Ad Fontesto the sources

Lysistrata

Aristophanes · 8.8k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 29 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25
  26. Part 26
  27. Part 27
  28. Part 28
  29. Part 29

Part 1

1ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,

2ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,

3οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.

4νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·

5πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.

6χαῖρʼ ὦ Καλονίκη.

6bΚΑΛΟΝΊΚΗ: καὶ σύ γʼ ὦ Λυσιστράτη.

7τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.

8οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.

9ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,

10καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,

11ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα

12εἶναι πανοῦργοι—

12bΚΑΛΟΝΊΚΗ: καὶ γάρ ἐσμεν νὴ Δία.

13ΛΥΣΙΣΤΡΆΤΗ: εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε

14βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,

15εὕδουσι κοὐχ ἥκουσιν.

15bΚΑΛΟΝΊΚΗ: ἀλλʼ ὦ φιλτάτη

16ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.

17ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,

18ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον

19κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.

20ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα

21αὐταῖς.

21bΚΑΛΟΝΊΚΗ: τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,

22ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;

23τί τὸ πρᾶγμα; πηλίκον τι;

23bΛΥΣΙΣΤΡΆΤΗ: μέγα.

23cΚΑΛΟΝΊΚΗ: μῶν καὶ παχύ;

24ΛΥΣΙΣΤΡΆΤΗ: καὶ νὴ Δία παχύ.

24bΚΑΛΟΝΊΚΗ: κᾆτα πῶς οὐχ ἥκομεν;

25ΛΥΣΙΣΤΡΆΤΗ: οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.

26ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον

27πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.

28ΚΑΛΟΝΊΚΗ: ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.

29ΛΥΣΙΣΤΡΆΤΗ: οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος

30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.

31ΚΑΛΟΝΊΚΗ: ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.

32ΛΥΣΙΣΤΡΆΤΗ: ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,

33ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—

34ΚΑΛΟΝΊΚΗ: βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.

35ΛΥΣΙΣΤΡΆΤΗ: Βοιωτίους τε πάντας ἐξολωλέναι.

36ΚΑΛΟΝΊΚΗ: μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.

Part 2

37ΛΥΣΙΣΤΡΆΤΗ: περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι

38τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.

39ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε

40αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων

41ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.

42ΚΑΛΟΝΊΚΗ: τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο

43ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,

44κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι

45καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;

46ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,

47τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες

48χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

49ΚΑΛΟΝΊΚΗ: τίνα δὴ τρόπον ποθʼ;

49bΛΥΣΙΣΤΡΆΤΗ: ὥστε τῶν νῦν μηδένα

50ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—

51ΚΑΛΟΝΊΚΗ: κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.

52ΛΥΣΙΣΤΡΆΤΗ: μηδʼ ἀσπίδα λαβεῖν—

52bΚΑΛΟΝΊΚΗ: Κιμμερικὸν ἐνδύσομαι.

53ΛΥΣΙΣΤΡΆΤΗ: μηδὲ ξιφίδιον.

53bΚΑΛΟΝΊΚΗ: κτήσομαι περιβαρίδας.

54ΛΥΣΙΣΤΡΆΤΗ: ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;

55ΚΑΛΟΝΊΚΗ: οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.

56ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,

57ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.

58ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,

59οὐδʼ ἐκ Σαλαμῖνος.

59bΚΑΛΟΝΊΚΗ: ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι

60ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.

61ΛΥΣΙΣΤΡΆΤΗ: οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ

62πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων

63γυναῖκας, οὐχ ἥκουσιν.

63bΚΑΛΟΝΊΚΗ: ἡ γοῦν Θεογένους

64ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.

65ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.

66αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,

67πόθεν εἰσίν;

67bΛΥΣΙΣΤΡΆΤΗ: Ἀναγυρουντόθεν.

67cΚΑΛΟΝΊΚΗ: νὴ τὸν Δία·

68ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.

69ΜΥΡΡΊΝΗ: μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;

70τί φῄς; τί σιγᾷς;

70bΛΥΣΙΣΤΡΆΤΗ: οὔ σʼ ἐπαινῶ Μυρρίνη

71ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.

Part 3

72ΜΥΡΡΊΝΗ: μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.

73ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.

74ΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα

75τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων

76γυναῖκας ἐλθεῖν.

76bΜΥΡΡΊΝΗ: πολὺ σὺ κάλλιον λέγεις.

77ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.

78ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.

79οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.

80ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.

81κἂν ταῦρον ἄγχοις.

81bΛΑΜΠΙΤΏ: μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·

82γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

83ΚΑΛΟΝΊΚΗ: ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.

84ΛΑΜΠΙΤΏ: ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.

85ΛΥΣΙΣΤΡΆΤΗ: ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;

86ΛΑΜΠΙΤΏ: πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία

87ἵκει ποθʼ ὑμέ.

87bΜΥΡΡΊΝΗ: νὴ μὰ Δία Βοιωτία,

88καλόν γʼ ἔχουσα τὸ πεδίον.

88bΚΑΛΟΝΊΚΗ: καὶ νὴ Δία

89κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

90ΛΥΣΙΣΤΡΆΤΗ: τίς δʼ ἡτέρα παῖς;

90bΛΑΜΠΙΤΏ: χαΐα ναὶ τὼ σιώ,

91Κορινθία δʼ αὖ.

91bΚΑΛΟΝΊΚΗ: χαΐα νὴ τὸν Δία

92δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.

93ΛΑΜΠΙΤΏ: τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον

94τὸν τᾶν γυναικῶν;

94bΛΥΣΙΣΤΡΆΤΗ: ἥδʼ ἐγώ.

94cΛΑΜΠΙΤΏ: μύσιδδέ τοι

95ὅ τι λῇς ποθʼ ἁμέ.

95bΚΑΛΟΝΊΚΗ: νὴ Δίʼ ὦ φίλη γύναι,

96λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.

97ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ

98ἐπερήσομαί τι μικρόν.

98bΚΑΛΟΝΊΚΗ: ὅ τι βούλει γε σύ.

Part 4

99ΛΥΣΙΣΤΡΆΤΗ: τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων

100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι

101πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

102ΚΑΛΟΝΊΚΗ: ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν

103ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

104ΜΥΡΡΊΝΗ: ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

105ΛΑΜΠΙΤΏ: ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,

106πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

107ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.

108ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,

109οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,

110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.

111ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,

112μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

112bΚΑΛΟΝΊΚΗ: νὴ τὼ θεώ·

113ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον

114τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.

115ΜΥΡΡΊΝΗ: ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ

116δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.

117ΛΑΜΠΙΤΏ: ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω

118ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.

119ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.

120ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν

121ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,

122ἀφεκτέʼ ἐστὶ—

122bΚΑΛΟΝΊΚΗ: τοῦ; φράσον.

122cΛΥΣΙΣΤΡΆΤΗ: ποιήσετʼ οὖν;

123ΚΑΛΟΝΊΚΗ: ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

124ΛΥΣΙΣΤΡΆΤΗ: ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.

125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;

126αὗται τί μοιμυᾶτε κἀνανεύετε;

127τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;

128ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;

129ΚΑΛΟΝΊΚΗ: οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.

130ΜΥΡΡΊΝΗ: μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.

131ΛΥΣΙΣΤΡΆΤΗ: ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε

132ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

133ΚΑΛΟΝΊΚΗ: ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς

134ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.

135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.

136ΛΥΣΙΣΤΡΆΤΗ: τί δαὶ σύ;

136bἌΛΛΗ: κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

137ΛΥΣΙΣΤΡΆΤΗ: ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,

138οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.

139οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.

140ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ

141μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,

142ξυμψήφισαί μοι.

Part 5

142bΛΑΜΠΙΤΏ: χαλεπὰ μὲν ναὶ τὼ σιὼ

143γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.

144ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.

145ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.

146ΚΑΛΟΝΊΚΗ: εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,

147ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ

148γένοιτʼ ἂν εἰρήνη;

148bΛΥΣΙΣΤΡΆΤΗ: πολύ γε νὴ τὼ θεώ.

149εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,

150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις

151γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,

152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,

153ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,

154σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.

155ΛΑΜΠΙΤΏ: ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ

156γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.

157ΚΑΛΟΝΊΚΗ: τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;

158ΛΥΣΙΣΤΡΆΤΗ: τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.

159ΚΑΛΟΝΊΚΗ: φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.

160ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ

161ἕλκωσιν ἡμᾶς;

161bΛΥΣΙΣΤΡΆΤΗ: ἀντέχου σὺ τῶν θυρῶν.

162ΚΑΛΟΝΊΚΗ: ἐὰν δὲ τύπτωσιν;

162bΛΥΣΙΣΤΡΆΤΗ: παρέχειν χρὴ κακὰ κακῶς.

163οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.

164κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ

165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται

166ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.

167ΚΑΛΟΝΊΚΗ: εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.

168ΛΑΜΠΙΤΏ: καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες

169παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·

170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον

171πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;

172ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.

173ΛΑΜΠΙΤΏ: οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,

174καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.

175ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·

176καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.

177ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,

178ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,

179θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.

180ΛΑΜΠΙΤΏ: παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.

181ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ

182ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;

183ΛΑΜΠΙΤΏ: πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.

184ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;

185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,

186καί μοι δότω τὰ τόμιά τις.

Part 6

186bΚΑΛΟΝΊΚΗ: Λυσιστράτη

187τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;

187bΛΥΣΙΣΤΡΆΤΗ: ὅντινα;

188εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,

189μηλοσφαγούσας.

189bΚΑΛΟΝΊΚΗ: μὴ σύ γʼ ὦ Λυσιστράτη

190εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.

191ΛΥΣΙΣΤΡΆΤΗ: τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;

191bΚΑΛΟΝΊΚΗ: εἰ λευκόν ποθεν

192ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.

193ΛΥΣΙΣΤΡΆΤΗ: ποῖ λευκὸν ἵππον;

193bΚΑΛΟΝΊΚΗ: ἀλλὰ πῶς ὀμούμεθα

194ἡμεῖς;

194bΛΥΣΙΣΤΡΆΤΗ: ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.

195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,

196μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον

197ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.

198ΛΑΜΠΙΤΏ: φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

199ΛΥΣΙΣΤΡΆΤΗ: φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

200ΜΥΡΡΊΝΗ: ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.

201ΚΑΛΟΝΊΚΗ: ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

202ΛΥΣΙΣΤΡΆΤΗ: καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.

203δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,

204τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

205ΚΑΛΟΝΊΚΗ: εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.

206ΛΑΜΠΙΤΏ: καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.

207ΜΥΡΡΊΝΗ: ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.

208ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.

209ΛΥΣΙΣΤΡΆΤΗ: λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·

210λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·

211ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.

212οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—

213ΚΑΛΟΝΊΚΗ: οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—

214ΛΥΣΙΣΤΡΆΤΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.

Part 7

215ΚΑΛΟΝΊΚΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ

216ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.

217ΛΥΣΙΣΤΡΆΤΗ: οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—

218ΚΑΛΟΝΊΚΗ: οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—

219ΛΥΣΙΣΤΡΆΤΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—

220ΚΑΛΟΝΊΚΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—

221ΛΥΣΙΣΤΡΆΤΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

222ΚΑΛΟΝΊΚΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

223ΛΥΣΙΣΤΡΆΤΗ: κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

224ΚΑΛΟΝΊΚΗ: κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

225ΛΥΣΙΣΤΡΆΤΗ: ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—

226ΚΑΛΟΝΊΚΗ: ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—

227ΛΥΣΙΣΤΡΆΤΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

228ΚΑΛΟΝΊΚΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

229ΛΥΣΙΣΤΡΆΤΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

230ΚΑΛΟΝΊΚΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

231ΛΥΣΙΣΤΡΆΤΗ: οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.

232ΚΑΛΟΝΊΚΗ: οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.

233ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·

234ΚΑΛΟΝΊΚΗ: ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·

235ΛΥΣΙΣΤΡΆΤΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.

Part 8

236ΚΑΛΟΝΊΚΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.

237ΛΥΣΙΣΤΡΆΤΗ: συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;

237bΜΥΡΡΊΝΗ: νὴ Δία.

238ΛΥΣΙΣΤΡΆΤΗ: φέρʼ ἐγὼ καθαγίσω τήνδε.

238bΚΑΛΟΝΊΚΗ: τὸ μέρος γʼ ὦ φίλη,

239ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.

240ΛΑΜΠΙΤΏ: τίς ὡλολυγά;

240bΛΥΣΙΣΤΡΆΤΗ: τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·

241αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ

242ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ

243σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,

244τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·

245ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει

246ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.

247ΚΑΛΟΝΊΚΗ: οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει

248τοὺς ἄνδρας εὐθύς;

248bΛΥΣΙΣΤΡΆΤΗ: ὀλίγον αὐτῶν μοι μέλει.

249οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ

250ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας

251ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.

252ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν

253ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.

254ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς

255κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.

256ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,

259ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι

260γυναῖκας, ἃς ἐβόσκομεν

261κατʼ οἶκον ἐμφανὲς κακόν,

262κατὰ μὲν ἅγιον ἔχειν βρέτας,

263κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν

264μοχλοῖς δὲ καὶ κλῄθροισι

265τὰ προπύλαια πακτοῦν;

266ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,

267ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,

268ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,

269μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες

270πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.

273ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·

274ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,

275ἀπῆθεν ἀψάλακτος, ἀλλʼ

276ὅμως Λακωνικὸν πνέων

277ᾤχετο θὤπλα παραδοὺς ἐμοί,

278σμικρὸν ἔχων πάνυ τριβώνιον,

279πινῶν ῥυπῶν ἀπαράτιλτος,

280ἓξ ἐτῶν ἄλουτος.

281ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς

282ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.

283τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς

284ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;

285μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.

286ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω· χὤπως ποτʼ ἐξαμπρεύσομεν τοῦτʼ ἄνευ κανθηλίου.

291ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον· ἀλλʼ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ. φῦ φῦ.

295aἰοὺ ἰοὺ τοῦ καπνοῦ.

296ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὡς δεινὸν ὦναξ Ἡράκλεις προσπεσόν μʼ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει· κἄστιν γε Λήμνιον τὸ πῦρ τοῦτο πάσῃ μηχανῇ.

301οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. σπεῦδε πρόσθεν ἐς πόλιν καὶ βοήθει τῇ θεῷ. ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν; φῦ φῦ.

305aἰοὺ ἰοὺ τοῦ καπνοῦ.

306ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν; κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,

311ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ. τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν; ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται. σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,

316τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις. δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.

319ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες

320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.

321ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πέτου πέτου Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω †ὑπό τε νόμων † ἀργαλέων ὑπό τε γερόντων ὀλέθρων.

326ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ. νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου, δούλαισιν ὠστιζομένη

330a[...] στιγματίαις θʼ, ἁρπαλέως ἀραμένη ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρουσʼ ὕδωρ βοηθῶ.

Part 9

335ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἤκουσα γὰρ τυφογέροντας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας ἐς πόλιν ὡς τριτάλαντον βάρος, δεινότατʼ ἀπειλοῦντας ἐπῶν

340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν· ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι, ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας, ἐφʼ οἷσπερ ὦ χρυσολόφα

345πολιοῦχε σὰς ἔσχον ἕδρας. καί σε καλῶ ξύμμαχον ὦ Τριτογένειʼ, εἴ τις ἐκείνας ὑποπίμπρησιν ἀνήρ, φέρειν ὕδωρ μεθʼ ἡμῶν.

350ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·

351οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.

352ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·

353ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

354ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;

355καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.

356ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;

357οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;

358ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν

359ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.

360ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς

361ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.

362ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,

363κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.

364ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.

365ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.

366ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;

367ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.

368ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·

369οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.

370ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.

371ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;

372ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;

373ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

374ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

375ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοὐμὸν σὺ πῦρ κατασβέσεις;

375bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τοὔργον τάχʼ αὐτὸ δείξει.

Part 10

376ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

377ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.

378ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;

378bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ ταῦτα νυμφικόν γε.

379ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἤκουσας αὐτῆς τοῦ θράσους;

379bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐλευθέρα γάρ εἰμι.

380ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.

380bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ οὐκέθʼ ἡλιάζει.

381ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἔμπρησον αὐτῆς τὰς κόμας.

381bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: σὸν ἔργον ὦχελῷε.

382ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οἴμοι τάλας.

382bΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μῶν θερμὸν ἦν;

383ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;

384ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.

385ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.

386ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.

387ΠΡΌΒΟΥΛΟΣ: ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος

392πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων· ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο

397ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.

399ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;

400αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων

401ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια

402σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.

403ΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·

408ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα· σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν

413ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν· ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν

418ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ. τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα, ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,

423ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;

428οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ ξυνεκμοχλεύσω.

430bΛΥΣΙΣΤΡΆΤΗ: μηδὲν ἐκμοχλεύετε·

431ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;

432οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.

Part 11

433ΠΡΌΒΟΥΛΟΣ: ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;

434ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.

435ΛΥΣΙΣΤΡΆΤΗ: εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι

436ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.

437ΠΡΌΒΟΥΛΟΣ: ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην

438καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;

439ΓΥΝῊ Α: εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον

440τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.

441ΠΡΌΒΟΥΛΟΣ: ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;

442ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.

443ΓΥΝῊ Β: εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν

444ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.

445ΠΡΌΒΟΥΛΟΣ: τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.

446παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.

447ΓΥΝῊ Γ: εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,

448ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.

449ΠΡΌΒΟΥΛΟΣ: οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.

450ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα

451ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι

452ξυνταξάμενοι.

452bΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα

453ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι

454μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.

455ΠΡΌΒΟΥΛΟΣ: ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.

456ΛΥΣΙΣΤΡΆΤΗ: ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,

457ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,

458ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,

459οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;

460οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;

461παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.

462ΠΡΌΒΟΥΛΟΣ: οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.

463ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς

464ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει

465χολὴν ἐνεῖναι;

465bΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ἀπόλλω καὶ μάλα

466πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.

467ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,

468τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;

469οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι

470ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;

471ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ

472τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.

473ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,

474λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,

475ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.

476ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;

477ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον

478τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ

480ὅ τι βουλόμεναί ποτε τὴν

481Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε

482μεγαλόπετρον ἄβατον ἀκρόπολιν

483ἱερὸν τέμενος.

484ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,

485ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.

486ΠΡΌΒΟΥΛΟΣ: καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,

487ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.

Part 12

488ΛΥΣΙΣΤΡΆΤΗ: ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.

489ΠΡΌΒΟΥΛΟΣ: διὰ τἀργύριον πολεμοῦμεν γάρ;

489bΛΥΣΙΣΤΡΆΤΗ: καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.

490ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,

491ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων

492ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.

493ΠΡΌΒΟΥΛΟΣ: ἀλλὰ τί δράσεις;

493bΛΥΣΙΣΤΡΆΤΗ: τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.

494ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ταμιεύσετε τἀργύριον;

494bΛΥΣΙΣΤΡΆΤΗ: τί δὲ δεινὸν τοῦτο νομίζεις;

495οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;

496ΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ οὐ ταὐτόν.

496bΛΥΣΙΣΤΡΆΤΗ: πῶς οὐ ταὐτόν;

496cΠΡΌΒΟΥΛΟΣ: πολεμητέον ἔστʼ ἀπὸ τούτου.

497ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

497bΠΡΌΒΟΥΛΟΣ: πῶς γὰρ σωθησόμεθʼ ἄλλως;

498ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ὑμᾶς σώσομεν.

498bΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς;

498cΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς μέντοι.

498dΠΡΌΒΟΥΛΟΣ: σχέτλιόν γε.

499ΛΥΣΙΣΤΡΆΤΗ: ὡς σωθήσει, κἂν μὴ βούλῃ.

499bΠΡΌΒΟΥΛΟΣ: δεινόν γε λέγεις.

499cΛΥΣΙΣΤΡΆΤΗ: ἀγανακτεῖς.

500ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.

500bΠΡΌΒΟΥΛΟΣ: νὴ τὴν Δήμητρʼ ἄδικόν γε.

Part 13

501ΛΥΣΙΣΤΡΆΤΗ: σωστέον ὦ τᾶν.

501bΠΡΌΒΟΥΛΟΣ: κεἰ μὴ δέομαι;

501cΛΥΣΙΣΤΡΆΤΗ: τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.

502ΠΡΌΒΟΥΛΟΣ: ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;

503ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς φράσομεν.

503bΠΡΌΒΟΥΛΟΣ: λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,

503cΛΥΣΙΣΤΡΆΤΗ: ἀκροῶ δή,

504καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

504bΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ

505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.

505bΓΥΝῊ Α: κλαύσει τοίνυν πολὺ μᾶλλον.

506ΠΡΌΒΟΥΛΟΣ: τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.

506bΛΥΣΙΣΤΡΆΤΗ: ταῦτα ποιήσω.

507ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †

508ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.

509οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.

510ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι

511ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·

512εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,

513τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι

514ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.

515οὐ σιγήσει; κἀγὼ ἐσίγων.

515bΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.

516ΠΡΌΒΟΥΛΟΣ: κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.

516bΛΥΣΙΣΤΡΆΤΗ: τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.

517[...] ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·

518εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;

519ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,

520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει.

521ΠΡΌΒΟΥΛΟΣ: ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.

521bΛΥΣΙΣΤΡΆΤΗ: πῶς ὀρθῶς ὦ κακόδαιμον,

522εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;

523ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,

524οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·

525μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ

526ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;

527ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι

528κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

529ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

529bΛΥΣΙΣΤΡΆΤΗ: σιώπα.

530ΠΡΌΒΟΥΛΟΣ: σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ

531περὶ τὴν κεφαλήν; μή νυν ζῴην.

531bΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,

532παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν

533ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,

534κᾆτα σιώπα

535καὶ τοῦτον τὸν καλαθίσκον.

536κᾆτα ξαίνειν ξυζωσάμενος

537κυάμους τρώγων·

538πόλεμος δὲ γυναιξὶ μελήσει.

Part 14

539ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν

540ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.

541ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,

542†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·

543ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι

544μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς

545ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,

546ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις

547ἀρετὴ φρόνιμος.

549ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,

550χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.

551ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη

552ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,

553κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,

554οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.

555ΠΡΌΒΟΥΛΟΣ: τί ποιησάσας;

555bΛΥΣΙΣΤΡΆΤΗ: ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν

556ἀγοράζοντας καὶ μαινομένους.

556bΓΥΝῊ Α: νὴ τὴν Παφίαν Ἀφροδίτην.

557ΛΥΣΙΣΤΡΆΤΗ: νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως

558περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.

559ΠΡΌΒΟΥΛΟΣ: νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.

559bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν τό γε πρᾶγμα γέλοιον,

560ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.

561ΓΥΝῊ Α: νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου

562ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·

563ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,

564ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.

565ΠΡΌΒΟΥΛΟΣ: πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ

566ἐν ταῖς χώραις καὶ διαλῦσαι;

566bΛΥΣΙΣΤΡΆΤΗ: φαύλως πάνυ.

566cΠΡΌΒΟΥΛΟΣ: πῶς; ἀπόδειξον.

567ΛΥΣΙΣΤΡΆΤΗ: ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,

568ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε,

569οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,

570διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε.

571ΠΡΌΒΟΥΛΟΣ: ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ

572παύσειν οἴεσθʼ ὦ ἀνόητοι;

572bΛΥΣΙΣΤΡΆΤΗ: κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,

573ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.

574ΠΡΌΒΟΥΛΟΣ: πῶς δή; φέρʼ ἴδω.

574bΛΥΣΙΣΤΡΆΤΗ: πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·

579εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται

584χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.

587ΠΡΌΒΟΥΛΟΣ: οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,

588αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;

Part 15

588bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ὦ παγκατάρατε

589πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι

590κἀκπέμψασαι παῖδας ὁπλίτας.

590bΠΡΌΒΟΥΛΟΣ: σίγα, μὴ μνησικακήσῃς.

591ΛΥΣΙΣΤΡΆΤΗ: εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,

592μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,

593περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.

594ΠΡΌΒΟΥΛΟΣ: οὔκουν χἄνδρες γηράσκουσιν;

594bΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.

595ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·

596τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,

597οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.

598ΠΡΌΒΟΥΛΟΣ: ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—

599ΛΥΣΙΣΤΡΆΤΗ: σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;

600†χωρίον ἐστί·† σορὸν ὠνήσει·

601μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.

602λαβὲ ταυτὶ καὶ στεφάνωσαι.

603ΓΥΝῊ Α: καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.

604ΓΥΝῊ Β: καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.

605ΛΥΣΙΣΤΡΆΤΗ: τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·

606ὁ Χάρων σε καλεῖ,

607σὺ δὲ κωλύεις ἀνάγεσθαι.

608ΠΡΌΒΟΥΛΟΣ: εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;

609νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς

610ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.

611ΛΥΣΙΣΤΡΆΤΗ: μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;

612ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ

613ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.

614ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,

615ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.

616ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων

617ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: πραγμάτων μοι δοκεῖ,

618καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·

620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς

621δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους

622τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ

623καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,

625ἔνθεν ἔζων ἐγώ.

626ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.

631ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.

636ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται. ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί. ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν τῇ πόλει χρησίμων· εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.

641ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν· εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι· κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ ἰσχάδων ὁρμαθόν·

648ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων. τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω, τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ

653τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς, ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με, τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.

658ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ

660πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.

661ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.

662ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ

663ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.

665ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,

666νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι

670πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.

672ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία. ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.

677ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν. ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.

683ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,

684λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω

685τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.

686ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,

687ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.

688νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ

690κυάμους μέλανας.

691ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,

695αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.

Part 16

696ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ

701τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν· οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.

706ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,

707τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

708ΛΥΣΙΣΤΡΆΤΗ: κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν

709ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.

710ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί φῄς; τί φῄς;

711ΛΥΣΙΣΤΡΆΤΗ: ἀληθῆ, ἀληθῆ.

712ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.

713ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

714ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.

715ΛΥΣΙΣΤΡΆΤΗ: βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.

716ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἰὼ Ζεῦ.

717ΛΥΣΙΣΤΡΆΤΗ: τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ. τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,

722τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν† ἤδη πέτεσθαι διανοουμένην κάτω ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε

727ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται. αὕτη σὺ ποῖ θεῖς;

728bΓΥΝῊ Α: οἴκαδʼ ἐλθεῖν βούλομαι.

729οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια

730ὑπὸ τῶν σέων κατακοπτόμενα.

730bΛΥΣΙΣΤΡΆΤΗ: ποίων σέων;

731οὐκ εἶ πάλιν;

731bΓΥΝῊ Α: ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ

732ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.

733ΛΥΣΙΣΤΡΆΤΗ: μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.

734ΓΥΝῊ Α: ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;

734bΛΥΣΙΣΤΡΆΤΗ: ἢν τούτου δέῃ.

735ΓΥΝῊ Β: τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,

736ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.

736bΛΥΣΙΣΤΡΆΤΗ: αὕθἠτέρα

737ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.

738χώρει πάλιν δεῦρʼ.

738bΓΥΝῊ Β: ἀλλὰ νὴ τὴν Φωσφόρον

739ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.

Part 17

740ΛΥΣΙΣΤΡΆΤΗ: μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,

741ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.

742ΓΥΝῊ Γ: ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,

743ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.

744ΛΥΣΙΣΤΡΆΤΗ: τί ταῦτα ληρεῖς;

744bΓΥΝῊ Γ: αὐτίκα μάλα τέξομαι.

745ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.

745bΓΥΝῊ Γ: ἀλλὰ τήμερον.

746ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη

747ἀπόπεμψον ὡς τάχιστα.

747bΛΥΣΙΣΤΡΆΤΗ: τίνα λόγον λέγεις;

748τί τοῦτʼ ἔχεις τὸ σκληρόν;

748bΓΥΝῊ Γ: ἄρρεν παιδίον.

749ΛΥΣΙΣΤΡΆΤΗ: μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον

750ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.

751ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν

752κυεῖν ἔφασκες;

752bΓΥΝῊ Γ: καὶ κυῶ γε νὴ Δία.

753ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταύτην εἶχες;

753bΓΥΝῊ Γ: ἵνα μʼ εἰ καταλάβοι

754ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν

755ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.

756ΛΥΣΙΣΤΡΆΤΗ: τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.

757οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

758ΓΥΝῊ Γ: ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,

759ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

760ΓΥΝῊ Α: ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι

761ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.

762ΛΥΣΙΣΤΡΆΤΗ: ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.

763ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει

764ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι

765ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,

766καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,

767ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν

768μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.

769ΓΥΝῊ Α: λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.

769bΛΥΣΙΣΤΡΆΤΗ: σιγᾶτε δή.

770ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,

771τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,

772παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει

773Ζεὺς ὑψιβρεμέτης—

773bΓΥΝῊ Α: ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;

774ΛΥΣΙΣΤΡΆΤΗ: ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν

775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει

776ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.

Part 18

777ΓΥΝῊ Α: σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.

777bΛΥΣΙΣΤΡΆΤΗ: ὦ πάντες θεοί,

778μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,

779ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ

780ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.

781ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ αὐτὸς ἔτι παῖς ὤν. οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει·

788κᾆτʼ ἐλαγοθήρει πλεξάμενος ἄρκυς, καὶ κύνα τινʼ εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη

795ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον τοῦ Μελανίωνος οἱ σώφρονες.

797ΓΈΡΩΝ: βούλομαί σε γραῦ κύσαι—

798ΓΥΝΉ: κρόμμυόν τἄρʼ οὐκ ἔδει.

799ΓΈΡΩΝ: κἀνατείνας λακτίσαι.

800ΓΥΝΉ: τὴν λόχμην πολλὴν φορεῖς.

801ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: καὶ Μυρωνίδης γὰρ ἦν

802τραχὺς ἐντεῦθεν μελάμπυγός

803τε τοῖς ἐχθροῖς ἅπασιν,

804ὥς δὲ καὶ Φορμίων.

805ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ.

812οὗτος οὖν ὁ Τίμων [...] ᾤχεθʼ ὑπὸ μίσους πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει

817τοὺς πονηροὺς ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.

821ΓΥΝΉ: τὴν γνάθον βούλει θένω;

822ΓΈΡΩΝ: μηδαμῶς· †ἔδεισά γε.†

823ΓΥΝΉ: ἀλλὰ κρούσω τῷ σκέλει;

824ΓΈΡΩΝ: τὸν σάκανδρον ἐκφανεῖς.

825ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις

826καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν

827κομήτην, ἀλλʼ ἀπεψιλωμένον

828τῷ λύχνῳ.

829ΛΥΣΙΣΤΡΆΤΗ: ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ

830ταχέως.

830bΓΥΝΉ: τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;

831ΛΥΣΙΣΤΡΆΤΗ: ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,

832τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.

833ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου

834μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.

835ΓΥΝΉ: ποῦ δʼ ἐστὶν ὅστις ἐστί;

835bΛΥΣΙΣΤΡΆΤΗ: παρὰ τὸ τῆς Χλόης.

836ΓΥΝΉ: ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;

Part 19

837ΛΥΣΙΣΤΡΆΤΗ: ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;

837bΜΥΡΡΊΝΗ: νὴ Δία

838ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.

839ΛΥΣΙΣΤΡΆΤΗ: σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν

840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,

841καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.

842ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.

842bΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ἐγὼ

843ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,

844καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.

845ΚΙΝΗΣΊΑΣ: οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει

846χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

847ΛΥΣΙΣΤΡΆΤΗ: τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

847bΚΙΝΗΣΊΑΣ: ἐγώ.

848ΛΥΣΙΣΤΡΆΤΗ: ἀνήρ;

848bΚΙΝΗΣΊΑΣ: ἀνὴρ δῆτʼ.

848cΛΥΣΙΣΤΡΆΤΗ: οὐκ ἄπει δῆτʼ ἐκποδών;

849ΚΙΝΗΣΊΑΣ: σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;

849bΛΥΣΙΣΤΡΆΤΗ: ἡμεροσκόπος.

850ΚΙΝΗΣΊΑΣ: πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

851ΛΥΣΙΣΤΡΆΤΗ: ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;

852ΚΙΝΗΣΊΑΣ: ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

853ΛΥΣΙΣΤΡΆΤΗ: ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ

854τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.

855ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.

856κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ

857τουτὶ γένοιτο, φησίν.

857bΚΙΝΗΣΊΑΣ: ὢ πρὸς τῶν θεῶν.

858ΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ

859λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ

860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

861ΚΙΝΗΣΊΑΣ: ἴθι νυν κάλεσον αὐτήν.

Part 20

861bΛΥΣΙΣΤΡΆΤΗ: τί οὖν; δώσεις τί μοι;

862ΚΙΝΗΣΊΑΣ: ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·

863ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.

864ΛΥΣΙΣΤΡΆΤΗ: φέρε νυν καλέσω καταβᾶσά σοι.

864bΚΙΝΗΣΊΑΣ: ταχύ νυν πάνυ.

865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,

866ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·

867ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ

868εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις

869χάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.

870ΜΥΡΡΊΝΗ: φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται

871ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.

872ΚΙΝΗΣΊΑΣ: ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;

873κατάβηθι δεῦρο.

873bΜΥΡΡΊΝΗ: μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.

874ΚΙΝΗΣΊΑΣ: ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

875ΜΥΡΡΊΝΗ: οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

876ΚΙΝΗΣΊΑΣ: ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.

877ΜΥΡΡΊΝΗ: ἄπειμι.

877bΚΙΝΗΣΊΑΣ: μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ

878ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;

879ΠΑΙ͂Σ ΚΙΝΗΣΊΟΥ: μαμμία, μαμμία, μαμμία.

880ΚΙΝΗΣΊΑΣ: αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον

881ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

882ΜΥΡΡΊΝΗ: ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ

883ἔστιν.

883bΚΙΝΗΣΊΑΣ: κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.

884ΜΥΡΡΊΝΗ: οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;

885ΚΙΝΗΣΊΑΣ: ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ

886πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·

887χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,

888ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.

889ΜΥΡΡΊΝΗ: ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,

890φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.

891ΚΙΝΗΣΊΑΣ: τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις

892πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς

893αὐτή τε λυπεῖ;

Part 21

893bΜΥΡΡΊΝΗ: μὴ πρόσαγε τὴν χεῖρά μοι.

894ΚΙΝΗΣΊΑΣ: τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα

895χεῖρον διατίθης.

895bΜΥΡΡΊΝΗ: ὀλίγον αὐτῶν μοι μέλει.

896ΚΙΝΗΣΊΑΣ: ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης

897ὑπὸ τῶν ἀλεκτρυόνων;

897bΜΥΡΡΊΝΗ: ἔμοιγε νὴ Δία.

898ΚΙΝΗΣΊΑΣ: τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι

899χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;

900ΜΥΡΡΊΝΗ: μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε

901καὶ τοῦ πολέμου παύσησθε.

901bΚΙΝΗΣΊΑΣ: τοιγάρ, ἢν δοκῇ,

902ποιήσομεν καὶ ταῦτα.

902bΜΥΡΡΊΝΗ: τοιγάρ, ἢν δοκῇ,

903κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.

904ΚΙΝΗΣΊΑΣ: σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.

905ΜΥΡΡΊΝΗ: οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.

906ΚΙΝΗΣΊΑΣ: φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;

907ΜΥΡΡΊΝΗ: ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;

908ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.

909ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,

910σὺ δʼ οὐ κατακλίνει.

910bΜΥΡΡΊΝΗ: ποῦ γὰρ ἄν τις καὶ τάλαν

911δράσειε τοῦθʼ;

911bΚΙΝΗΣΊΑΣ: ὅπου; τὸ τοῦ Πανὸς καλόν.

912ΜΥΡΡΊΝΗ: καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;

913ΚΙΝΗΣΊΑΣ: κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.

914ΜΥΡΡΊΝΗ: ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;

915ΚΙΝΗΣΊΑΣ: εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.

Part 22

916ΜΥΡΡΊΝΗ: φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

916bΚΙΝΗΣΊΑΣ: μηδαμῶς.

917ἀρκεῖ χαμαὶ νῷν.

917bΜΥΡΡΊΝΗ: μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ

918καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

919ΚΙΝΗΣΊΑΣ: ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.

920ΜΥΡΡΊΝΗ: ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι.

921καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.

922ΚΙΝΗΣΊΑΣ: ποία ψίαθος; μὴ μοί γε.

922bΜΥΡΡΊΝΗ: νὴ τὴν Ἄρτεμιν,

923αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

923bΚΙΝΗΣΊΑΣ: δός μοί νυν κύσαι.

924ΜΥΡΡΊΝΗ: ἰδού.

924bΚΙΝΗΣΊΑΣ: παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.

925ΜΥΡΡΊΝΗ: ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι.

926καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.

927ΚΙΝΗΣΊΑΣ: ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.

927bΜΥΡΡΊΝΗ: νὴ Δίʼ ἀλλʼ ἐγώ.

928ΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.

929ΜΥΡΡΊΝΗ: ἀνίστασʼ, ἀναπήδησον.

929bΚΙΝΗΣΊΑΣ: ἤδη πάντʼ ἔχω.

930ΜΥΡΡΊΝΗ: ἅπαντα δῆτα.

930bΚΙΝΗΣΊΑΣ: δεῦρό νυν ὦ χρύσιον.

931ΜΥΡΡΊΝΗ: τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·

932μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.

933ΚΙΝΗΣΊΑΣ: νὴ Δίʼ ἀπολοίμην ἆρα.

Part 23

933bΜΥΡΡΊΝΗ: σισύραν οὐκ ἔχεις.

934ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.

935ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.

936ΚΙΝΗΣΊΑΣ: ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.

937ΜΥΡΡΊΝΗ: ἔπαιρε σαυτόν.

937bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἐπῆρται τοῦτό γε.

938ΜΥΡΡΊΝΗ: βούλει μυρίσω σε;

938bΚΙΝΗΣΊΑΣ: μὰ τὸν Ἀπόλλω μὴ μέ γε.

939ΜΥΡΡΊΝΗ: νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.

940ΚΙΝΗΣΊΑΣ: εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.

941ΜΥΡΡΊΝΗ: πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.

942ΚΙΝΗΣΊΑΣ: οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,

943εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.

944ΜΥΡΡΊΝΗ: τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.

945ΚΙΝΗΣΊΑΣ: ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία.

945bΜΥΡΡΊΝΗ: ληρεῖς ἔχων.

946ΚΙΝΗΣΊΑΣ: κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.

947ΜΥΡΡΊΝΗ: λαβὲ τόνδε τὸν ἀλάβαστον.

947bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἕτερον ἔχω.

948ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε

949μηδέν.

949bΜΥΡΡΊΝΗ: ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.

950ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατε

951σπονδὰς ποιεῖσθαι ψηφιεῖ.

951bΚΙΝΗΣΊΑΣ: βουλεύσομαι.

952ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ

953τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.

Part 24

954ΚΙΝΗΣΊΑΣ: οἴμοι τί πάθω; τίνα βινήσω

955τῆς καλλίστης πασῶν ψευσθείς;

956πῶς ταυτηνὶ παιδοτροφήσω;

957ποῦ Κυναλώπηξ;

958μίσθωσόν μοι τὴν τίτθην.

959ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ

960τείρει ψυχὴν ἐξαπατηθείς.

961κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.

962ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,

963ποία ψυχή, ποῖοι δʼ ὄρχεις,

964ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος

965κατατεινόμενος

966καὶ μὴ βινῶν τοὺς ὄρθρους;

967ΚΙΝΗΣΊΑΣ: ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.

968ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ

969ἡ παμβδελυρὰ καὶ παμμυσαρά.

970ΚΙΝΗΣΊΑΣ: μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.

971ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποία γλυκερά; μιαρὰ μιαρά.

972ΚΙΝΗΣΊΑΣ: μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·

973εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς

974μεγάλῳ τυφῷ καὶ πρηστῆρι

975ξυστρέψας καὶ ξυγγογγύλας

976οἴχοιο φέρων, εἶτα μεθείης,

977ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,

978κᾆτʼ ἐξαίφνης

979περὶ τὴν ψωλὴν περιβαίη.

980ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία

981ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.

982ΚΙΝΗΣΊΑΣ: σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;

983ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ

984ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.

985ΚΙΝΗΣΊΑΣ: κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;

986ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δίʼ οὐκ ἐγών γα.

986bΚΙΝΗΣΊΑΣ: ποῖ μεταστρέφει;

987τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς

988ὑπὸ τῆς ὁδοῦ;

988bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: παλαιόρ γα ναὶ τὸν Κάστορα

989ὥνθρωπος.

989bΚΙΝΗΣΊΑΣ: ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.

990ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.

991ΚΙΝΗΣΊΑΣ: τί δʼ ἐστί σοι τοδί;

991bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: σκυτάλα Λακωνικά.

992ΚΙΝΗΣΊΑΣ: εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.

993ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.

994τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;

995ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι

996ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.

Part 25

997ΚΙΝΗΣΊΑΣ: ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;

998ἀπὸ Πανός;

998bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,

999ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα

1000γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος

1001ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.

1002ΚΙΝΗΣΊΑΣ: πῶς οὖν ἔχετε;

1002bΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: μογίομες. ἂν γὰρ τὰν πόλιν

1003ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.

1004ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν

1005ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω

1006σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.

1007ΚΙΝΗΣΊΑΣ: τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται

1008ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.

1009ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν

1010αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.

1011ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω

1012πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.

1013ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.

1014ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,

1015οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.

1016ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,

1017ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;

1018ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.

1019ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι

1020γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.

1021ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.

1022ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·

1023ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.

1024ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.

1025κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον

1026τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.

1027ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·

1028ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·

1029ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.

1030ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.

1031ἦ μέγʼ ὦ Ζεῦ χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.

1032οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;

1033ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,

1034ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.

1035ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,

1036καὶ φιλήσω.

1036bΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μὴ φιλήσῃς.

1036cΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἤν τε βούλῃ γʼ ἤν τε μή.

1037ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,

1038κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,

1039οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.

1040ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι

1041οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.

1042ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.

1043ΧΟΡΌΣ: οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδένʼ ὦνδρες φλαῦρον εἰπεῖν οὐδὲ ἕν. ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.

1048ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, εἴ τις ἀργυρίδιον δεῖται λαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς, ὡς † πόλλʼ ἔσω ʼστὶν† κἄχομεν βαλλάντια.

1054κἄν ποτʼ εἰρήνη φανῇ, ὅστις ἂν νυνὶ δανείσηται παρʼ ἡμῶν, ἃν λάβῃ μηκέτʼ ἀποδῷ.

Part 26

1058ΧΟΡΌΣ: ἑστιᾶν δὲ μέλλομεν ξένους τινὰς Καρυστίους, ἄν- δρας καλούς τε κἀγαθούς. κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.

1063ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὔ- τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν, μηδʼ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς

1068ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν γεννικῶς, ὡς ἡ θύρα κεκλῄσεται.

1072ΧΟΡΌΣ: καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας

1073χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.

1074ΧΟΡΌΣ: ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,

1075εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.

1076ΛΆΚΩΝ: τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;

1077ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.

1078ΧΟΡΌΣ: βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ

1079δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.

1080ΛΆΚΩΝ: ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλει

1081παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.

1082ΧΟΡΌΣ: καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας

1083ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων

1084θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται

1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.

1086ἈΘΗΝΑΙ͂ΟΣ: τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;

1087ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.

1088ΧΟΡΌΣ: χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.

1089ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;

1090ἈΘΗΝΑΙ͂ΟΣ: μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.

1091ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,

1092οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.

1093ΧΟΡΌΣ: εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως

1094τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.

1095ἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.

1095bΛΆΚΩΝ: ναὶ τὼ σιὼ

1096παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.

1097ἈΘΗΝΑΙ͂ΟΣ: ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.

1098ΛΆΚΩΝ: ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,

1099αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.

1100ἈΘΗΝΑΙ͂ΟΣ: ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.

1101ἐπὶ τί πάρεστε δεῦρο;

1101bΛΆΚΩΝ: περὶ διαλλαγᾶν

1102πρέσβεις.

1102bἈΘΗΝΑΙ͂ΟΣ: καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.

1103τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,

1104ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;

1105ΛΆΚΩΝ: ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.

1106ἈΘΗΝΑΙ͂ΟΣ: ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·

1107αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.

Part 27

1108ΧΟΡΌΣ: χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι

1109δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·

1110ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι

1111συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.

1112ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους. τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή; πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,

1117μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων, ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ, ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.

1122ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον, ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι, αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους

1127πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς. λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους

1132εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.

1136ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.

1137ΛΥΣΙΣΤΡΆΤΗ: εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε

1142ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;

1147ἈΘΗΝΑΙ͂ΟΣ: ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.

1148ΛΆΚΩΝ: ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.

1149ΛΥΣΙΣΤΡΆΤΗ: ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;

1150οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ

1151κατωνάκας φοροῦντας ἐλθόντες δορὶ

1152πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,

1153πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,

1154ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,

1155κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης

1156τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

1157ΛΆΚΩΝ: οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.

1158ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.

1159ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν

1160μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;

1161τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;

1162ΛΆΚΩΝ: ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον

1163λῇ τοῦτʼ ἀποδόμεν.

1163bΛΥΣΙΣΤΡΆΤΗ: ποῖον ὦ τᾶν;

1163cΛΆΚΩΝ: τὰν Πύλον,

1164ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.

1165ἈΘΗΝΑΙ͂ΟΣ: μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.

1166ΛΥΣΙΣΤΡΆΤΗ: ἄφετʼ ὦγάθʼ αὐτοῖς.

1166bἈΘΗΝΑΙ͂ΟΣ: κᾆτα τίνα κινήσομεν;

1167ΛΥΣΙΣΤΡΆΤΗ: ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.

1168ἈΘΗΝΑΙ͂ΟΣ: τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ

1169πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ

1170κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.

1171ΛΆΚΩΝ: οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.

1172ΛΥΣΙΣΤΡΆΤΗ: ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.

Part 28

1173ἈΘΗΝΑΙ͂ΟΣ: ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.

1174ΛΆΚΩΝ: ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.

1175ΛΥΣΙΣΤΡΆΤΗ: ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.

1176ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ

1177τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.

1178ἈΘΗΝΑΙ͂ΟΣ: ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.

1179οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν

1180βινεῖν ἅπασιν;

1180bΛΆΚΩΝ: τοῖσι γῶν ναὶ τὼ σιὼ

1181ἁμοῖσι.

1181bἈΘΗΝΑΙ͂ΟΣ: καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.

1182ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,

1183ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει

1184ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.

1185ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.

1186κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν

1187ἄπεισʼ ἕκαστος.

1187bἈΘΗΝΑΙ͂ΟΣ: ἀλλʼ ἴωμεν ὡς τάχος.

1188ΛΆΚΩΝ: ἄγʼ ὅπᾳ τυ λῇς.

1188bἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.

1189ΧΟΡΌΣ: στρωμάτων δὲ ποικίλων καὶ χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅσʼ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.

1194πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν- θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι,

1199χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν. ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει.

1203ΧΟΡΌΣ: εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἔστι, βόσκει δʼ οἰκέτας καὶ σμικρὰ πολλὰ παιδία, ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.

1208ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκκους ἔχων καὶ κωρύκους, ὡς λήψεται πυ- ρούς· ὁ Μανῆς δʼ οὑμὸς αὐτοῖς ἐμβαλεῖ.

1213πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν τὴν ἐμήν, ἀλλʼ εὐλαβεῖσθαι τὴν κύνα.

1216ἈΘΗΝΑΙ͂ΟΣ Α: ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;

1217ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι

1218ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.

1219οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,

1220ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.

1221ἈΘΗΝΑΙ͂ΟΣ Β: χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

1222ἈΘΗΝΑΙ͂ΟΣ Α: οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.

1223οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν

1224καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

1225ἈΘΗΝΑΙ͂ΟΣ Β: οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.

1226ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·

1227ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.

1228ἈΘΗΝΑΙ͂ΟΣ Α: ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν· ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων, μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·

1233ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν, ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τις ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,

1238ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν. ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν ἐς ταὐτόν. οὐκ ἐρρήσετʼ ὦ μαστιγίαι;

1241ἈΘΗΝΑΙ͂ΟΣ Β: νὴ τὸν Δίʼ ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.

1242ΛΆΚΩΝ: ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,

1243ἵνʼ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν

1244ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.

1245ἈΘΗΝΑΙ͂ΟΣ: λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,

1246ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.

Part 29

1247ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ὅρμαον τὼς κυρσανίως ὦ Μναμοΰνα τάν τʼ ἐμὰν Μῶαν, ἅτις οἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ

1252πρὤκροον σιοείκελοι ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων, ἁμὲ δʼ αὖ Λεωνίδας ἆγεν ᾇπερ τὼς κάπρως θάγοντας οἰῶ τὸν ὀδόντα·

1257πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †, πολὺς δʼ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε

1263μόλε δεῦρο παρσένε σιὰ ποττὰς σπονδάς, ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δʼ αὖ φιλία τʼ αἰὲς εὔπορος εἴη ταῖς συνθήκαις,

1268καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρʼ ἴθι δεῦρʼ ὦ κυναγὲ παρσένε.

1273ἈΘΗΝΑΙ͂ΟΣ: ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,

1274ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε

1275ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ

1276στήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς συμφοραῖς

1277ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα

1278τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.

1279ΧΟΡῸΣ ἈΘΗΝΑΊΩΝ: πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας, ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,

1284ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται, Δία τε πυρὶ φλεγόμενον, ἐπί τε πότνιαν ἄλοχον ὀλβίαν· εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν

1289Ἡσυχίας πέρι τῆς ἀγανόφρονος, ἣν ἐποίησε θεὰ Κύπρις. ἀλαλαὶ ἰὴ παιήων· αἴρεσθʼ ἄνω ἰαί, ὡς ἐπὶ νίκῃ ἰαί.

1294εὐοῖ εὐοῖ, εὐαί εὐαί.

1295ἈΘΗΝΑΙ͂ΟΣ: πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.

1296ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶα Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν κλέωα τὸν Ἀμύκλαις σιὸν καὶ χαλκίοικον Ἀσάναν, Τυνδαρίδας τʼ ἀγασώς,

1302τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. εἶα μάλʼ ἔμβη ὢ εἶα κοῦφα πάλλων, ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι

1307καὶ ποδῶν κτύπος, ᾇ τε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρωταν ἀμπάλλοντι πυκνὰ ποδοῖν ἀγκονίωαι,

1312ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶν θυρσαδδωᾶν καὶ παιδδωᾶν. ἁγεῖται δʼ ἁ Λήδας παῖς ἁγνὰ χοραγὸς εὐπρεπής. ἀλλʼ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη

1319ᾇ τις ἔλαφος· κρότον δʼ ἁμᾷ ποίει χορωφελήταν. καὶ τὰν σιὰν δʼ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.

Source: Perseus Digital Library

Back to top ↑