Contents — 28 sections
Part 1
1ΔΗΜΟΣΘΈΝΗΣ: ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
2κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
3αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
4ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
6ΝΙΚΊΑΣ: κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
7αὐταῖς διαβολαῖς.
7bΔΗΜΟΣΘΈΝΗΣ: ὦ κακόδαιμον πῶς ἔχεις;
8ΝΙΚΊΑΣ: κακῶς καθάπερ σύ.
8bΔΗΜΟΣΘΈΝΗΣ: δεῦρο δὴ πρόσελθʼ, ἵνα
9ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
10ΔΗΜΟΣΘΈΝΗΣ ΚΑῚ ΝΙΚΊΑΣ: μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
11ΔΗΜΟΣΘΈΝΗΣ: τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
12σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
13ΝΙΚΊΑΣ: τίς οὖν γένοιτʼ ἄν;
13bΔΗΜΟΣΘΈΝΗΣ: λέγε σύ.
13cΝΙΚΊΑΣ: σὺ μὲν οὖν μοι λέγε,
14ἵνα μὴ μάχωμαι.
14bΔΗΜΟΣΘΈΝΗΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
16ΝΙΚΊΑΣ: πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
15ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
17ΝΙΚΊΑΣ: ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
18εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
19ΔΗΜΟΣΘΈΝΗΣ: μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
20ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
21ΝΙΚΊΑΣ: λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
22ΔΗΜΟΣΘΈΝΗΣ: καὶ δὴ λέγω μόλωμεν.
22bΝΙΚΊΑΣ: ἐξόπισθε νῦν
23αὐτὸ φάθι τοῦ μόλωμεν.
23bΔΗΜΟΣΘΈΝΗΣ: αὐτό.
23cΝΙΚΊΑΣ: πάνυ καλῶς.
24ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
25τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
Part 2
26ΔΗΜΟΣΘΈΝΗΣ: μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
26bΝΙΚΊΑΣ: ἢν
27οὐχ ἡδύ;
27bΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
28δέδοικα τουτονὶ τὸν οἰωνόν.
28bΝΙΚΊΑΣ: τί δαί;
29ΔΗΜΟΣΘΈΝΗΣ: ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
30ΝΙΚΊΑΣ: κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
31θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
32ΔΗΜΟΣΘΈΝΗΣ: † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
33ΝΙΚΊΑΣ: ἔγωγε.
33bΔΗΜΟΣΘΈΝΗΣ: ποίῳ χρώμενος τεκμηρίῳ;
34ΝΙΚΊΑΣ: ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;
35ΔΗΜΟΣΘΈΝΗΣ: εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
36βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
37ΝΙΚΊΑΣ: οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
38ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
39ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
40ΔΗΜΟΣΘΈΝΗΣ: λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
45πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
50ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην, ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
65ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον; εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
73ΝΙΚΊΑΣ: κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
74ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
75ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
76τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
77τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
78ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
79τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
80ΝΙΚΊΑΣ: κράτιστον οὖν νῷν ἀποθανεῖν.
80bΔΗΜΟΣΘΈΝΗΣ: ἀλλὰ σκόπει,
81ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
82ΝΙΚΊΑΣ: πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
83βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
84ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
85ΔΗΜΟΣΘΈΝΗΣ: μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
86ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
87ΝΙΚΊΑΣ: ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
88πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Part 3
89ΔΗΜΟΣΘΈΝΗΣ: ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
91οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
92ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
93πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
94εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
95ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
96τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
97ΝΙΚΊΑΣ: οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
98ΔΗΜΟΣΘΈΝΗΣ: ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
99ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
101ΝΙΚΊΑΣ: ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
102κλέπτων τὸν οἶνον.
102bΔΗΜΟΣΘΈΝΗΣ: εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
103ΝΙΚΊΑΣ: ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
104ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
105ΔΗΜΟΣΘΈΝΗΣ: ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
106σπονδήν.
106bΝΙΚΊΑΣ: λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
107ΔΗΜΟΣΘΈΝΗΣ: ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
108ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
109ΝΙΚΊΑΣ: εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
109bΔΗΜΟΣΘΈΝΗΣ: τοὺς χρησμοὺς ταχὺ
110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
111ἕως καθεύδει.
111bΝΙΚΊΑΣ: ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
112δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
113ΔΗΜΟΣΘΈΝΗΣ: φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
114τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
115ΝΙΚΊΑΣ: ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
116ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
117ὅνπερ μάλιστʼ ἐφύλαττεν.
117bΔΗΜΟΣΘΈΝΗΣ: ὦ σοφώτατε.
118φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
119ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
120ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
121ΝΙΚΊΑΣ: ἰδού. τί φησʼ ὁ χρησμός;
121bΔΗΜΟΣΘΈΝΗΣ: ἑτέραν ἔγχεον.
122ΝΙΚΊΑΣ: ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
123ΔΗΜΟΣΘΈΝΗΣ: ὦ Βάκι.
123bΝΙΚΊΑΣ: τί ἔστι;
Part 4
123cΔΗΜΟΣΘΈΝΗΣ: δὸς τὸ ποτήριον ταχύ.
124ΝΙΚΊΑΣ: πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
125ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
126τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
126bΝΙΚΊΑΣ: τιή;
127ΔΗΜΟΣΘΈΝΗΣ: ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
128ΝΙΚΊΑΣ: καὶ πῶς;
128bΔΗΜΟΣΘΈΝΗΣ: ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
129ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
131ΝΙΚΊΑΣ: εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
132ΔΗΜΟΣΘΈΝΗΣ: μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
133ΝΙΚΊΑΣ: δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
134ΔΗΜΟΣΘΈΝΗΣ: κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
136ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
137ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
138ΝΙΚΊΑΣ: τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
139ὑπὸ βυρσοπώλου;
139bΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δίʼ.
139cΝΙΚΊΑΣ: οἴμοι δείλαιος.
140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
141ΔΗΜΟΣΘΈΝΗΣ: ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
142ΝΙΚΊΑΣ: εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
142bΔΗΜΟΣΘΈΝΗΣ: εἴπω;
142cΝΙΚΊΑΣ: νὴ Δία.
143ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
144ΝΙΚΊΑΣ: ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Part 5
146ΔΗΜΟΣΘΈΝΗΣ: ζητῶμεν αὐτόν.
146bΝΙΚΊΑΣ: ἀλλʼ ὁδὶ προσέρχεται
147ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
147bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε
148ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
149ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
150ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστι; τί με καλεῖτε;
150bΔΗΜΟΣΘΈΝΗΣ: δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
151ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
152ΝΙΚΊΑΣ: ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
153τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
154ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
155ΔΗΜΟΣΘΈΝΗΣ: ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
156ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
157ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού· τί ἔστιν;
157bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριʼ ὦ πλούσιε,
158ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
159ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
160ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
161πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
162ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
163τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
163bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁρῶ.
164ΔΗΜΟΣΘΈΝΗΣ: τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
166βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
167δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
168ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ;
168bΔΗΜΟΣΘΈΝΗΣ: σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
169ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
171ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καθορῶ.
171bΔΗΜΟΣΘΈΝΗΣ: τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
172ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε.
172bΔΗΜΟΣΘΈΝΗΣ: πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
173ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
174τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.
175ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
Part 6
176ΔΗΜΟΣΘΈΝΗΣ: οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
177γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
178ἀνὴρ μέγιστος.
178bἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ μοι καὶ πῶς ἐγὼ
179ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
180ΔΗΜΟΣΘΈΝΗΣ: διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
181ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
182ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
183ΔΗΜΟΣΘΈΝΗΣ: οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
184ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
185bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τοὺς θεοὺς
186εἰ μὴ ʼκ πονηρῶν γʼ.
186bΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε τῆς τύχης
187ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
188ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
189πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
190ΔΗΜΟΣΘΈΝΗΣ: τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
191ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
192ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
193ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
194ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
195ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς δῆτά φησʼ ὁ χρησμός;
195bΔΗΜΟΣΘΈΝΗΣ: εὖ νὴ τοὺς θεοὺς
196καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
197ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
198γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
199δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
201αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
202ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
203ΔΗΜΟΣΘΈΝΗΣ: βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
204ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δʼ ἀγκυλοχήλης ἐστίν;
204bΔΗΜΟΣΘΈΝΗΣ: αὐτό που λέγει,
205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
206ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁ δράκων δὲ πρὸς τί;
206bΔΗΜΟΣΘΈΝΗΣ: τοῦτο περιφανέστατον.
207ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
208εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
209τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
211ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
212τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
213ΔΗΜΟΣΘΈΝΗΣ: φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει· τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
218φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ· χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
222bἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τίς ξύμμαχος
223γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
224δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Part 7
225ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
226μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
227καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
228καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
229κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
231ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
232τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
233γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
234ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
235ΚΛΈΩΝ: οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
236ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
237τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
238οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
239ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
240ΔΗΜΟΣΘΈΝΗΣ: οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
241ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
242ΔΗΜΟΣΘΈΝΗΣ: ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
243ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
244ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
245ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
246ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
247ΧΟΡῸΣ ἹΠΠΕΩ͂Ν: παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
248καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
249καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
251ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
252καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
253εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
254ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
255ΚΛΈΩΝ: ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
256οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
257παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
258ΧΟΡΌΣ: ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
259κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
261κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
262καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
263εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
264καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
266ΚΛΈΩΝ: ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
267ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
268ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
269ΧΟΡΌΣ: ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
270ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
271ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
272ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
273ΚΛΈΩΝ: ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
274ΧΟΡΌΣ: καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
275ΚΛΈΩΝ: ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
276ΧΟΡΌΣ: ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
277ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
278ΚΛΈΩΝ: τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
279ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
280ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
281ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
282ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
283καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
284ΚΛΈΩΝ: ἀποθανεῖσθον αὐτίκα μάλα.
285ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τριπλάσιον κεκράξομαί σου.
286ΚΛΈΩΝ: καταβοήσομαι βοῶν σε.
Part 8
287ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατακεκράξομαί σε κράζων.
288ΚΛΈΩΝ: διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
289ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κυνοκοπήσω σου τὸ νῶτον.
290ΚΛΈΩΝ: περιελῶ σʼ ἀλαζονείαις.
291ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποτεμοῦμαι τὰς ὁδούς σου.
292ΚΛΈΩΝ: βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
293ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
294ΚΛΈΩΝ: διαφορήσω σʼ εἴ τι γρύξει.
295ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κοπροφορήσω σʼ εἰ λαλήσεις.
296ΚΛΈΩΝ: ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
297ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
298κἀπιορκῶ γε βλεπόντων.
299ΚΛΈΩΝ: ἀλλότρια τοίνυν σοφίζει,
300καὶ φανῶ σε τοῖς πρυτάνεσιν
301ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
302ἔχοντα κοιλίας.
303ΧΟΡΌΣ: ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
305πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
306καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
310τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
311ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
313κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
314ΚΛΈΩΝ: οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
315ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
316ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
317τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
318καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
319ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
321πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
323ΧΟΡΌΣ: ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
325ἥπερ μόνη προστατεῖ ῥητόρων;
326ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
327πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
328ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
329σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
331πανουργίᾳ τε καὶ θράσει
332καὶ κοβαλικεύμασιν.
333ΧΟΡΌΣ: ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
334νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
335ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
336ΚΛΈΩΝ: οὐκ αὖ μʼ ἐάσεις;
Part 9
336bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
337ΧΟΡΌΣ: ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
338ΚΛΈΩΝ: οὐκ αὖ μʼ ἐάσεις;
338bἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δία.
338cΚΛΈΩΝ: ναὶ μὰ Δία.
338dἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τὸν Ποσειδῶ.
339ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
340ΚΛΈΩΝ: οἴμοι διαρραγήσομαι.
340bἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγὼ οὐ παρήσω.
341ΧΟΡΌΣ: πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
342ΚΛΈΩΝ: τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
343ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
344ΚΛΈΩΝ: ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
346ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
347εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
348τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
349ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
350ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
351ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
352ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
353ΚΛΈΩΝ: ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
354θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
356ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
357καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
358λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
359ΧΟΡΌΣ: τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,
360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
361ΚΛΈΩΝ: ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
362ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
363ΚΛΈΩΝ: ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
364ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Part 10
365ΚΛΈΩΝ: ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
366ΧΟΡΌΣ: νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
367ΚΛΈΩΝ: οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.
368ἈΛΛΑΝΤΟΠΏΛΗΣ: διώξομαί σε δειλίας.
369ΚΛΈΩΝ: ἡ βύρσα σου θρανεύσεται.
370ἈΛΛΑΝΤΟΠΏΛΗΣ: δερῶ σε θύλακον κλοπῆς.
371ΚΛΈΩΝ: διαπατταλευθήσει χαμαί.
372ἈΛΛΑΝΤΟΠΏΛΗΣ: περικόμματʼ ἔκ σου σκευάσω.
373ΚΛΈΩΝ: τὰς βλεφαρίδας σου παρατιλῶ.
374ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πρηγορεῶνά σοὐκτεμῶ.
375ΔΗΜΟΣΘΈΝΗΣ: καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ
376πάτταλον μαγειρικῶς
377ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
378τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
379σκεψόμεσθʼ εὖ κἀνδρικῶς
380κεχηνότος
381τὸν πρωκτὸν εἰ χαλαζᾷ.
384ΧΟΡΌΣ: ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
386ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ [...] ἀλλʼ ἔπιθι καὶ στρόβει,
387μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
388ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
391ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
392κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
393νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
394ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
395ΚΛΈΩΝ: οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
396καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
398ΧΟΡΌΣ: ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
399τοῦ χρώματος τοῦ παρεστηκότος.
400εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
401καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
402ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
403δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
404εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
405ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
406πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
407ΧΟΡΌΣ: τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
408ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
409ΚΛΈΩΝ: οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
411ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
412ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
413ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
414ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
415ΚΛΈΩΝ: ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
416κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
417ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
418ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
419σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
420οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Part 11
421ΧΟΡΌΣ: ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
422ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
423ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
424ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
425ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
426οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
427ΧΟΡΌΣ: εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
428ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
429ΚΛΈΩΝ: ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
431ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
432ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
433κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
434ΔΗΜΟΣΘΈΝΗΣ: κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
435ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
436κλέψας Ἀθηναίων.
436bΔΗΜΟΣΘΈΝΗΣ: ἄθρει καὶ τοῦ ποδὸς παρίει·
437ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
438ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
439ΚΛΈΩΝ: τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
440ΧΟΡΌΣ: ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
441ΧΟΡΌΣ: τὸ πνεῦμʼ ἔλαττον γίγνεται.
442ΚΛΈΩΝ: φεύξει γραφὰς [...]
442aἑκατονταλάντους τέτταρας.
443ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
444κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
445ΚΛΈΩΝ: ἐκ τῶν ἀλιτηρίων σέ φημι
446γεγονέναι τῶν τῆς θεοῦ.
447ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πάππον εἶναί φημί σου
448τῶν δορυφόρων —
448bΚΛΈΩΝ: ποίων; φράσον.
449ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τῶν Βυρσίνης τῆς Ἱππίου.
450ΚΛΈΩΝ: κόβαλος εἶ.
450bἈΛΛΑΝΤΟΠΏΛΗΣ: πανοῦργος εἶ.
Part 12
451ΧΟΡΌΣ: παῖʼ ἀνδρικῶς.
451bΚΛΈΩΝ: ἰοὺ ἰού,
452τύπτουσί μʼ οἱ ξυνωμόται.
453ΧΟΡΌΣ: παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
454γάστριζε καὶ τοῖς ἐντέροις
455καὶ τοῖς κόλοις,
456χὤπως κολᾷ τὸν ἄνδρα.
457ΧΟΡΌΣ: ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
458καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
459ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
460πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
461ΚΛΈΩΝ: ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
462τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
463γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
464ΧΟΡΌΣ: οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
465ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
466πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
467ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
468καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
469ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
470ΧΟΡΌΣ: εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.
471ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
472καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
473διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
474ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
475ΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
476ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
477καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
478καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
479καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
480ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
481ΚΛΈΩΝ: ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
482ΧΟΡΌΣ: ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
483νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
484ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
485θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
486ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
487ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
488ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
489καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
490ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
491ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
492ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
493ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
493bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαί;
494ΔΗΜΟΣΘΈΝΗΣ: ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
495καὶ σπεῦδε ταχέως.
495bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ταῦτα δρῶ.
Part 13
495cΔΗΜΟΣΘΈΝΗΣ: μέμνησό νυν
496δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
497χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
498ΧΟΡΌΣ: ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
499κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
500Ζεὺς ἀγοραῖος· καὶ νικήσας
501αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
502ἔλθοις στεφάνοις κατάπαστος.
503ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
504τοῖς ἀναπαίστοις,
505ὦ παντοίας ἤδη Μούσης
506πειραθέντες καθʼ ἑαυτούς.
507ΧΟΡΌΣ: εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής, ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
512ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
517πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας· τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
522πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης, ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
527διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε, καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
532ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
537οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας· χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί. ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
542ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων, ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
547ΧΟΡΌΣ: θόρυβον χρηστὸν ληναΐτην,
548ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
549κατὰ νοῦν πράξας,
550φαιδρὸς λάμποντι μετώπῳ.
551ΧΟΡΌΣ: ἵππιʼ ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ μισθοφόροι τριήρεις,
556μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου,
562Φαρμίωνί τε φίλτατʼ ἐκ τῶν ἄλλων τε θεῶν Ἀθηναίοις πρὸς τὸ παρεστός.
565ΧΟΡΌΣ: εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
570ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
575νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
580μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
581ΧΟΡΌΣ: Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπασῶν πολέμῳ τε καὶ ποιηταῖς δυνάμει θʼ ὑπερφερούσης μεδέουσα χώρας,
586δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν ἐν στρατιαῖς τε καὶ μάχαις ἡμετέραν ξυνεργὸν Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
591νῦν οὖν δεῦρο φάνηθι· δεῖ γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ τέχνῃ πορίσαι σε νίκην εἴπερ ποτὲ καὶ νῦν.
595ΧΟΡΌΣ: ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι. ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας. ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν, ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
600πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ; ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα; ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
605ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς, εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι· ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον, δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
610μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
611ΧΟΡΌΣ: ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
612ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
613καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
614ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
615ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;
616ΧΟΡΌΣ: νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
617ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
618ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
619ἅπαντά μοι σαφῶς·
620ὡς ἐγώ μοι δοκῶ
621κἂν μακρὰν ὁδὸν διελθεῖν
622ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
623θαρρήσας λέγʼ, ὡς, ἅπαντες
623aἡδόμεσθά σοι.
624ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην· ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
629πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν. κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
634ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
639ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ. κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
644ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη, οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας. τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
649ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν. ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
654γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
659διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ. ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
664ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες· ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
669πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων. οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
674ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι· εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ· ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
679ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην. οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
683ΧΟΡΌΣ: πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
684ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685μείζοσι κεκασμένον
686καὶ δόλοισι ποικίλοις
687ῥήμασίν θʼ αἱμύλοις.
688ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
689τἀπίλοιπʼ ἄριστα·
690συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
690aἐπίστασαι πάλαι.
691ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
692ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
693ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
694ΚΛΈΩΝ: εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
696ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
697ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
698ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
699ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
700ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
701κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
702ΚΛΈΩΝ: ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
703ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
704ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Part 14
705ΚΛΈΩΝ: ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
706ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
707ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
708ΚΛΈΩΝ: ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
709ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
710ΚΛΈΩΝ: ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
711ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
712ΚΛΈΩΝ: ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
713ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
714ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
715ΚΛΈΩΝ: ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
716ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
717μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
718αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
719ΚΛΈΩΝ: καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
720δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
721ἈΛΛΑΝΤΟΠΏΛΗΣ: χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
722ΚΛΈΩΝ: οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
723ἴωμεν ἐς τὸν δῆμον.
723bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν κωλύει·
724ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
725ΚΛΈΩΝ: ὦ Δῆμε δεῦρʼ ἔξελθε.
725bἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δίʼ ὦ πάτερ
726ἔξελθε δῆτʼ.
726bΚΛΈΩΝ: ὦ Δημίδιον ὦ φίλτατον
727ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
728ΔΗ͂ΜΟΣ: τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
729τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
730bΚΛΈΩΝ: διὰ σὲ τύπτομαι
731ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
731bΔΗ͂ΜΟΣ: τιή;
Part 15
732ΚΛΈΩΝ: ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
733ΔΗ͂ΜΟΣ: σὺ δʼ εἶ τίς ἐτεόν;
733bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀντεραστὴς τουτουί,
734ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
736ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
737ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
738τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
739σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
741ΚΛΈΩΝ: εὖ γὰρ ποιῶ τὸν δῆμον.
741bἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ νυν τί δρῶν;
742ΚΛΈΩΝ: ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
743πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
744ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
746ΚΛΈΩΝ: καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
747ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
748εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
749ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
750ΔΗ͂ΜΟΣ: οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
751ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
752ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
753οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
754ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
756ΧΟΡΌΣ: νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
757καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
758ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
759κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
760πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
761ΧΟΡΌΣ: ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
762τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
763ΚΛΈΩΝ: τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
764εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
766ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
767εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
768ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
769ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
770ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
771ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
772καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
773ΚΛΈΩΝ: καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
774ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
775ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
776οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
777ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
778ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
779ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
780ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
781σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
782καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
783ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
784οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
786ΔΗ͂ΜΟΣ: ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
787τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
788ΚΛΈΩΝ: ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
789ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Part 16
790ΚΛΈΩΝ: καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
791ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
792ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
793καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
794ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
796ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
797ΚΛΈΩΝ: ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
798ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
799ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
801ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
802σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
803ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
804ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
806καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
807γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
808εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
809ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
810ΚΛΈΩΝ: οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
811πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
812νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
813ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
814ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
816ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
817σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
818διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
819κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
820ΚΛΈΩΝ: οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου,
821ὁτιή σε φιλῶ;
821bΔΗ͂ΜΟΣ: παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
822πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
823ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
824ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
825τῶν εὐθυνῶν ἐκκαυλίζων
826καταβροχθίζει, κἀμφοῖν χειροῖν
827μυστιλᾶται τῶν δημοσίων.
828ΚΛΈΩΝ: οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
829αἱρήσω γʼὼ τρεῖς μυριάδας.
830ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
831μιαρώτατος ὢν περὶ τὸν δῆμον
832τὸν Ἀθηναίων; καί σʼ ἐπιδείξω
833νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
834δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
835πλεῖν ἢ μνᾶς τετταράκοντα.
836ΧΟΡΌΣ: ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
837ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,
838μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
839τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
840ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
841ΧΟΡΌΣ: καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
842κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
843ΚΛΈΩΝ: οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
844ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
846ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
847ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας. οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι. ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
852ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός, ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
857τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
858ΔΗ͂ΜΟΣ: οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
859ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
860ΚΛΈΩΝ: ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
861ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
862ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
863ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
864ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
865ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
866ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
867αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
868ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
869ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
870bΔΗ͂ΜΟΣ: οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Part 17
872ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
873ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
874ΔΗ͂ΜΟΣ: κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
875εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
875bΚΛΈΩΝ: οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
876ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
877ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
878ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
879παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
880οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
881τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
882οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
883χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
884ΔΗ͂ΜΟΣ: τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
885καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι
886οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
887ΚΛΈΩΝ: οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
888ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
889τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
890ΚΛΈΩΝ: ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
891προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
891bΔΗ͂ΜΟΣ: ἰαιβοῖ.
892οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
893ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
894καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
895τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
895bΔΗ͂ΜΟΣ: οἶδα μέντοι.
896ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
897ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
898βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
899ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
900ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
901ΔΗ͂ΜΟΣ: καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
902ΚΛΈΩΝ: οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
903ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.
904ΚΛΈΩΝ: ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
905ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
906ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
907τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
908ΚΛΈΩΝ: ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
Part 18
909ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
910ΚΛΈΩΝ: ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
911ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοῦ μὲν οὖν.
911bΚΛΈΩΝ: ἐμοῦ μὲν οὖν.
912ἐγώ σε ποιήσω τριηραρχεῖν
913ἀναλίσκοντα τῶν
914σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
915εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
916οὐδὲ ναυπηγούμενος·
917διαμηχανήσομαί θʼ ὅπως
918ἂν ἱστίον σαπρὸν λάβῃς.
919ΧΟΡΌΣ: ἁνὴρ παφλάζει, παῦε παῦʼ,
920ὑπερζέων· ὑφελκτέον
921τῶν δᾳδίων ἀπαρυστέον
922τε τῶν ἀπειλῶν ταυτῃί.
923ΚΛΈΩΝ: δώσεις ἐμοὶ καλὴν δίκην
924ἰπούμενος ταῖς ἐσφοραῖς.
925ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
926σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.
927ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν, εὔχομαι δέ σοι ταδί· τὸ μὲν τάγηνον τευθίδων ἐφεστάναι σίζον· σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ
932Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων ἐμπλήμενος φθαίης ἔτʼ εἰς ἐκκλησίαν ἐλθών· ἔπειτα
937πρὶν φαγεῖν ἀνὴρ μεθήκοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐσθίων ἐναποπνιγείης.
941ΧΟΡΌΣ: εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
942ΔΗ͂ΜΟΣ: κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶς
943ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
945ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
946σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
947καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
948ἐμοὶ ταμιεύσεις.
948bΚΛΈΩΝ: ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
949εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
950ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
951ΔΗ͂ΜΟΣ: οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
952οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
953ἀλλʼ ἢ οὐ καθορῶ.
953bἈΛΛΑΝΤΟΠΏΛΗΣ: φέρʼ ἴδω τί σοι σημεῖον ἦν;
954ΔΗ͂ΜΟΣ: δημοῦ βοείου θρῖον ἐξωπτημένον.
955ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτʼ ἔνεστιν.
955bΔΗ͂ΜΟΣ: οὐ τὸ θρῖον; ἀλλὰ τί;
956ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
957ΔΗ͂ΜΟΣ: αἰβοῖ τάλας.
957bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστιν;
957cΔΗ͂ΜΟΣ: ἀπόφερʼ ἐκποδών.
958οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
959παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
960ΚΛΈΩΝ: μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
961πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Part 19
962ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τῶν ἐμῶν νυν.
962bΚΛΈΩΝ: ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
963μολγὸν γενέσθαι δεῖ σε.
963bἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄν γε τουτῳί,
964ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
965ΚΛΈΩΝ: ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
966χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
967ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
968ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
969χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
970ΧΟΡΌΣ: καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
971αὐτῶν ἀκούσῃ.
971bΔΗ͂ΜΟΣ: πάνυ γε. καὶ σύ νυν φέρε.
972ΚΛΈΩΝ: ἰδού.
972bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.
973ΧΟΡΌΣ: ἥδιστον φάος ἡμέρας ἔσται τοῖσι παροῦσι καὶ τοῖσι δεῦρʼ ἀφικνουμένοις, ἢν Κλέων ἀπόληται. καίτοι πρεσβυτέρων τινῶν
978οἵων ἀργαλεωτάτων ἐν τῷ δείγματι τῶν δικῶν ἤκουσʼ ἀντιλεγόντων, ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
983σκεύη δύο χρησίμω, δοῖδυξ οὐδὲ τορύνη.
985ΧΟΡΌΣ: ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζω τῆς ὑομουσίας αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
990θαμὰ τὴν λύραν, ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν· κᾆτα τὸν κιθαριστὴν ὀργισθέντʼ ἀπάγειν κελεύειν, ὡς ἁρμονίαν ὁ παῖς
995οὗτος οὐ δύναται μαθεῖν ἢν μὴ Δωροδοκιστί.
997ΚΛΈΩΝ: ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
998ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
999ΔΗ͂ΜΟΣ: ταυτὶ τί ἔστι;
999bΚΛΈΩΝ: λόγια.
999cΔΗ͂ΜΟΣ: πάντʼ;
999dΚΛΈΩΝ: ἐθαύμασας;
1000καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
1001ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.
1002ΔΗ͂ΜΟΣ: φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
1003ΚΛΈΩΝ: οὑμοὶ μέν εἰσι Βάκιδος.
Part 20
1003bΔΗ͂ΜΟΣ: οἱ δὲ σοὶ τίνος;
1004ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
1005ΔΗ͂ΜΟΣ: εἰσὶν δὲ περὶ τοῦ;
1005bΚΛΈΩΝ: περὶ Ἀθηνῶν, περὶ Πύλου,
1006περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
1007ΔΗ͂ΜΟΣ: οἱ σοὶ δὲ περὶ τοῦ;
1007bἈΛΛΑΝΤΟΠΏΛΗΣ: περὶ Ἀθηνῶν, περὶ φακῆς,
1008περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
1009περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
1010περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
1011ΔΗ͂ΜΟΣ: ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
1012καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
1013ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
1014ΚΛΈΩΝ: ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
1015φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
1016ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
1017σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,
1018ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
1019σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
1020πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
1021ΔΗ͂ΜΟΣ: ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
1022τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
1023ΚΛΈΩΝ: ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
1024σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.
1025ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
1026ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
1027ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
1028ΔΗ͂ΜΟΣ: λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
1029ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
1030ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
1031ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν
1032ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
1033ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
1034νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
1035ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.
1036ΚΛΈΩΝ: ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
1037ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
1038ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
1039ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
1041ταῦτʼ οἶσθʼ ὅ τι λέγει;
1041bΔΗ͂ΜΟΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
1042ΚΛΈΩΝ: ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
1043ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
1044ΔΗ͂ΜΟΣ: καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;
1045ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
1046ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
1047ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.
1048ΔΗ͂ΜΟΣ: πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
Part 21
1048bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτονὶ
1049δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
1050ΔΗ͂ΜΟΣ: ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
1051ΚΛΈΩΝ: μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
1052ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
1053ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
1054ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
1056καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
1057ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
1058ΚΛΈΩΝ: ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
1059ἔστι Πύλος πρὸ Πύλοιο—
1059bΔΗ͂ΜΟΣ: τί τοῦτο λέγει, πρὸ Πύλοιο;
1060ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
1061ΔΗ͂ΜΟΣ: ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
1062ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
1063ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
1064ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
1065ΔΗ͂ΜΟΣ: προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
1066ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
1067ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
1068λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
1069οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
1069bΔΗ͂ΜΟΣ: Φιλόστρατος ἡ κυναλώπηξ.
1070ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
1071αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
1072ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
1073ΔΗ͂ΜΟΣ: πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
1073bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπως;
1074ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
1075ΔΗ͂ΜΟΣ: πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
1076ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
1077ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
1078ΔΗ͂ΜΟΣ: εἶεν·
1078aτούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
1079ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
1081χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
1082ΔΗ͂ΜΟΣ: ποίαν Κυλλήνην;
Part 22
1082bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὴν τούτου χεῖρʼ ἐποίησεν
1083Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.
1084ΚΛΈΩΝ: οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
1085ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
1086ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
1087αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
1088ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
1089χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
1090ΚΛΈΩΝ: ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1091τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
1092ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1093ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
1094εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
1096ΔΗ͂ΜΟΣ: ἰοὺ ἰού.
1097οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
1098καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
1099γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
1100ΚΛΈΩΝ: μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
1101κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
1102ΔΗ͂ΜΟΣ: οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
1103ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
1104ΚΛΈΩΝ: ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
1105ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
1106καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
1107ΔΗ͂ΜΟΣ: ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
1108ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
1109τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
1110ΚΛΈΩΝ: τρέχοιμʼ ἂν εἴσω πρότερος.
1110bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ δῆτʼ ἀλλʼ ἐγώ.
1111ΧΟΡΌΣ: ὦ Δῆμε καλήν γʼ ἔχεις ἀρχήν, ὅτε πάντες ἄνθρωποι δεδίασί σʼ ὥσπερ ἄνδρα τύραννον. ἀλλʼ εὐπαράγωγος εἶ,
1116θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντʼ ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ.
1121ΔΗ͂ΜΟΣ: νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν νομίζετʼ· ἐγὼ δʼ ἑκὼν ταῦτʼ ἠλιθιάζω. αὐτός τε γὰρ ἥδομαι
1126βρύλλων τὸ καθʼ ἡμέραν, κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δʼ, ὅταν ᾖ πλέως, ἄρας ἐπάταξα.
1131ΧΟΡΌΣ: χοὔτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστʼ ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πάνυ πολλή, εἰ τούσδʼ ἐπίτηδες ὥσπερ
1136δημοσίους τρέφεις ἐν τῇ πυκνί, κᾆθʼ ὅταν μή σοι τύχῃ ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς, θύσας ἐπιδειπνεῖς.
1141ΔΗ͂ΜΟΣ: σκέψασθε δέ μʼ, εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμʼ ἐξαπατύλλειν. τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς
1146οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτʼ ἀναγκάζω πάλιν ἐξεμεῖν ἅττʼ ἂν κεκλόφωσί μου, κημὸν καταμηλῶν.
1151ΚΛΈΩΝ: ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
1151bἈΛΛΑΝΤΟΠΏΛΗΣ: σύ γʼ ὦ φθόρε.
1152ΚΛΈΩΝ: ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος
1153τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
Part 23
1154ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
1156ΔΗ͂ΜΟΣ: ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
1157βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
1158ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἶσθʼ οὖν ὃ δρᾶσον;
1158bΔΗ͂ΜΟΣ: εἰ δὲ μή, φράσεις γε σύ.
1159ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
1160ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.
1160bΔΗ͂ΜΟΣ: δρᾶν ταῦτα χρή.
1161ἄπιτον.
1161bΚΛΈΩΝ ΚΑῚ ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού.
1161cΔΗ͂ΜΟΣ: θέοιτʼ ἄν.
1161dἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποθεῖν οὐκ ἐῶ.
1162ΔΗ͂ΜΟΣ: ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
1163ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.
1164ΚΛΈΩΝ: ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
1165ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
1166ΚΛΈΩΝ: ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
1167ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
1168ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
1169ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
1170ΔΗ͂ΜΟΣ: ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
1171ΚΛΈΩΝ: ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
1172ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
1173ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
1174καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
1175ΔΗ͂ΜΟΣ: οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
1176εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
1177ΚΛΈΩΝ: τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
1178ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
1179καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Part 24
1180ΔΗ͂ΜΟΣ: καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
1181ΚΛΈΩΝ: ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
1182ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
1183ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λαβὲ καὶ ταδί νυν.
1183bΔΗ͂ΜΟΣ: καὶ τί τούτοις χρήσομαι
1184τοῖς ἐντέροις;
1184bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
1185ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
1186ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
1187ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
1188ΔΗ͂ΜΟΣ: ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
1189ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
1190ΚΛΈΩΝ: λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.
1191ἈΛΛΑΝΤΟΠΏΛΗΣ: παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
1192ΚΛΈΩΝ: ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.
1193ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
1194ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
1195ΚΛΈΩΝ: ὁρᾷς τάδʼ ὦ κακόδαιμον;
1195bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὀλίγον μοι μέλει·
1196ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
1197πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
1198ΚΛΈΩΝ: ποῦ ποῦ;
1198bἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
1199ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
1200ΚΛΈΩΝ: οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.
1201ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
1202ΔΗ͂ΜΟΣ: εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
1203ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.
1204ΚΛΈΩΝ: ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.
Part 25
1205ΔΗ͂ΜΟΣ: ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
1206ΚΛΈΩΝ: οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
1207ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν
1208ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
1209ΔΗ͂ΜΟΣ: τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
1210δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
1211ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
1212ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
1213καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
1214ΔΗ͂ΜΟΣ: φέρʼ ἴδω τί οὖν ἔνεστιν;
1214bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ὁρᾷς κενὴν
1215ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
1216ΔΗ͂ΜΟΣ: αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.
1217ἈΛΛΑΝΤΟΠΏΛΗΣ: βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
1218ὁρᾷς τάδʼ;
1218bΔΗ͂ΜΟΣ: οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
1219ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
1220ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
1221ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
1222σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
1223αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.
1224ΔΗ͂ΜΟΣ: ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
1225ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.
1226ΚΛΈΩΝ: ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.
1227ΔΗ͂ΜΟΣ: κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
1228αὐτὸν περιθῶ.
1228bἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατάθου ταχέως μαστιγία.
1229ΚΛΈΩΝ: οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
1230φράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.
1231ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
1232ΚΛΈΩΝ: καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
1233εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
1234καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
1235παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
1236ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
1237ΚΛΈΩΝ: πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
1238εἶεν.
1238aἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Part 26
1239ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
1240ΚΛΈΩΝ: ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
1241τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
1242ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
1243ΚΛΈΩΝ: οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
1244λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
1245καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
1246ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
1247ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
1248ΚΛΈΩΝ: οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
1249κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
1250ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
1251λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
1252κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
1253ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
1254ΧΟΡΌΣ: ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
1255ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
1256ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
1257ΔΗ͂ΜΟΣ: ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
1257bἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἀγοράκριτος·
1258ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
1259ΔΗ͂ΜΟΣ: Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
1261ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
1262ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
1263ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
1264ΧΟΡΌΣ: τί κάλλιον ἀρχομένοισιν
1265ἢ καταπαυομένοισιν
1266ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,
1267μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
1268καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
1273σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
1274ΧΟΡΌΣ: λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον, ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου. νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
1279ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
1284τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται, ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ. ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
1289οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
1290ΧΟΡΌΣ: ἦ πολλάκις ἐννυχίαισι
1291φροντίσι συγγεγένημαι,
1294καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
1295φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
1296οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
1297ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
1300ΧΟΡΌΣ: φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα· οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει; φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·
1305ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι· οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
1310εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει· ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1315τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
1316ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
1317καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
1318ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
1319ΧΟΡΌΣ: ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
1320τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
1321ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
1322ΧΟΡΌΣ: καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Part 27
1323ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
1324ΧΟΡΌΣ: πῶς ἂν ἴδοιμεν; ποίαν τινʼ ἔχει σκευήν; ποῖος γεγένηται;
1325ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
1326ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
1327ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
1328καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
1329ΧΟΡΌΣ: ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
1330δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
1331ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
1332οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
1333ΧΟΡΌΣ: χαῖρʼ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
1334τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
1335ΔΗ͂ΜΟΣ: ὦ φίλτατʼ ἀνδρῶν ἐλθὲ δεῦρʼ Ἀγοράκριτε.
1336ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας.
1336bἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ;
1337ἀλλʼ ὦ μέλʼ οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
1338οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
1339ΔΗ͂ΜΟΣ: τί δʼ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;
1340ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ,
1341ὦ Δῆμʼ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
1342καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,
1343τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
1344ἀνωρτάλιζες κἀκερουτίας.
1344bΔΗ͂ΜΟΣ: ἐγώ;
1345ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.
1346ΔΗ͂ΜΟΣ: τί φῄς;
1346aταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
1347ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ δʼ ὦτά γʼ ἄν σου νὴ Δίʼ ἐξεπετάννυτο
1348ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
1349ΔΗ͂ΜΟΣ: οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
1350ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,
1351ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δʼ ἕτερος αὖ
1352καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
1353τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
1354οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
1355ΔΗ͂ΜΟΣ: αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
1356ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
1357ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·
1358ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
1359οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
1360εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·
1361τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
1362ΔΗ͂ΜΟΣ: ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
1363ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
1364ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
1365τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.
Part 28
1366ΔΗ͂ΜΟΣ: πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
1367καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.
1368ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
1369ΔΗ͂ΜΟΣ: ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
1371ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
1372ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
1373ΔΗ͂ΜΟΣ: οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
1374ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
1375ΔΗ͂ΜΟΣ: τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
1376ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
1377σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
1378συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
1379καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.
1381ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
1382ΔΗ͂ΜΟΣ: μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
1383τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
1384ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
1385καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
1386κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
1387ΔΗ͂ΜΟΣ: μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
1388ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
1389σπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.
1390ΔΗ͂ΜΟΣ: ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,
1391ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
1392πῶς ἔλαβες αὐτὰς ἐτέον;
1392bἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ ὁ Παφλαγὼν
1393ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
1394νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺς
1395αὐτὰς ἰέναι λαβόντα.
1395bΔΗ͂ΜΟΣ: τὸν δὲ Παφλαγόνα,
1396ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.
1397ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
1398ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
1399τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
1400μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
1401κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
1402ΔΗ͂ΜΟΣ: εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
1403πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
1404καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
1405ἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.
1406ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
1407κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
1408ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.
1409[...]