Ad Fontesto the sources

Thesmophoriazusae

Aristophanes · 7.9k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 27 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25
  26. Part 26
  27. Part 27

Part 1

1ΜΝΗΣΊΛΟΧΟΣ: ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;

2ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.

3οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,

4παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;

5ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα

6ὄψει παρεστώς.

6bΜΝΗΣΊΛΟΧΟΣ: πῶς λέγεις; αὖθις φράσον.

7οὐ δεῖ μʼ ἀκούειν;

7bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.

8ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;

8bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.

9ΜΝΗΣΊΛΟΧΟΣ: πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.

10οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;

11ΕΥ̓ΡΙΠΊΔΗΣ: χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.

12ΜΝΗΣΊΛΟΧΟΣ: τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;

12bΕΥ̓ΡΙΠΊΔΗΣ: εὖ ἴσθʼ ὅτι.

13ΜΝΗΣΊΛΟΧΟΣ: πῶς χωρίς;

13bΕΥ̓ΡΙΠΊΔΗΣ: οὕτω ταῦτα διεκρίθη τότε.

14αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο

15καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,

16ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο

17ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,

18ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.

19ΜΝΗΣΊΛΟΧΟΣ: διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;

20νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.

21οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.

22ΕΥ̓ΡΙΠΊΔΗΣ: πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.

22bΜΝΗΣΊΛΟΧΟΣ: πῶς ἂν οὖν

23πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως

24ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;

25ΕΥ̓ΡΙΠΊΔΗΣ: βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.

25bΜΝΗΣΊΛΟΧΟΣ: ἰδού.

26ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁρᾷς τὸ θύριον τοῦτο;

26bΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὸν Ἡρακλέα

27οἶμαί γε.

27bΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα νυν.

Part 2

27cΜΝΗΣΊΛΟΧΟΣ: σιωπῶ τὸ θύριον;

28ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄκουʼ.

28bΜΝΗΣΊΛΟΧΟΣ: ἀκούω καὶ σιωπῶ τὸ θύριον;

29ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει

30ὁ τραγῳδοποιός.

30bΜΝΗΣΊΛΟΧΟΣ: ποῖος οὗτος Ἁγάθων;

31ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔστιν τις Ἀγάθων—

31bΜΝΗΣΊΛΟΧΟΣ: μῶν ὁ μέλας ὁ καρτερός;

32ΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;

33ΜΝΗΣΊΛΟΧΟΣ: μῶν ὁ δασυπώγων;

33bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἑόρακας πώποτε;

34ΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.

35ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.

36ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται

37θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·

38προθυσόμενος ἔοικε τῆς ποιήσεως.

39ΘΕΡΆΠΩΝ: εὔφημος πᾶς ἔστω λαός,

40στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ

41θίασος Μουσῶν ἔνδον μελάθρων

42τῶν δεσποσύνων μελοποιῶν.

43ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,

44κῦμα δὲ πόντου μὴ κελαδείτω

45γλαυκόν·

45bΜΝΗΣΊΛΟΧΟΣ: βομβάξ.

45cΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα.

45dΜΝΗΣΊΛΟΧΟΣ: τι λέγει;

46ΘΕΡΆΠΩΝ: πτηνῶν τε γένη κατακοιμάσθω,

47θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων

48μὴ λυέσθων.

48bΜΝΗΣΊΛΟΧΟΣ: βομβαλοβομβάξ.

49ΘΕΡΆΠΩΝ: μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων

50πρόμος ἡμέτερος—

50bΜΝΗΣΊΛΟΧΟΣ: μῶν βινεῖσθαι;

Part 3

51ΘΕΡΆΠΩΝ: τίς ὁ φωνήσας;

51bΜΝΗΣΊΛΟΧΟΣ: νήνεμος αἰθήρ.

52ΘΕΡΆΠΩΝ: δρυόχους τιθέναι δράματος ἀρχάς.

53κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,

54τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,

55καὶ γνωμοτυπεῖ κἀντονομάζει

56καὶ κηροχυτεῖ καὶ γογγύλλει

57καὶ χοανεύει.

57bΜΝΗΣΊΛΟΧΟΣ: καὶ λαικάζει.

58ΘΕΡΆΠΩΝ: τίς ἀγροιώτας πελάθει θριγκοῖς;

59ΜΝΗΣΊΛΟΧΟΣ: ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ

60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ

61συγγογγύλας καὶ συστρέψας

62τουτὶ τὸ πέος χοανεῦσαι.

63ΘΕΡΆΠΩΝ: ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.

64ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ

65Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.

66ΘΕΡΆΠΩΝ: μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.

67καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν

68ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,

69ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.

70ΕΥ̓ΡΙΠΊΔΗΣ: τί οὖν ἐγὼ δρῶ;

70bΘΕΡΆΠΩΝ: περίμενʼ, ὡς ἐξερχεται.

71ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;

72ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι

73τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;

74οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.

75ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.

76ΜΝΗΣΊΛΟΧΟΣ: ποῖόν τι;

76bΕΥ̓ΡΙΠΊΔΗΣ: τῇδε θἠμέρᾳ κριθήσεται

77εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.

78ΜΝΗΣΊΛΟΧΟΣ: καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια

79μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,

80ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.

81ΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.

82αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι

83κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον

84ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.

84bΜΝΗΣΊΛΟΧΟΣ: τιὴ τί δή;

85ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.

Part 4

86ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.

87ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;

88ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον

89ἐς Θεσμοφόροιν ἐλθεῖν.

89bΜΝΗΣΊΛΟΧΟΣ: τί δράσοντʼ; εἰπέ μοι.

90ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ

91λέξονθʼ ὑπὲρ ἐμοῦ.

91bΜΝΗΣΊΛΟΧΟΣ: πότερα φανερῶς ἢ λάθρᾳ;

92ΕΥ̓ΡΙΠΊΔΗΣ: λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.

93ΜΝΗΣΊΛΟΧΟΣ: τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·

94τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.

95ΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα.

95bΜΝΗΣΊΛΟΧΟΣ: τί δʼ ἔστιν;

95cΕΥ̓ΡΙΠΊΔΗΣ: Ἁγάθων ἐξέρχεται.

96ΜΝΗΣΊΛΟΧΟΣ: καὶ ποῖός ἐστιν;

96bΕΥ̓ΡΙΠΊΔΗΣ: οὗτος οὑκκυκλούμενος.

97ΜΝΗΣΊΛΟΧΟΣ: ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ

98ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.

99ΕΥ̓ΡΙΠΊΔΗΣ: σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.

100ΜΝΗΣΊΛΟΧΟΣ: μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;

101ἈΓΆΘΩΝ: ἱερὰν χθονίαις δεξάμεναι

102λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ

103πατρίδι χορεύσασθε βοάν.

104ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: τίνι δαιμόνων ὁ κῶμος;

105λέγε νυν. εὐπίστως δὲ τοὐμὸν

106δαίμονας ἔχει σεβίσαι.

107ἈΓΆΘΩΝ: ἄγε νυν ὄλβιζε Μοῦσα

108χρυσέων ῥύτορα τόξων

109Φοῖβον, ὃς ἱδρύσατο χώρας

110γύαλα Σιμουντίδι γᾷ.

111ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: χαῖρε καλλίστας ἀοιδᾶς

112Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς

113γέρας ἱερὸν προφέρων.

114ἈΓΆΘΩΝ: τάν τʼ ἐν ὄρεσι δρυογόνοισι

115κόραν ἀείσατʼ

116Ἄρτεμιν ἀγροτέραν.

Part 5

117ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: ἕπομαι κλῄζουσα σεμνὸν

118γόνον ὀλβίζουσα Λατοῦς

119Ἄρτεμιν ἀπειρολεχῆ.

120ἈΓΆΘΩΝ: Λατώ τε κρούματά τʼ Ἀσιάδος

121ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων

122διανεύματα Χαρίτων†.

123ΧΟΡῸΣ ἈΓΆΘΩΝΟΣ: σέβομαι Λατώ τʼ ἄνασσαν

124κίθαρίν τε ματέρʼ ὕμνων

125ἄρσενι βοᾷ δόκιμον,

126τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν

127ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν

128ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.

129χαῖρʼ ὄλβιε παῖ Λατοῦς.

130ΜΝΗΣΊΛΟΧΟΣ: ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον

135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.

140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει; καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία; τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους

145ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;

146ἈΓΆΘΩΝ: ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον

147ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·

148ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.

149χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα

150ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.

151αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,

152μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.

153ΜΝΗΣΊΛΟΧΟΣ: οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;

154ἈΓΆΘΩΝ: ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι

155ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,

156μίμησις ἤδη ταῦτα συνθηρεύεται.

157ΜΝΗΣΊΛΟΧΟΣ: ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,

158ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.

159ἈΓΆΘΩΝ: ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν

160ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι

161Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος

162κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,

163ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,

164καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,

165αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·

166διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.

167ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.

168ΜΝΗΣΊΛΟΧΟΣ: ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,

169ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,

170ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.

171ἈΓΆΘΩΝ: ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ

172ἐμαυτὸν ἐθεράπευσα.

172bΜΝΗΣΊΛΟΧΟΣ: πῶς πρὸς τῶν θεῶν;

173ΕΥ̓ΡΙΠΊΔΗΣ: παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν

174ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.

175ΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.

176ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.

176bἈΓΆΘΩΝ: λέγε.

177ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ

178πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.

179ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος

180ἱκέτης ἀφῖγμαι πρὸς σέ.

180bἈΓΆΘΩΝ: τοῦ χρείαν ἔχων;

181ΕΥ̓ΡΙΠΊΔΗΣ: μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον

182τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.

183ἈΓΆΘΩΝ: τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;

Part 6

184ΕΥ̓ΡΙΠΊΔΗΣ: ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ

185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,

186ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.

187μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.

188ἈΓΆΘΩΝ: ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;

189ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·

190ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,

191σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος

192γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.

193ἈΓΆΘΩΝ: Εὐριπίδη—

193bΕΥ̓ΡΙΠΊΔΗΣ: τί ἔστιν;

193cἈΓΆΘΩΝ: ἐποίησάς ποτε,

194χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;

195ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔγωγε.

195bἈΓΆΘΩΝ: μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν

196ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.

197ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.

198τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν

199φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.

200ΜΝΗΣΊΛΟΧΟΣ: καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ

201οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.

202ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;

203ἈΓΆΘΩΝ: κάκιον ἀπολοίμην ἂν ἢ σύ.

203bΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς;

203cἈΓΆΘΩΝ: ὅπως;

204δοκῶν γυναικῶν ἔργα νυκτερείσια

205κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.

206ΜΝΗΣΊΛΟΧΟΣ: ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.

207ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.

208ΕΥ̓ΡΙΠΊΔΗΣ: τί οὖν; ποιήσεις ταῦτα;

208bἈΓΆΘΩΝ: μὴ δόκει γε σύ.

209ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.

210ΜΝΗΣΊΛΟΧΟΣ: ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.

211ΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς οὖν ποιήσω δῆτα;

211bΜΝΗΣΊΛΟΧΟΣ: τοῦτον μὲν μακρὰ

212κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.

Part 7

213ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,

214ἀπόδυθι τουτὶ θοἰμάτιον.

214bΜΝΗΣΊΛΟΧΟΣ: καὶ δὴ χαμαί.

215ἀτὰρ τί μέλλεις δρᾶν μʼ;

215bΕΥ̓ΡΙΠΊΔΗΣ: ἀποξυρεῖν ταδί,

216τὰ κάτω δʼ ἀφεύειν.

216bΜΝΗΣΊΛΟΧΟΣ: ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.

217ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.

218ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,

219χρῆσόν τί νυν ἡμῖν ξυρόν.

219bἈΓΆΘΩΝ: αὐτὸς λάμβανε

220ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.

220bΕΥ̓ΡΙΠΊΔΗΣ: γενναῖος εἶ.

221κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.

222ΜΝΗΣΊΛΟΧΟΣ: ὤμοι.

222bΕΥ̓ΡΙΠΊΔΗΣ: τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,

223ἢν μὴ σιωπᾷς.

223bΜΝΗΣΊΛΟΧΟΣ: ἀτταταῖ ἰατταταῖ.

224ΕΥ̓ΡΙΠΊΔΗΣ: οὗτος σὺ ποῖ θεῖς;

224bΜΝΗΣΊΛΟΧΟΣ: ἐς τὸ τῶν σεμνῶν θεῶν·

225οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ

226τεμνόμενος.

226bΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκουν καταγέλαστος δῆτʼ ἔσει

227τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;

228ΜΝΗΣΊΛΟΧΟΣ: ὀλίγον μέλει μοι.

228bΕΥ̓ΡΙΠΊΔΗΣ: μηδαμῶς πρὸς τῶν θεῶν

229προδῷς με· χώρει δεῦρο.

229bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ.

230ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;

231ΜΝΗΣΊΛΟΧΟΣ: μυμῦ.

231bΕΥ̓ΡΙΠΊΔΗΣ: τί μύξεις; πάντα πεποίηται καλῶς.

232ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.

Part 8

233ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.

234βούλει θεᾶσθαι σαυτόν;

234bΜΝΗΣΊΛΟΧΟΣ: εἰ δοκεῖ, φέρε.

235ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁρᾷς σεαυτόν;

235bΜΝΗΣΊΛΟΧΟΣ: οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.

236ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.

237ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.

238ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.

239ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.

240ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.

241οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.

242πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†

243ΕΥ̓ΡΙΠΊΔΗΣ: θάρρει.

243bΜΝΗΣΊΛΟΧΟΣ: τί θαρρῶ καταπεπυρπολημένος;

244ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ

245ἀποπεπόνηκας.

245bΜΝΗΣΊΛΟΧΟΣ: φῦ ἰοὺ τῆς ἀσβόλου.

246αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.

247ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.

248ΜΝΗΣΊΛΟΧΟΣ: οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.

249ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,

250ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ

251καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.

252ἈΓΆΘΩΝ: λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.

252bΜΝΗΣΊΛΟΧΟΣ: τί οὖν λάβω;

253ἈΓΆΘΩΝ: ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.

254ΜΝΗΣΊΛΟΧΟΣ: νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.

255σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.

255bΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού.

Part 9

256ΜΝΗΣΊΛΟΧΟΣ: ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.

257ΕΥ̓ΡΙΠΊΔΗΣ: κεκρυφάλου δεῖ καὶ μίτρας.

257bἈΓΆΘΩΝ: ἡδὶ μὲν οὖν

258κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.

259ΕΥ̓ΡΙΠΊΔΗΣ: νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.

260ΜΝΗΣΊΛΟΧΟΣ: ἆρʼ ἁρμόσει μοι;

260bΕΥ̓ΡΙΠΊΔΗΣ: νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.

261φέρʼ ἔγκυκλον·

261bἈΓΆΘΩΝ: τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.

262ΕΥ̓ΡΙΠΊΔΗΣ: ὑποδημάτων δεῖ.

262bἈΓΆΘΩΝ: τἀμὰ ταυτὶ λάμβανε.

263ΜΝΗΣΊΛΟΧΟΣ: ἆρʼ ἁρμόσει μοι;

263bΕΥ̓ΡΙΠΊΔΗΣ: χαλαρὰ γοῦν χαίρεις φορῶν.

264ἈΓΆΘΩΝ: σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,

265εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.

266ΕΥ̓ΡΙΠΊΔΗΣ: ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ

267τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι

268γυναικιεῖς εὖ καὶ πιθανῶς.

268bΜΝΗΣΊΛΟΧΟΣ: πειράσομαι.

269ΕΥ̓ΡΙΠΊΔΗΣ: βάδιζε τοίνυν.

269bΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ

270ὀμόσῃς ἐμοί—

270bΕΥ̓ΡΙΠΊΔΗΣ: τί χρῆμα;

270cΜΝΗΣΊΛΟΧΟΣ: συσσώσειν ἐμὲ

271πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.

272ΕΥ̓ΡΙΠΊΔΗΣ: ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.

273ΜΝΗΣΊΛΟΧΟΣ: τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;

Part 10

274ΕΥ̓ΡΙΠΊΔΗΣ: ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.

275ΜΝΗΣΊΛΟΧΟΣ: μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,

276ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.

277ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας

278σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.

279ἐγὼ δʼ ἄπειμι.

279bΜΝΗΣΊΛΟΧΟΣ: δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου. ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος. ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.

284ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.

289καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου, καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.

295ΚΗΡΎΚΑΙΝΑ: εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα

302ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.

311ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.

312ΧΟΡΌΣ: δεχόμεθα καὶ θεῶν γένος λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς φανέντας ἐπιχαρῆναι. Ζεῦ μεγαλώνυμε χρυσολύρα τε Δῆλον ὃς ἔχεις ἱεράν,

317καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι χρυσόλογχε πόλιν οἰκοῦσα περιμάχητον, ἐλθὲ δεῦρο. καὶ πολυώνυμε θηροφόνη παῖ Λατοῦς χρυσώπιδος ἔρνος,

322σύ τε πόντιε σεμνὲ Πόσειδον ἁλιμέδον προλιπὼν μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον, Νηρέος ἐναλίου τε κόραι Νύμφαι τʼ ὀρείπλαγκτοι.

327χρυσέα τε φόρμιγξ ἰαχήσειεν ἐπʼ εὐχαῖς ἡμετέραις· τελέως δʼ ἐκκλησιάσαιμεν Ἀθηναίων εὐγενεῖς γυναῖκες.

331ΚΗΡΎΚΑΙΝΑ: εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς, εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν

336τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς

341προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε, ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,

346ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον, κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται, κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς

351εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.

352ΧΟΡΌΣ: ξυνευχόμεσθα τέλεα μὲν πόλει τέλεα δὲ δήμῳ τάδʼ εὔγματα γενέσθαι, τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει νικᾶν λεγούσαις· ὁπόσαι δʼ

357ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς ὅρκους τοὺς νενομισμένους κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἢ ψηφίσματα καὶ νόμον ζητοῦσʼ ἀντιμεθιστάναι,

363τἀπόρρητά τε τοῖσιν ἐχθροῖς τοῖς ἡμετέροις λέγουσʼ, ἢ Μήδους ἐπάγουσι γῇ κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.

368ἀλλʼ ὦ παγκρατὲς Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις.

373ΚΗΡΎΚΑΙΝΑ: ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε

374τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,

375Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·

376ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ

377τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,

378καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,

379ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ

379bἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;

380ΓΥΝῊ Α: ἐγώ.

380bΚΗΡΎΚΑΙΝΑ: περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.

381ΧΟΡΌΣ: σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη

382ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.

383ΓΥΝῊ Α: φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας

388καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά. τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν; ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί, τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,

393τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν· ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.

398δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,

403ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα; οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει, τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης. εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται

408ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν. ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον· πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ

413δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή. εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.

418καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα

423Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου, νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια

428ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως, ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ, ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω, τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.

434ΧΟΡΌΣ: οὔπω ταύτης ἤκουσα

435πολυπλοκωτέρας γυναικὸς

436οὐδὲ δεινότερον λεγούσης.

437πάντα γὰρ λέγει δίκαια,

438†πάσας δʼ ἰδέας ἐξήτασεν,

439πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†

439aποικίλους λόγους ἀνηῦρεν

440εὖ διεζητημένους·

440aὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν

441Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν

441aἂν αὐτόν, ὡς ἐγᾦμαι,

442πᾶσιν ὑμῖν

442aἄντικρυς μηδὲν λέγειν.

443ΓΥΝῊ Β: ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων. τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ· ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις

448στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις. τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην· νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς· ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.

453νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα· ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά, ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς. ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν

458πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.

459ΧΟΡΌΣ: ἕτερον αὖ τι λῆμα τοῦτο

460κομψότερον ἔτʼ ἢ τὸ πρότερον

460aἀναπέφηνεν.

461οἷα κατεστωμύλατο

462οὐκ ἄκαιρα, φρένας ἔχουσα

463καὶ πολύπλοκον νόημʼ, οὐδʼ

464ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.

465δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν

465aτὸν ἄνδρα

465bπεριφανῶς δοῦναι δίκην.

466ΜΝΗΣΊΛΟΧΟΣ: τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά, οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν. καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων, μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.

471ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον· αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου. τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;

476ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω, ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας, ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος, ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.

481οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν· κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ. ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι; στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη· ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·

486κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον· ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης. ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·

491οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει· οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα, ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν

496μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς, οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον †ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον

501τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον· ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος· τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,

506ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον· εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ, ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν· χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν

511ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν. εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν, τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον

516τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;

520ΧΟΡΌΣ: τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον

525κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτʼ ἄν. ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη· τὴν παροιμίαν δʼ ἐπαινῶ

529aτὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ παντί νου χρὴ μὴ δάκῃ ῥητωρ ἀθρεῖν.

531ΧΟΡΌΣ: ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν

532οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.

533ΓΥΝῊ Α: οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,

534ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,

535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν

536ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς

537αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι

538ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ

539γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.

Part 11

540ΜΝΗΣΊΛΟΧΟΣ: μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης

541παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,

542εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,

543διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;

544ΓΥΝῊ Α: οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας

545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν

546ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ

547ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ

548οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.

549ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις

550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.

551ΓΥΝῊ Α: ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος

552ἡμᾶς ἁπάσας αὖθις αὖ.

552bΜΝΗΣΊΛΟΧΟΣ: καὶ νὴ Δίʼ οὐδέπω γε

553εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;

554ΓΥΝῊ Α: ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.

555ΜΝΗΣΊΛΟΧΟΣ: μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.

556ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι

557ἔπειτα σιφωνίζομεν τὸν οἶνον.

557bΓΥΝῊ Α: ἐπιτριβείης.

558ΜΝΗΣΊΛΟΧΟΣ: ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι

559ἔπειτα τὴν γαλῆν φαμεν—

559bΓΥΝῊ Α: τάλαινʼ ἐγώ· φλυαρεῖς.

560ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,

561οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,

562οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—

562bΓΥΝῊ Α: ἐξόλοιο.

563ΜΝΗΣΊΛΟΧΟΣ: ἁχαρνικὴ τὸν πατέρα.

563bΓΥΝῊ Α: ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;

564ΜΝΗΣΊΛΟΧΟΣ: οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ

565τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.

566ΓΥΝῊ Α: οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,

567ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.

567bΜΝΗΣΊΛΟΧΟΣ: οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.

568ΓΥΝῊ Α: καὶ μὴν ἰδού.

568bΜΝΗΣΊΛΟΧΟΣ: καὶ μὴν ἰδού.

568cΓΥΝῊ Α: λαβὲ θοἰμάτιον Φιλίστη.

Part 12

569ΜΝΗΣΊΛΟΧΟΣ: πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—

569bΓΥΝῊ Α: τί δράσεις;

570ΜΝΗΣΊΛΟΧΟΣ: τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.

571ΧΟΡΌΣ: παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν

572ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,

573σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.

574ΚΛΕΙΣΘΈΝΗΣ: φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·

575ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·

576γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.

577καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα

578ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,

579ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα

580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ

581ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.

582ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,

583ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

584ΚΛΕΙΣΘΈΝΗΣ: Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα

585αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.

586ΧΟΡΌΣ: πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;

587ΚΛΕΙΣΘΈΝΗΣ: ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,

588ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.

589ΧΟΡΌΣ: καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;

590ΚΛΕΙΣΘΈΝΗΣ: ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης

591καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.

592ΜΝΗΣΊΛΟΧΟΣ: πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ

593ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;

594οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.

595ΚΛΕΙΣΘΈΝΗΣ: ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,

596εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.

597ΧΟΡΌΣ: τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.

598ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,

599ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου

600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.

601καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν

602ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.

603ΚΛΕΙΣΘΈΝΗΣ: φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;

603bΜΝΗΣΊΛΟΧΟΣ: ποῖ τις τρέψεται;

604ΚΛΕΙΣΘΈΝΗΣ: ζητητέαι γάρ ἐστε.

604bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ.

605ΓΥΝῊ Α: ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.

606ΚΛΕΙΣΘΈΝΗΣ: γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;

Part 13

607ΧΟΡΌΣ: γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.

608ΚΛΕΙΣΘΈΝΗΣ: ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον

609ἔχουσα;

609bΓΥΝῊ Α: τίτθη νὴ Δίʼ ἐμή.

609cΜΝΗΣΊΛΟΧΟΣ: διοίχομαι.

610ΚΛΕΙΣΘΈΝΗΣ: αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;

611ΜΝΗΣΊΛΟΧΟΣ: ἔασον οὐρῆσαί μʼ.

611bΚΛΕΙΣΘΈΝΗΣ: ἀναίσχυντός τις εἶ.

612σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.

613ΧΟΡΌΣ: ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·

614μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.

615ΚΛΕΙΣΘΈΝΗΣ: πολύν γε χρόνον οὐρεῖς σύ.

615bΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δίʼ ὦ μέλε·

616στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.

617ΚΛΕΙΣΘΈΝΗΣ: τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;

618ΜΝΗΣΊΛΟΧΟΣ: τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;

618bΚΛΕΙΣΘΈΝΗΣ: εἰπέ μοι,

619τίς ἔστʼ ἀνήρ σοι;

619bΜΝΗΣΊΛΟΧΟΣ: τὸν ἐμὸν ἄνδρα πυνθάνει;

620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

621ΚΛΕΙΣΘΈΝΗΣ: τὸν δεῖνα; ποῖον;

621bΜΝΗΣΊΛΟΧΟΣ: ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε

622τὸν δεῖνα τὸν τοῦ δεῖνα—

622bΚΛΕΙΣΘΈΝΗΣ: ληρεῖν μοι δοκεῖς.

623ἀνῆλθες ἤδη δεῦρο πρότερον;

623bΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δία

624ὁσέτη γε.

624bΚΛΕΙΣΘΈΝΗΣ: καὶ τίς σοὐστὶ συσκηνήτρια;

625ΜΝΗΣΊΛΟΧΟΣ: ἡ δεῖνʼ ἔμοιγʼ.

Part 14

625bΚΛΕΙΣΘΈΝΗΣ: οἴμοι τάλας, οὐδὲν λέγεις.

626ΓΥΝῊ Α: ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς

627ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,

628ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι

629ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.

630ΜΝΗΣΊΛΟΧΟΣ: φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.

631ΓΥΝῊ Α: τί δὲ μετὰ τοῦτο δεύτερον;

631bΜΝΗΣΊΛΟΧΟΣ: προὐπίνομεν.

632ΓΥΝῊ Α: ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;

633ΜΝΗΣΊΛΟΧΟΣ: σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.

634ΓΥΝῊ Α: οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·

635ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.

635bΚΛΕΙΣΘΈΝΗΣ: τί οὖν ποιῶ;

636ΓΥΝῊ Α: ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.

637ΜΝΗΣΊΛΟΧΟΣ: κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;

638ΚΛΕΙΣΘΈΝΗΣ: χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.

639ΓΥΝῊ Α: ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·

640καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.

641ΜΝΗΣΊΛΟΧΟΣ: στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.

642ΓΥΝῊ Α: νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.

643ΚΛΕΙΣΘΈΝΗΣ: ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;

644ΓΥΝῊ Α: τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.

645ΚΛΕΙΣΘΈΝΗΣ: καὶ ποῦ ʼστιν;

645bΓΥΝῊ Α: αὖθις ἐς τὸ πρόσθεν οἴχεται.

646ΚΛΕΙΣΘΈΝΗΣ: οὐκ ἐνγεταυθί.

Part 15

646bΓΥΝῊ Α: μἀλλὰ δεῦρʼ ἥκει πάλιν.

647ΚΛΕΙΣΘΈΝΗΣ: ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω

648τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.

649ΓΥΝῊ Α: ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου

650ἡμῖν ἐλοιδορεῖτο.

650bΜΝΗΣΊΛΟΧΟΣ: κακοδαίμων ἐγώ,

651εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.

652ΓΥΝῊ Α: ἄγε δὴ τί δρῶμεν;

652bΚΛΕΙΣΘΈΝΗΣ: τουτονὶ φυλάττετε

653καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·

654ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

655ΧΟΡΌΣ: ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ

656ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας

657ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι

658τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.

659ΧΟΡΌΣ: εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα

660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ

661μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,

662ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.

663ΧΟΡΌΣ: εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,

664εἴ τις ἐν τόποις ἑδραῖος

664aἄλλος αὖ λέληθεν ὤν.

665πανταχῇ δὲ ῥῖψον ὄμμα,

666καὶ τὰ τῇδε καὶ τὰ δεῦρο

667πάντʼ ἀνασκόπει καλῶς.

668ΧΟΡΌΣ: ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων ἀθέων τε τρόπων·

672φήσει δʼ εἶναί τε θεοὺς φανερῶς, δείξει τʼ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας [...] †δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.

677κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται· αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, †μανίαισ† φλέγων λύσσῃ παράκοπος, †εἴ τι δρῴη† πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,

683ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν θεὸς ἀποτίνεται. ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς. οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.

689ΓΥΝῊ Α: ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;

690τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον

691ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.

692ΜΝΗΣΊΛΟΧΟΣ: κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,

693ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων

694πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας

695καθαιματώσει βωμόν.

695bΓΥΝῊ Α: ὦ τάλαινʼ ἐγώ.

696γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν

697στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου

698τέκνου με περιόψεσθʼ ἀποστερουμένην;

699ΧΟΡΌΣ: ἔα ἔα.

700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι

701νεοχμὸν αὖ τέρας;

702ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.

703οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.

704ΜΝΗΣΊΛΟΧΟΣ: οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.

705ΧΟΡΌΣ: ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;

706ΓΥΝῊ Α: δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.

707ΧΟΡΌΣ: τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε

708τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;

709ΜΝΗΣΊΛΟΧΟΣ: κοὔπω μέντοι γε πέπαυμαι.

710ΧΟΡΌΣ: ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ

711ἀποδρὰς λέξεις

712οἷον δράσας διέδυς ἔργον,

713λήψει δὲ κακόν.

Part 16

714ΜΝΗΣΊΛΟΧΟΣ: τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.

715ΧΟΡΌΣ: τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν

716ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;

717ΜΝΗΣΊΛΟΧΟΣ: μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.

719ΧΟΡΌΣ: ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως

720ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους

721ἐπʼ ἀθέοις ἔργοις·

722καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.

723τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον

725ἐπέχει τύχη.

726ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,

727καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.

728ΓΥΝῊ Α: ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.

729κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.

730ΜΝΗΣΊΛΟΧΟΣ: ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν

731ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον

732μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.

733τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη

734οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.

735ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται

736κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,

737ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,

738κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

739ΓΥΝῊ Α: παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.

740ΜΝΗΣΊΛΟΧΟΣ: παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,

741τουτὶ τεκεῖν φῄς;

741bΓΥΝῊ Α: καὶ δέκα μῆνας αὔτʼ ἐγὼ

742ἤνεγκον.

742bΜΝΗΣΊΛΟΧΟΣ: ἤνεγκας σύ;

742cΓΥΝῊ Α: νὴ τὴν Ἄρτεμιν.

743ΜΝΗΣΊΛΟΧΟΣ: πρικότυλον ἢ πῶς; εἰπέ μοι.

743bΓΥΝῊ Α: τί μʼ ἠργάσω;

744ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον

745τυννοῦτον ὄν.

745bΜΝΗΣΊΛΟΧΟΣ: τυννοῦτο;

745cΓΥΝῊ Α: μικρὸν νὴ Δία.

746ΜΝΗΣΊΛΟΧΟΣ: πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;

747ΓΥΝῊ Α: σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.

748ἀλλʼ ἀπόδος αὐτό.

748bΜΝΗΣΊΛΟΧΟΣ: μὰ τὸν Ἀπόλλω τουτονί.

749ΓΥΝῊ Α: ἐμπρήσομεν τοίνυν σε.

749bΜΝΗΣΊΛΟΧΟΣ: πάνυ γʼ ἐμπίμπρατε·

750αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.

Part 17

751ΓΥΝῊ Α: μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει

752ὑπέρ γε τούτου.

752bΜΝΗΣΊΛΟΧΟΣ: φιλότεκνός τις εἶ φύσει.

753ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται

754ΓΥΝῊ Α: οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,

755ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.

756ΜΝΗΣΊΛΟΧΟΣ: ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.

757ΓΥΝῊ Α: κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.

758ΜΝΗΣΊΛΟΧΟΣ: τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.

759ΓΥΝῊ Α: τί τῆς ἱερείας γίγνεται;

759bΜΝΗΣΊΛΟΧΟΣ: τουτί. λαβέ.

760ΓΥΝῊ Γ: ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;

762ΓΥΝῊ Α: ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,

763φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη

764τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.

765ΜΝΗΣΊΛΟΧΟΣ: ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας; τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον

770ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται. πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν; τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν γράφων διαρρίπτοιμι; βέλτιον πολύ.

775ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον.

776ΜΝΗΣΊΛΟΧΟΣ: ὦ χεῖρες ἐμαὶ

777ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.

778ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,

779δέξασθε σμίλης ὁλκοὺς

780κήρυκας ἐμῶν μόχθων· οἴμοι

781τουτὶ τὸ ῥῶ μοχθηρόν·

782χώρει χώρει. ποίαν αὔλακα;

783βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς

784κείνᾳ ταύτᾳ· ταχέως χρή.

785ΧΟΡΌΣ: ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι, καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,

790κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι, ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν; κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν, μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.

795κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν. κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι· κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως

800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι. βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου. Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.

805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς. πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν. ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.

810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι. οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.

814ΧΟΡΌΣ: ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων ἀποδείξαιμεν ταῦτα ποιοῦντας. καὶ πρὸς τούτοις γάστριδας ἡμῶν ὄντας μᾶλλον καὶ λωποδύτας καὶ βωμολόχους κἀνδραποδιστάς.

819καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε χείρους ἡμῶν εἰσιν σῴζειν· ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι τὸ σκιάδειον·

824τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ, πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων ἐν ταῖς στρατιαῖς

829ἔρριπται τὸ σκιάδειον.

830ΧΟΡΌΣ: πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον. χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα, προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις

835ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν· εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις

840τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον, ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,

845ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.

846ΜΝΗΣΊΛΟΧΟΣ: ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.

847τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως

848οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.

849τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;

850ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.

851πάντως ὑπάρχει μοι γυναικεία στολή.

852ΓΥΝῊ Γ: τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;

853πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως

854ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.

855ΜΝΗΣΊΛΟΧΟΣ: Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,

856ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον

857λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.

858ΓΥΝῊ Γ: πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.

859ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος

860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.

Part 18

860bΓΥΝῊ Γ: σοί γʼ ὦλεθρε

861πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.

862ΜΝΗΣΊΛΟΧΟΣ: Ἑλένη δʼ ἐκλήθην.

862bΓΥΝῊ Γ: αὖθις αὖ γίγνει γυνή,

863πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;

864ΜΝΗΣΊΛΟΧΟΣ: ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις

865ῥοαῖσιν ἔθανον.

865bΓΥΝῊ Γ: ὤφελες δὲ καὶ σύ γε.

866ΜΝΗΣΊΛΟΧΟΣ: κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις

867οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.

868τί οὖν ἔτι ζῶ;

868bΓΥΝῊ Γ: τῶν κοράκων πονηρίᾳ.

869ΜΝΗΣΊΛΟΧΟΣ: ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.

870μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.

871ΕΥ̓ΡΙΠΊΔΗΣ: τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,

872ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ

873κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;

874ΜΝΗΣΊΛΟΧΟΣ: Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.

874bΕΥ̓ΡΙΠΊΔΗΣ: ποίου Πρωτέως;

875ΓΥΝῊ Γ: ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,

876ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.

877ΕΥ̓ΡΙΠΊΔΗΣ: ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;

878ΜΝΗΣΊΛΟΧΟΣ: Αἴγυπτον.

878bΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ δύστηνος οἷ πεπλώκαμεν.

879ΓΥΝῊ Γ: πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ

880ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.

881ΕΥ̓ΡΙΠΊΔΗΣ: αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;

882ΓΥΝῊ Γ: οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,

883ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας

884ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;

885ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;

886ΜΝΗΣΊΛΟΧΟΣ: τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.

Part 19

887ΓΥΝῊ Γ: κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,

888ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.

889ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας

890φάρει καλυπτὸς ὦ ξένη;

890bΜΝΗΣΊΛΟΧΟΣ: βιάζομαι

891γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.

892ΓΥΝῊ Γ: τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;

893οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένε

894ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.

895ΜΝΗΣΊΛΟΧΟΣ: βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

896ΕΥ̓ΡΙΠΊΔΗΣ: ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;

897ΜΝΗΣΊΛΟΧΟΣ: αὕτη Θεονόη Πρωτέως.

897bΓΥΝῊ Γ: μὰ τὼ θεὼ

898εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·

899σὺ δʼ εἶ πανοῦργος.

899bΜΝΗΣΊΛΟΧΟΣ: ὁπόσα τοι βούλει λέγε.

900οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ

901προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.

902ΕΥ̓ΡΙΠΊΔΗΣ: γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.

903ΜΝΗΣΊΛΟΧΟΣ: αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.

904ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.

905ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;

906ΜΝΗΣΊΛΟΧΟΣ: σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.

907ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;

908ΜΝΗΣΊΛΟΧΟΣ: Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

909ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.

910ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.

911ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.

912ΜΝΗΣΊΛΟΧΟΣ: ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας

914λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.

915φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με

916λαβὼν ταχὺ πάνυ.

916bΓΥΝῊ Γ: κλαύσετʼ ἄρα νὴ τὼ θεὼ

917ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.

Part 20

918ΕΥ̓ΡΙΠΊΔΗΣ: σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,

919τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;

920ΓΥΝῊ Γ: οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς

921καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι

922ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.

923προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.

924ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.

925ΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;

925bΕΥ̓ΡΙΠΊΔΗΣ: μένʼ ἥσυχος.

926οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,

927ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.

928ΜΝΗΣΊΛΟΧΟΣ: αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.

929ΠΡΎΤΑΝΙΣ: ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;

930οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων

931ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ

932στήσας φύλαττε καὶ προσιέναι μηδένα

933ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων

934παῖʼ ἢν προσίῃ τις.

934bΓΥΝῊ Γ: νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ

935ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.

936ΜΝΗΣΊΛΟΧΟΣ: ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς

937κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,

938χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.

939ΠΡΎΤΑΝΙΣ: τί σοι χαρίσωμαι;

939bΜΝΗΣΊΛΟΧΟΣ: γυμνὸν ἀποδύσαντά με

940κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,

941ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ

942γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.

943ΠΡΎΤΑΝΙΣ: ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,

944ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.

945ΜΝΗΣΊΛΟΧΟΣ: ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·

946κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.

947ΧΟΡΌΣ: ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,

948ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ

949ΧΟΡΌΣ: Παύσων σέβεται καὶ νηστεύει, πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν ἐς τὰς ὥρας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ. ὅρμα χώρει·

954κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον, χειρὶ σύναπτε χεῖρα, ῥυθμὸν χορείας ὕπαγε πᾶσα· βαῖνε καρπαλίμοιν ποδοῖν. ἐπισκοπεῖν δὲ πανταχῇ

958κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.

959ΧΟΡΌΣ: ἅμα δὲ καὶ

960γένος Ὀλυμπίων θεῶν

961μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.

962ΧΟΡΌΣ: εἰ δέ τις

963προσδοκᾷ κακῶς ἐρεῖν

964ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.

966ΧΟΡΌΣ: ἀλλὰ χρῆν

967ὥσπερ ἔργον αὖ τι καινὸν

968πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.

969ΧΟΡΌΣ: πρόβαινε ποσὶ τὸν εὐλύραν

970μέλπουσα καὶ τὴν τοξοφόρον

971Ἄρτεμιν ἄνασσαν ἁγνήν.

972χαῖρʼ ὦ ἑκάεργε,

973ὄπαζε δὲ νίκην·

974Ἥραν δὲ τὴν τελείαν

974aμέλψωμεν ὥσπερ εἰκός,

975ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ

976κλῇδας γάμου φυλάττει.

977ΧΟΡΌΣ: Ἑρμῆν τε νόμιον ἄντομαι

978καὶ Πᾶνα καὶ Νύμφας φίλας

979ἐπιγελάσαι προθύμως

980ταῖς ἡμετέραισι

981χαρέντα χορείαις.

982ἔξαιρε δὴ προθύμως

982aδιπλῆν χάριν χορείας.

983παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,

984νηστεύωμεν δὲ πάντως.

Part 21

985ΧΟΡΌΣ: ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,

986τόρευε πᾶσαν ᾠδήν·

986aἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ

987κισσοφόρε Βάκχειε

988δέσποτʼ· ἐγὼ δὲ κώμοις

989σὲ φιλοχόροισι μέλψω.

990ΧΟΡΌΣ: εὔιον ὦ Διόνυσε

991Βρόμιε καὶ Σεμέλας παῖ,

992χοροῖς τερπόμενος

993κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,

993aεὔιον εὔιον εὐοῖ

994[...] ἀναχορεύων.

995ΧΟΡΌΣ: ἀμφὶ δὲ σοὶ κτυπεῖται

996Κιθαιρώνιος ἠχώ,

997μελάμφυλλά τʼ ὄρη

998δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·

999κύκλῳ δὲ περὶ σὲ κισσὸς

1000εὐπέταλος ἕλικι θάλλει.

1001ΤΟΞΌΤΗΣ: ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.

1002ΜΝΗΣΊΛΟΧΟΣ: ὦ τοξόθʼ ἱκετεύω σε.

1002bΤΟΞΌΤΗΣ: μή μʼ ἰκετεῦσι σύ.

1003ΜΝΗΣΊΛΟΧΟΣ: χάλασον τὸν ἧλον.

1003bΤΟΞΌΤΗΣ: ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.

1004ΜΝΗΣΊΛΟΧΟΣ: οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.

1005ΤΟΞΌΤΗΣ: ἔτι μᾶλλο βοῦλις;

1005bΜΝΗΣΊΛΟΧΟΣ: ἀτταταῖ ἰατταταῖ·

1006κακῶς ἀπόλοιο.

1006bΤΟΞΌΤΗΣ: σῖγα κακοδαίμων γέρον.

1007πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.

1008ΜΝΗΣΊΛΟΧΟΣ: ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.

1009ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.

1010ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι

1011σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,

1012ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι

1013τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι

1015ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.

1016ΕΥ̓ΡΙΠΊΔΗΣ: φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν

1017ἐπέλθοιμι καὶ

1018τὸν Σκύθην λάθοιμι;

1019κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,

1020κατάνευσον, ἔασον ὡς

1021τὴν γυναῖκά μʼ ἐλθεῖν.

1022ΜΝΗΣΊΛΟΧΟΣ: ἄνοικτος ὅς μʼ ἔδησε τὸν πολυστονώτατον βροτῶν· μόλις δὲ γραῖαν ἀποφυγὼν σαπρὰν ἀπωλόμην ὅμως. ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ

1027ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. ὁρᾷς; οὐ χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων κημὸν ἕστηκʼ ἔχουσʼ, ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη

1033κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι, γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι δεσμίῳ δὲ γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος,

1038ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα, φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα γόον †φεύγουσαν† αἰαῖ αἰαῖ ἒ ἒ,

1043ὃς ἔμʼ ἀπεξύρησε πρῶτον, ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν· ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν ἱερόν, ἔνθα γυναῖκες. ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·

1048ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ— τὸν βάρβαρον ἐξολέσειεν.

1052οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν νέκυσιν ἐπὶ πορείαν.

1056ΕΥ̓ΡΙΠΊΔΗΣ: χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα

1057ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.

1058ΜΝΗΣΊΛΟΧΟΣ: σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;

1059ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,

1060ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ

1061Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.

1062ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,

1063κλάειν ἐλεινῶς.

1063bΜΝΗΣΊΛΟΧΟΣ: σὲ δʼ ἐπικλάειν ὕστερον.

1064ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.

Part 22

1065ΜΝΗΣΊΛΟΧΟΣ: ὦ νὺξ ἱερὰ

1066ὡς μακρὸν ἵππευμα διώκεις

1067ἀστεροειδέα νῶτα διφρεύουσʼ

1068αἰθέρος ἱερᾶς

1068aτοῦ σεμνοτάτου διʼ Ὀλύμπου;

1069ΕΥ̓ΡΙΠΊΔΗΣ: διʼ Ὀλύμπου.

1070ΜΝΗΣΊΛΟΧΟΣ: τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν

1071μέρος ἐξέλαχον—

1071bΕΥ̓ΡΙΠΊΔΗΣ: μέρος ἐξέλαχον—

1072ΜΝΗΣΊΛΟΧΟΣ: θανάτου τλήμων;

1072bΕΥ̓ΡΙΠΊΔΗΣ: θανάτου τλήμων;

1073ΜΝΗΣΊΛΟΧΟΣ: ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.

1074ΕΥ̓ΡΙΠΊΔΗΣ: στωμυλλομένη.

1075ΜΝΗΣΊΛΟΧΟΣ: νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας

1076λίαν.

1076bΕΥ̓ΡΙΠΊΔΗΣ: λίαν.

1077ΜΝΗΣΊΛΟΧΟΣ: ὦγάθʼ ἔασόν με μονῳδῆσαι,

1078καὶ χαριεῖ μοι. παῦσαι.

1078bΕΥ̓ΡΙΠΊΔΗΣ: παῦσαι.

1079ΜΝΗΣΊΛΟΧΟΣ: βάλλʼ ἐς κόρακας.

1079bΕΥ̓ΡΙΠΊΔΗΣ: βάλλʼ ἐς κόρακας.

1080ΜΝΗΣΊΛΟΧΟΣ: τί κακόν;

1080bΕΥ̓ΡΙΠΊΔΗΣ: τί κακόν;

1080cΜΝΗΣΊΛΟΧΟΣ: ληρεῖς.

1080dΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς.

1081bΜΝΗΣΊΛΟΧΟΣ: οἴμωζʼ.

1081cΕΥ̓ΡΙΠΊΔΗΣ: οἴμωζʼ.

Part 23

1081dΜΝΗΣΊΛΟΧΟΣ: ὀτότυζʼ.

1081eΕΥ̓ΡΙΠΊΔΗΣ: ὀτότυζʼ.

1082ΤΟΞΌΤΗΣ: οὖτος σί λαλῖς;

1082bΕΥ̓ΡΙΠΊΔΗΣ: οὖτος σί λαλῖς;

1083ΤΟΞΌΤΗΣ: πρυτάνεις καλέσω;

1083bΕΥ̓ΡΙΠΊΔΗΣ: πρυτάνεις καλέσω;

1085ΤΟΞΌΤΗΣ: σί κακόν;

1085bΕΥ̓ΡΙΠΊΔΗΣ: σί κακόν;

1086ΤΟΞΌΤΗΣ: πῶτε τὸ πωνή;

1086bΕΥ̓ΡΙΠΊΔΗΣ: πῶτε τὸ πωνή;

1087ΤΟΞΌΤΗΣ: σὺ λαλῖς;

1087bΕΥ̓ΡΙΠΊΔΗΣ: σὺ λαλῖς;

1087cΤΟΞΌΤΗΣ: κλαύσει.

1087dΕΥ̓ΡΙΠΊΔΗΣ: κλαύσει.

1088ΤΟΞΌΤΗΣ: κακκάσκι μοι;

1088bΕΥ̓ΡΙΠΊΔΗΣ: κακκάσκι μοι;

1090ΜΝΗΣΊΛΟΧΟΣ: μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη.

1091ΕΥ̓ΡΙΠΊΔΗΣ: πλησίον αὕτη.

1092ΤΟΞΌΤΗΣ: ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει.

1093ποῖ ποῖ πεύγεις;

1093bΕΥ̓ΡΙΠΊΔΗΣ: ποῖ ποῖ πεύγεις;

Part 24

1094ΤΟΞΌΤΗΣ: οὐ καιρήσεις;

1094bΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ καιρήσεις;

1095ΤΟΞΌΤΗΣ: ἔτι γὰρ γρύζεις;

1095bΕΥ̓ΡΙΠΊΔΗΣ: ἔτι γὰρ γρύζεις;

1096ΤΟΞΌΤΗΣ: λαβὲ τὴ μιαρά.

1096bΕΥ̓ΡΙΠΊΔΗΣ: λαβὲ τὴ μιαρά.

1097ΤΟΞΌΤΗΣ: λάλο καὶ κατάρατο γύναικο.

1098ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα

1099ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος

1100τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον

1101Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος

1102κάρα κομίζων.

1102bΤΟΞΌΤΗΣ: τί λέγι; τὴ Γόργος πέρι

1103τὸ γραμματέο σὺ τὴ κεπαλή;

1103bΕΥ̓ΡΙΠΊΔΗΣ: τὴν Γοργόνος

1104ἔγωγε φημί.

1104bΤΟΞΌΤΗΣ: Γόργο τοι κἀγὼ λέγι.

1105ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον

1106θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;

1107ΜΝΗΣΊΛΟΧΟΣ: ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,

1108λῦσόν με δεσμῶν.

1108bΤΟΞΌΤΗΣ: οὐκὶ μὶ λαλῆσι σύ;

1109κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;

1110ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.

1111ΤΟΞΌΤΗΣ: οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων

1112καὶ κλέπτο καὶ πανοῦργο.

1112bΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς ὦ Σκύθα.

1113αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.

1114ΤΟΞΌΤΗΣ: σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;

1115ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·

1116φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα

1117ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης

1118ταύτης ἔρως εἴληφεν.

1118bΤΟΞΌΤΗΣ: οὐ ζηλῶσί σε·

1119ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,

1120οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.

Part 25

1121ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα

1122πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;

1123ΤΟΞΌΤΗΣ: εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,

1124τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.

1125ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.

1125bΤΟΞΌΤΗΣ: μαστιγῶ σʼ ἄρα.

1126ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ποιήσω τοῦτο.

1126bΤΟΞΌΤΗΣ: τὸ κεπαλή σʼ ἄρα

1127τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.

1128ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;

1129ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.

1130σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ

1131μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ

1132τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.

1133ΤΟΞΌΤΗΣ: μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.

1134ΜΝΗΣΊΛΟΧΟΣ: μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.

1135ΤΟΞΌΤΗΣ: ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;

1136ΧΟΡΌΣ: Παλλάδα τὴν φιλόχορον ἐμοὶ

1137δεῦρο καλεῖν νόμος ἐς χορόν,

1138παρθένον ἄζυγα κούρην,

1140ΧΟΡΌΣ: ἣ πόλιν ἡμετέραν ἔχει

1141καὶ κράτος φανερὸν μόνη

1142κλῃδοῦχός τε καλεῖται.

1143ΧΟΡΌΣ: φάνηθʼ ὦ τυράννους

1144στυγοῦσʼ ὥσπερ εἰκός.

1145ΧΟΡΌΣ: δῆμός τοί σε καλεῖ γυναικῶν·

1146ἔχουσα δέ μοι μόλοις

1147εἰρήνην φιλέορτον.

1148ΧΟΡΌΣ: ἥκετʼ εὔφρονες ἵλαοι,

1149πότνιαι, ἄλσος ἐς ὑμέτερον,

1150οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν

1151ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι

1152φαίνετον ἄμβροτον ὄψιν.

1153μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ

1154Θεσμοφόρω πολυποτνία,

1155ΧΟΡΌΣ: εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω

1156ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν

1157ἐνθάδε χἠμῖν.

1160ΕΥ̓ΡΙΠΊΔΗΣ: γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον

1161σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,

1162ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ

1163κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.

1164ΧΟΡΌΣ: χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;

1165ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.

1166ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε

1167κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,

1168ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν

1169ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.

1170ΧΟΡΌΣ: τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·

1171τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.

Part 26

1172ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι

1173καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.

1174πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.

1175σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.

1176ΤΟΞΌΤΗΣ: τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι

1177ΕΥ̓ΡΙΠΊΔΗΣ: ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.

1178ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.

1179ΤΟΞΌΤΗΣ: ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.

1180ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.

1181ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·

1182καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου

1183τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.

1183bΤΟΞΌΤΗΣ: ναῖκι ναὶ

1184κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.

1185οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.

1186ΕΥ̓ΡΙΠΊΔΗΣ: αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;

1187ΤΟΞΌΤΗΣ: καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.

1187aἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·

1188εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.

1189ΕΥ̓ΡΙΠΊΔΗΣ: καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν

1190ἤδη βαδίζειν.

1190bΤΟΞΌΤΗΣ: οὐκὶ πιλῆσι πρῶτά με;

1191ΕΥ̓ΡΙΠΊΔΗΣ: πάνυ γε· φίλησον αὐτόν.

1191bΤΟΞΌΤΗΣ: ὂ ὂ ὂ παπαπαπαῖ,

1192ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.

1193τί οὐ κατεύδει παρʼ ἐμέ;

1193bΕΥ̓ΡΙΠΊΔΗΣ: χαῖρε τοξότα,

1194οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.

1194bΤΟΞΌΤΗΣ: ναὶ ναὶ γρᾴδιο.

1195ἐμοὶ κάρισο σὺ τοῦτο.

1195bΕΥ̓ΡΙΠΊΔΗΣ: δώσεις οὖν δραχμήν;

1196ΤΟΞΌΤΗΣ: ναὶ ναῖκι δῶσι.

1196bΕΥ̓ΡΙΠΊΔΗΣ: τἀργύριον τοίνυν φέρε.

1197ΤΟΞΌΤΗΣ: ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.

1198ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτα † κομίζεις αὐτοῖς.†

1198bΤΟΞΌΤΗΣ: ἀκολούτι τέκνον.

1199σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.

1200ὄνομα δέ σοι τί ἔστιν;

Part 27

1200bΕΥ̓ΡΙΠΊΔΗΣ: Ἀρτεμισία.

1201ΤΟΞΌΤΗΣ: μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.

1202ΕΥ̓ΡΙΠΊΔΗΣ: Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.

1203σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·

1204ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς

1205ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς

1206ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.

1207ΜΝΗΣΊΛΟΧΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.

1208ΕΥ̓ΡΙΠΊΔΗΣ: λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην

1209ἥκοντα καταλαβεῖν.

1209bΜΝΗΣΊΛΟΧΟΣ: ἐγὼ δὴ τοῦτο δρῶ.

1210ΤΟΞΌΤΗΣ: ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,

1211κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;

1212οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;

1213ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.

1213aἈρταμουξία.

1214διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·

1215ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.

1215aοἴμοι,

1216τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.

1217ΧΟΡΌΣ: τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;

1218ΤΟΞΌΤΗΣ: ναὶ ναῖκι. εἶδες αὐτό;

1218bΧΟΡΌΣ: ταύτῃ γʼ οἴχεται

1219αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.

1220ΤΟΞΌΤΗΣ: κροκῶτʼ ἔκοντο τὴ γέροντο;

1220bΧΟΡΌΣ: φήμʼ ἐγώ.

1221ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.

1222ΤΟΞΌΤΗΣ: ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;

1223Ἀρταμουξία.

1223aΧΟΡΌΣ: ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν

1224τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.

1225ΤΟΞΌΤΗΣ: κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.

1226ΧΟΡΌΣ: τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.

1227ἀλλὰ πέπαισται μετρίως ἡμῖν·

1228ὥσθʼ ὥρα δή ʼστι βαδίζειν

1229οἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼ

1230ἡμῖν ἀγαθὴν

1231τούτων χάριν ἀνταποδοίτην.

Source: Perseus Digital Library

Back to top ↑