: τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
835ΣΩΣΊΑΣ: βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
836ΒΔΕΛΥΚΛΈΩΝ: τί δʼ ἔστιν ἐτεόν;
836bΣΩΣΊΑΣ: οὐ γὰρ ὁ Λάβης ἀρτίως
837ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
838τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
839ΒΔΕΛΥΚΛΈΩΝ: τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
841ΣΩΣΊΑΣ: μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
842κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
843ΒΔΕΛΥΚΛΈΩΝ: ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
843bΣΩΣΊΑΣ: ταῦτα χρὴ ποιεῖν.
844ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ τί ἔστι;
Part 15
844bΦΙΛΟΚΛΈΩΝ: χοιροκομεῖον Ἑστίας.
845ΒΔΕΛΥΚΛΈΩΝ: εἶθʼ ἱεροσυλήσας φέρεις;
845bΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἵνα
846ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
847ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
848ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
849ΦΙΛΟΚΛΈΩΝ: οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
850ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
851ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού.
851bΦΙΛΟΚΛΈΩΝ: κάλει νυν.
851cΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα δή. τίς οὑτοσὶ
852ὁ πρῶτός ἐστιν;
852bΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας, ὡς ἄχθομαι
853ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
854ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος σὺ ποῖ θεῖς;
854bΦΙΛΟΚΛΈΩΝ: ἐπὶ καδίσκους.
854cΒΔΕΛΥΚΛΈΩΝ: μη δαμῶς.
855ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
856ΦΙΛΟΚΛΈΩΝ: κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν
857ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
858ΒΔΕΛΥΚΛΈΩΝ: ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
859ΦΙΛΟΚΛΈΩΝ: εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
860ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
861καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
862ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
863ΧΟΡΌΣ: καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
864καὶ ταῖς εὐχαῖς
865φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
866ὅτι γενναίως ἐκ τοῦ πολέμου
867καὶ τοῦ νείκους ξυνεβήτην.
868ΒΔΕΛΥΚΛΈΩΝ: εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
869ΧΟΡΌΣ: ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ
870τὸ πρᾶγμʼ ὃ μηχανᾶται
871ἔμπροσθεν οὗτος τῶν θυρῶν,
872ἅπασιν ἡμῖν ἁρμόσαι
873παυσαμένοις πλάνων.
874ἰήιε Παιάν.
875ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν, παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας· ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
879aἤπιον αὐτόν, τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας
883aἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι.
Part 16
885ΧΟΡΌΣ: ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
886νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
887εὖνοι γάρ ἐσμεν ἐξ οὗ
888τὸν δῆμον ᾐσθόμεσθά σου
889φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890τῶν γε νεωτέρων.
890aἰήιε Παιάν.
891ΒΔΕΛΥΚΛΈΩΝ: εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
892ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
893ΦΙΛΟΚΛΈΩΝ: τίς ἆρʼ ὁ φεύγων;
893bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος.
893cΦΙΛΟΚΛΈΩΝ: ὅσον ἁλώσεται.
894ΒΔΕΛΥΚΛΈΩΝ: ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
895κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
896τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
897τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
898ΦΙΛΟΚΛΈΩΝ: θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
899ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
900ΦΙΛΟΚΛΈΩΝ: ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,
901οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
902ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
902aΚΎΩΝ: αὗ αὗ.
903ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστιν οὗτος.
903bΦΙΛΟΚΛΈΩΝ: ἕτερος οὗτος αὖ Λάβης.
904ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
905σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.
906ΦΙΛΟΚΛΈΩΝ: φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
907ΣΩΣΊΑΣ: τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην
908ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
909ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
911κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —
912ΦΙΛΟΚΛΈΩΝ: νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοι
913τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
914ὁ βδελυρὸς οὗτος.
914bΣΩΣΊΑΣ: κοὐ μετέδωκʼ αἰτοῦντί μοι.
915καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
916ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
917ΦΙΛΟΚΛΈΩΝ: οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
918θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
919ΒΔΕΛΥΚΛΈΩΝ: πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,
920πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
920bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ ὦγαθὲ
921τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
Part 17
922ΣΩΣΊΑΣ: μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ
923κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
924ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
926ΦΙΛΟΚΛΈΩΝ: ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
927ΣΩΣΊΑΣ: πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
928τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
929ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
930ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
931ΦΙΛΟΚΛΈΩΝ: ἰοὺ ἰού.
932ὅσας κατηγόρησε τὰς πανουργίας.
933κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
934ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
935ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
936ΒΔΕΛΥΚΛΈΩΝ: αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
937Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
938δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
939καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
940ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
941ΦΙΛΟΚΛΈΩΝ: τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
942ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
943καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
944ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
945ΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
946ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
947ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
948ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
949πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
950χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
951ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
952ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
953ΦΙΛΟΚΛΈΩΝ: κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
954ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
955οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
956ΦΙΛΟΚΛΈΩΝ: τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
957ΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
958καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
959ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
960ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
961ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
962ΒΔΕΛΥΚΛΈΩΝ: ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
963ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
964σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,
965εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
966φησὶ κατακνῆσαι.
966bΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ἀλλὰ ψεύδεται.
967ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
968οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει
969καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
970ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
971αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
972τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
973ΦΙΛΟΚΛΈΩΝ: αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
974κακόν τι περιβαίνει με κἀναπείθομαι.
975ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,
976καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
977ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
978αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
979ΦΙΛΟΚΛΈΩΝ: κατάβα κατάβα κατάβα κατάβα.
Part 18
979bΒΔΕΛΥΚΛΈΩΝ: καταβήσομαι.
980καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
981ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
982ΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
983ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
984οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
985ΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν ἀποφεύγει δῆτα;
985bΦΙΛΟΚΛΈΩΝ: χαλεπὸν εἰδέναι.
986ΒΔΕΛΥΚΛΈΩΝ: ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
987τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
988μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.
989ΦΙΛΟΚΛΈΩΝ: οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
990ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
991ΦΙΛΟΚΛΈΩΝ: ὅδʼ ἔσθʼ ὁ πρότερος;
991bΒΔΕΛΥΚΛΈΩΝ: οὗτος·
991cΦΙΛΟΚΛΈΩΝ: αὕτη ʼνταῦθʼ ἔνι.
992ΒΔΕΛΥΚΛΈΩΝ: ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
993φέρʼ ἐξεράσω.
993bΦΙΛΟΚΛΈΩΝ: πῶς ἄρʼ ἠγωνίσμεθα;
994ΒΔΕΛΥΚΛΈΩΝ: δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
995πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
996ἔπαιρε σαυτόν.
996bΦΙΛΟΚΛΈΩΝ: εἰπέ νυν ἐκεῖνό μοι,
997ὄντως ἀπέφυγε;
997bΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δίʼ·
997cΦΙΛΟΚΛΈΩΝ: οὐδέν εἰμʼ ἄρα.
998ΒΔΕΛΥΚΛΈΩΝ: μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
999ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
1000φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
1001ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
1002ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
1003ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
1004θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
1005ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
1006ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
1007κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
1008ἀλλʼ εἰσίωμεν.
1008bΦΙΛΟΚΛΈΩΝ: ταῦτά νυν, εἴπερ δοκεῖ.
Part 19
1009ΧΟΡΌΣ: ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
1010ὑμεῖς δὲ τέως ὦ μυριάδες
1010aἀναρίθμητοι,
1011νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι
1012μὴ πέσῃ φαύλως χαμᾶζʼ
1013εὐλαβεῖσθε.
1013aτοῦτο γὰρ σκαιῶν θεατῶν
1014ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
1015ΧΟΡΌΣ: νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε. μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς, τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς, μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι· μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθʼ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλʼ οἰκείων Μουσῶν στόμαθʼ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτʼ ἐν ὑμῖν, οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδʼ ὀγκῶσαι τὸ φρόνημα,
1025οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδʼ εἴ τις ἐραστὴς κωμῳδεῖσθαι παιδίχʼ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τινʼ ἔχων ἐπιεικῆ, ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ. οὐδʼ ὅτε πρῶτόν γʼ ἦρξε διδάσκειν, ἀνθρώποις φήσʼ ἐπιθέσθαι,
1030ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπʼ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
1035φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλʼ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ· φησίν τε μετʼ αὐτὸν τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τʼ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
1040κατακλινόμενοί τʼ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστʼ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν, πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
1045ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς· καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι. τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα, ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
1050εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
1051ΧΟΡΌΣ: ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
1052ὦ δαιμόνιοι τοὺς ζητοῦντας
1053καινόν τι λέγειν κἀξευρίσκειν
1054στέργετε μᾶλλον καὶ θεραπεύετε,
1055καὶ τὰ νοήματα σῴζεσθʼ αὐτῶν,
1056ἐσβάλλετέ τʼ ἐς τὰς κιβωτοὺς
1057μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθʼ,
1058ὑμῖν διʼ ἔτους τῶν ἱματίων
1059ὀζήσει δεξιότητος.
1060ΧΟΡΌΣ: ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δʼ ἐν μάχαις, καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι· πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
1065αἵδʼ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
1069aκικίννους νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.
1071ΧΟΡΌΣ: εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν. ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
1076Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν, ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
1081εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων· ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν. ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
1086γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο· εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους, οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι· ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
1091ΧΟΡΌΣ: ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν; οὐ γὰρ ἦν ἡμῖν ὅπως ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ
1096συκοφαντήσειν τινὰ φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες αἰτιώτατοι φέρεσθαι
1100τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.
1102ΧΟΡΌΣ: πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον· εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
1107ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια, οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
1112ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι. πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
1117τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών. ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
1122ΦΙΛΟΚΛΈΩΝ: οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
1123ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
1124ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
1125ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
1126ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
1127καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
1128ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
1129ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
1130ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
1131ΦΙΛΟΚΛΈΩΝ: τί οὖν κελεύεις δρᾶν με;
1131bΒΔΕΛΥΚΛΈΩΝ: τὸν τρίβωνʼ ἄφες,
1132τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
1133ΦΙΛΟΚΛΈΩΝ: ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
1134ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
1135ΒΔΕΛΥΚΛΈΩΝ: ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
1136ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
1137ΒΔΕΛΥΚΛΈΩΝ: οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
1138ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
1139ΒΔΕΛΥΚΛΈΩΝ: κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις.
1140bΦΙΛΟΚΛΈΩΝ: ἐγώ;
1141μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
1142ἐοικέναι μάλιστα Μορύχου σάγματι.
Part 20
1143ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.
1144ΦΙΛΟΚΛΈΩΝ: ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
1145ΒΔΕΛΥΚΛΈΩΝ: πόθεν ὦγάθʼ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1146ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
1147ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
1148ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖν
1149δικαιότερον ἢ καυνάκην;
1149bΒΔΕΛΥΚΛΈΩΝ: ἔχʼ ὦγαθέ,
1150καὶ στῆθʼ ἀναμπισχόμενος.
1150bΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος·
1151ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
1152ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἀναβαλεῖ;
1152bΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ οὐκ ἔγωγʼ. ἀλλʼ ὦγαθέ,
1153εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
1154ΒΔΕΛΥΚΛΈΩΝ: φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.
1155ΦΙΛΟΚΛΈΩΝ: παράθου γε μέντοι καὶ κρεάγραν.
1155bΒΔΕΛΥΚΛΈΩΝ: τιὴ τί δή;
1156ΦΙΛΟΚΛΈΩΝ: ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
1157ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
1158τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
1159ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
1161ΒΔΕΛΥΚΛΈΩΝ: ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως
1162ἐς τὴν Λακωνικὴν ἀνύσας.
1162bΦΙΛΟΚΛΈΩΝ: ἀκικεῖς γέ με
1163ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
1164ΒΔΕΛΥΚΛΈΩΝ: φέρε καὶ τὸν ἕτερον.
1164bΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
1165πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
1166ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
1166bΦΙΛΟΚΛΈΩΝ: κακοδαίμων ἐγώ,
1167ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Part 21
1168ΒΔΕΛΥΚΛΈΩΝ: ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως
1169ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
1170ΦΙΛΟΚΛΈΩΝ: ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ
1171μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
1172ΒΔΕΛΥΚΛΈΩΝ: ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
1173ΦΙΛΟΚΛΈΩΝ: καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
1174ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
1176ΦΙΛΟΚΛΈΩΝ: ἔγωγε.
1176bΒΔΕΛΥΚΛΈΩΝ: τίνα δῆτʼ ἂν λέγοις;
1176cΦΙΛΟΚΛΈΩΝ: πολλοὺς πάνυ.
1177πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,
1178ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
1179ΒΔΕΛΥΚΛΈΩΝ: μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.
1181ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίαν
1182ἐκεῖνον ὡς οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.
1183ΒΔΕΛΥΚΛΈΩΝ: ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
1184τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
1185μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
1186ΦΙΛΟΚΛΈΩΝ: ποίους τινὰς δὲ χρὴ λέγειν;
1186bΒΔΕΛΥΚΛΈΩΝ: μεγαλοπρεπεῖς,
1187ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
1188ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ
1189πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
1190ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα
1191Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
1192ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
1193πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
1194θώρακʼ ἄριστον.
1194bΦΙΛΟΚΛΈΩΝ: παῦε παῦʼ, οὐδὲν λέγεις.
1195πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
1196ΒΔΕΛΥΚΛΈΩΝ: οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
1197ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
1198πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
1199ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
1200ΦΙΛΟΚΛΈΩΝ: ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,
1201ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
1202ΒΔΕΛΥΚΛΈΩΝ: ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
1203ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
1204ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
1205ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
1206ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
1207εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Part 22
1208ΒΔΕΛΥΚΛΈΩΝ: παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
1209ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
1210ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.
1210bΒΔΕΛΥΚΛΈΩΝ: εὐσχημόνως.
1211ΦΙΛΟΚΛΈΩΝ: ὡδὶ κελεύεις κατακλινῆναι;
1211bΒΔΕΛΥΚΛΈΩΝ: μηδαμῶς.
1212ΦΙΛΟΚΛΈΩΝ: πῶς δαί;
1212bΒΔΕΛΥΚΛΈΩΝ: τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
1213ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
1214ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
1216ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
1217δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
1218ΦΙΛΟΚΛΈΩΝ: πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
1219ΒΔΕΛΥΚΛΈΩΝ: αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
1220εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
1221ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
1222τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
1223ΦΙΛΟΚΛΈΩΝ: ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
1224ΒΔΕΛΥΚΛΈΩΝ: ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
1225ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.
1226οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—
1227ΦΙΛΟΚΛΈΩΝ: οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
1228ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
1229φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
1230bΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δέ γε,
1231ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·
1232ΦΙΛΟΚΛΈΩΝ: ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
1235ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.
1236ΒΔΕΛΥΚΛΈΩΝ: τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
1237ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
1238ΒΔΕΛΥΚΛΈΩΝ: Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
1239ΒΔΕΛΥΚΛΈΩΝ: τούτῳ τί λέξεις σκόλιον;
1239bΦΙΛΟΚΛΈΩΝ: ᾠδικῶς ἐγώ.
1240ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἔστιν ἀλωπεκίζειν,
1241οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
Part 23
1242ΒΔΕΛΥΚΛΈΩΝ: μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
1244ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
1245ΒΔΕΛΥΚΛΈΩΝ: χρήματα καὶ βίαν
1246Κλειταγόρᾳ τε κἀμοὶ
1247μετὰ Θετταλῶν—
1248ΦΙΛΟΚΛΈΩΝ: πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
1249ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
1250ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
1251παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
1252ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
1252bΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς.
1253κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
1254καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
1256ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
1257ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
1258ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
1259Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
1260ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
1261τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
1262ΦΙΛΟΚΛΈΩΝ: μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
1263εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
1264ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
1265ΧΟΡΌΣ: πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι καὶ σκαιὸς οὐδεπώποτε· ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων, οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς δειπνοῦντα μετὰ Λεωγόρου·
1270πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν· ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ μόνος μόνοις τοῖς Πενέσταισι ξυνῆν τοῖς Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
1275ΧΟΡΌΣ: ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
1276παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
1277πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
1278τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
1279τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
1280εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
1281ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,
1282ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
1283γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.
1283aΧΟΡΌΣ: [...]
1284ΧΟΡΌΣ: εἰσί τινες οἵ μʼ ἔλεγον ὡς καταδιηλλάγην,
1285ἡνίκα Κλέων μʼ ὑπετάραττεν ἐπικείμενος
1286† καί με κακίσταις † ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,
1287οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
1288οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
1289σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·
1291εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
1292ΞΑΝΘΊΑΣ: ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
1293καὶ τρὶς μακάριαι τοῦ ʼπὶ ταῖς πλευραῖς τέγους.
1294ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
1296ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
1297ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
1298καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
1299ΞΑΝΘΊΑΣ: οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸν καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
1304εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν, ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλα ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν. εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·
1309ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ κλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι. ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
1314οἱ δʼ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου· οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼ
1319τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει, σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
1324ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται. ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
1326ΦΙΛΟΚΛΈΩΝ: ἄνεχε πάρεχε·
1327κλαύσεταί τις τῶν ὄπισθεν
1328ἐπακολουθούντων ἐμοί·
1329οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
1330ὦ πόνηροι ταυτῃὶ τῇ
1331δᾳδὶ φρυκτοὺς σκευάσω.
1332ΞΥΜΌΤΗΣ ΤΙΣ: ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
1333ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
1334ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
1335ΦΙΛΟΚΛΈΩΝ: ἰὴ ἰεῦ, καλούμενοι. ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ ὡς οὐδʼ ἀκούων ἀνέχομαι δικῶν; ἰαιβοῖ, αἰβοῖ. τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
1340οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν ἡλιαστής; ἐκποδών. ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου. ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
1344ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται. ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας· ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
1349ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα· πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
1354νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτων νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα. τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
1359πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ. ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμʼ ἔοικε θεῖν. ἀλλʼ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦσʼ, ἵνʼ αὐτὸν τωθάσω νεανικῶς, οἵοις ποθʼ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
1364ΒΔΕΛΥΚΛΈΩΝ: ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ.
1366οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
1367ΦΙΛΟΚΛΈΩΝ: ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Part 24
1368ΒΔΕΛΥΚΛΈΩΝ: οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
1369τῶν ξυμποτῶν κλέψαντα;
1369bΦΙΛΟΚΛΈΩΝ: ποίαν αὐλητρίδα;
1370τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
1371ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.
1372ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
1373ΒΔΕΛΥΚΛΈΩΝ: δᾲς ἥδε;
1373bΦΙΛΟΚΛΈΩΝ: δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
1374ΒΔΕΛΥΚΛΈΩΝ: τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
1375ΦΙΛΟΚΛΈΩΝ: ἡ πίττα δήπου καομένης ἐξέρχεται.
1376ΒΔΕΛΥΚΛΈΩΝ: ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
1377ΦΙΛΟΚΛΈΩΝ: ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
1378ΒΔΕΛΥΚΛΈΩΝ: τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
1379ΦΙΛΟΚΛΈΩΝ: ἆ ἆ τί μέλλεις δρᾶν;
1379bΒΔΕΛΥΚΛΈΩΝ: ἄγειν ταύτην λαβὼν
1380ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
1381κοὐδὲν δύνασθαι δρᾶν.
1381bΦΙΛΟΚΛΈΩΝ: ἄκουσόν νυν ἐμοῦ.
1382Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
1383Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
1384ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
1385ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
1386πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
1387ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
1388ΑΡΤΌΠΩΛΙΣ: ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
1389ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
1390τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
1391ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
1392ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
1393ἔχειν διὰ τὸν σὸν οἶνον.
1393bΦΙΛΟΚΛΈΩΝ: οὐδαμῶς γʼ, ἐπεὶ
1394λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
1395ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
1396ΑΡΤΌΠΩΛΙΣ: οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
1397τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
1398οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
1399ΦΙΛΟΚΛΈΩΝ: ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
1400λέξαι χαρίεντα.
Part 25
1400bΑΡΤΌΠΩΛΙΣ: μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
1401ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
1402θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
1403κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,
1404εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
1406ΑΡΤΌΠΩΛΙΣ: καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
1407πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
1408κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
1409ΦΙΛΟΚΛΈΩΝ: μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
1411ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.
1412ΑΡΤΌΠΩΛΙΣ: ἄληθες οὗτος;
1412bΦΙΛΟΚΛΈΩΝ: καὶ σὺ δή μοι Χαιρεφῶν
1413γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
1414Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
1415ΒΔΕΛΥΚΛΈΩΝ: ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
1416καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
1417ΚΑΤΉΓΟΡΟΣ: οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
1418ὕβρεως.
1418bΒΔΕΛΥΚΛΈΩΝ: ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
1419ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
1420ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
1421ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
1422ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
1423ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
1424ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
1425εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
1426ΚΑΤΉΓΟΡΟΣ: σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
1427ΦΙΛΟΚΛΈΩΝ: ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
1428καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
1429ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
1431ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
1432οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
1433ΒΔΕΛΥΚΛΈΩΝ: οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
1434ΚΑΤΉΓΟΡΟΣ: ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
1435ΦΙΛΟΚΛΈΩΝ: ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
1436κατέαξʼ ἐχῖνον.
1436bΚΑΤΉΓΟΡΟΣ: ταῦτʼ ἐγὼ μαρτύρομαι.
1437ΦΙΛΟΚΛΈΩΝ: οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
1438εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
1439τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.
1441ΚΑΤΉΓΟΡΟΣ: ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
1442ΒΔΕΛΥΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
1443ἀλλʼ ἀράμενος οἴσω σε —
1443bΦΙΛΟΚΛΈΩΝ: τί ποιεῖς;
Part 26
1443cΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι ποιῶ;
1444εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
1445κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
1446ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον οἱ Δελφοί ποτʼ —
1446bΒΔΕΛΥΚΛΈΩΝ: ὀλίγον μοι μέλει.
1447ΦΙΛΟΚΛΈΩΝ: φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
1448ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
1449ΒΔΕΛΥΚΛΈΩΝ: οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.
1450ΧΟΡΌΣ: ζηλῶ γε τῆς εὐτυχίας τὸν πρέσβυν οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς· ἕτερα δὲ νῦν ἀντιμαθὼν ἦ μέγα τι μεταπεσεῖται
1455ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν. τάχα δʼ ἂν ἴσως οὐκ ἐθέλοι. τὸ γὰρ ἀποστῆναι χαλεπὸν φύσεος, ἣν ἔχοι τις ἀεί. καίτοι πολλοὶ ταῦτʼ ἔπαθον·
1460ξυνόντες γνώμαις ἑτέρων μετεβάλοντο τοὺς τρόπους.
1462ΧΟΡΌΣ: πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶ καὶ τοῖσιν εὖ φρονοῦσιν τυχὼν ἄπεισιν διὰ τὴν φιλοπατρίαν καὶ σοφίαν ὁ παῖς ὁ Φιλοκλέωνος.
1467οὐδενὶ γὰρ οὕτως ἀγανῷ ξυνεγενόμην, οὐδὲ τρόποις ἐπεμάνην οὐδʼ ἐξεχύθην. τί γὰρ ἐκεῖνος ἀντιλέγων οὐ κρείττων ἦν, βουλόμενος
1472τὸν φύσαντα σεμνοτέροις κατακοσμῆσαι πράγμασιν;
1474ΞΑΝΘΊΑΣ: νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματα
1475δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
1476ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
1477ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
1478ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
1479τἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·
1480καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1481τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
1482ΦΙΛΟΚΛΈΩΝ: τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
1483ΞΑΝΘΊΑΣ: τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
1484ΦΙΛΟΚΛΈΩΝ: κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485σχήματος ἀρχὴ —
1486ΞΑΝΘΊΑΣ: μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
1487ΦΙΛΟΚΛΈΩΝ: πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
1488οἶον μυκτὴρ μυκᾶται καὶ
1489σφόνδυλος ἀχεῖ.
1489bΞΑΝΘΊΑΣ: πῖθʼ ἑλλέβορον.
1490ΦΙΛΟΚΛΈΩΝ: πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
1491ΞΑΝΘΊΑΣ: τάχα βαλλήσεις.
1492ΦΙΛΟΚΛΈΩΝ: σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
1493πρωκτὸς χάσκει.
1493bΞΑΝΘΊΑΣ: κατὰ σαυτὸν ὅρα.
1494ΦΙΛΟΚΛΈΩΝ: νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495στρέφεται χαλαρὰ κοτυληδών.
1496ΦΙΛΟΚΛΈΩΝ: οὐκ εὖ;
Part 27
1496bΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
1497ΦΙΛΟΚΛΈΩΝ: θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
1498εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
1499ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
1500φησίν τις ἢ οὐδείς;
1500bΞΑΝΘΊΑΣ: εἶς γʼ ἐκεινοσὶ μόνος.
1501ΦΙΛΟΚΛΈΩΝ: τίς ὁ κακοδαίμων ἐστίν;
1501bΞΑΝΘΊΑΣ: υἱὸς Καρκίνου
1502ὁ μέσατος.
1502bΦΙΛΟΚΛΈΩΝ: ἀλλʼ οὗτός γε καταποθήσεται·
1503ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
1504ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
1504bΞΑΝΘΊΑΣ: ἀλλʼ ᾠζυρὲ
1505ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
1506ἀδελφὸς αὐτοῦ.
1506bΦΙΛΟΚΛΈΩΝ: νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
1507ΞΑΝΘΊΑΣ: μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
1508προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
1509ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
1510ΞΑΝΘΊΑΣ: ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
1511ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
1512ΦΙΛΟΚΛΈΩΝ: ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
1513ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
1514ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
1515ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
1516ΧΟΡΌΣ: φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
1517ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
1518ΧΟΡΌΣ: ἄγʼ ὦ μεγαλώνυμα τέκνα
1519τοῦ θαλασσίου θεοῦ,
1520πηδᾶτε παρὰ ψάμαθον
1521καὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,
1522καρίδων ἀδελφοί·
1523ΧΟΡΌΣ: ταχὺν πόδα κυκλοσοβεῖτε,
1524καὶ τὸ Φρυνίχειον
1525ἐκλακτισάτω τις, ὅπως
1526ἰδόντες ἄνω σκέλος ὤζωσιν
1527οἱ θεαταί.
1528ΧΟΡΌΣ: στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
1530ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.
1531καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
1532ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
1535ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζε
1536ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
1537ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.